EnglishVerbum原文閱讀箴言 · 🔍 搜尋

箴言 第 17 章

希臘文原文.28 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
17:1
κρείσσων ψωμὸς μεθ’ ἡδονῆς ἐν εἰρήνῃ οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης
設筵滿屋,大家相爭, 不如有塊乾餅,大家相安。
Better is a dry morsel with quietness, than a house full of feasting with strife.
17:2
οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων ἐν δὲ ἀδελφοῖς διελεῖται μέρη
僕人辦事聰明,必管轄貽羞之子, 又在眾子中同分產業。
A servant who deals wisely will rule over a son who causes shame, and shall have a part in the inheritance among the brothers.
17:3
ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός οὕτως ἐκλεκταὶ καρδίαι παρὰ κυρίῳ
鼎為煉銀,爐為煉金; 惟有耶和華熬煉人心。
The refining pot is for silver, and the furnace for gold, but Yahweh tests the hearts.
17:4
κακὸς ὑπακούει γλώσσης παρανόμων δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν
行惡的,留心聽奸詐之言; 說謊的,側耳聽邪惡之語。
An evildoer heeds wicked lips. A liar gives ear to a mischievous tongue.
17:5
καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται
戲笑窮人的,是辱沒造他的主; 幸災樂禍的,必不免受罰。
Whoever mocks the poor reproaches his Maker. He who is glad at calamity shall not be unpunished.
17:6
στέφανος γερόντων τέκνα τέκνων καύχημα δὲ τέκνων πατέρες αὐτῶν τοῦ πιστοῦ ὅλος κόσμος τῶν χρημάτων τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός
子孫為老人的冠冕; 父親是兒女的榮耀。
Children’s children are the crown of old men; the glory of children is their parents.
17:7
οὐχ ἁρμόσει ἄφρονι χείλη πιστὰ οὐδὲ δικαίῳ χείλη ψευδῆ
愚頑人說美言本不相宜, 何況君王說謊話呢?
Excellent speech isn’t fitting for a fool, much less do lying lips fit a prince.
17:8
μισθὸς χαρίτων παιδεία τοῖς χρωμένοις οὗ δ’ ἂν ἐπιστρέψῃ εὐοδωθήσεται
賄賂在餽送的人眼中看為寶玉, 隨處運動都得順利。
A bribe is a precious stone in the eyes of him who gives it; wherever he turns, he prospers.
17:9
ὃς κρύπτει ἀδικήματα ζητεῖ φιλίαν ὃς δὲ μισεῖ κρύπτειν διίστησιν φίλους καὶ οἰκείους
遮掩人過的,尋求人愛; 屢次挑錯的,離間密友。
He who covers an offense promotes love; but he who repeats a matter separates best friends.
17:10
συντρίβει ἀπειλὴ καρδίαν φρονίμου ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται
一句責備話深入聰明人的心, 強如責打愚昧人一百下。
A rebuke enters deeper into one who has understanding than a hundred lashes into a fool.
17:11
ἀντιλογίας ἐγείρει πᾶς κακός δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ
惡人只尋背叛, 所以必有嚴厲的使者奉差攻擊他。
An evil man seeks only rebellion; therefore a cruel messenger shall be sent against him.
17:12
ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι οἱ δὲ ἄφρονες διαλογιοῦνται κακά
寧可遇見丟崽子的母熊, 不可遇見正行愚妄的愚昧人。
Let a bear robbed of her cubs meet a man, rather than a fool in his folly.
17:13
ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ
以惡報善的, 禍患必不離他的家。
Whoever rewards evil for good, evil shall not depart from his house.
17:14
ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη
紛爭的起頭如水放開, 所以,在爭鬧之先必當止息爭競。
The beginning of strife is like breaching a dam, therefore stop contention before quarreling breaks out.
17:15
ὃς δίκαιον κρίνει τὸν ἄδικον ἄδικον δὲ τὸν δίκαιον ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ
定惡人為義的,定義人為惡的, 這都為耶和華所憎惡。
He who justifies the wicked, and he who condemns the righteous, both of them alike are an abomination to Yahweh.
17:16
ἵνα τί ὑπῆρξεν χρήματα ἄφρονι κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ δυνήσεται ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον ζητεῖ συντριβήν δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά
愚昧人既無聰明, 為何手拿價銀買智慧呢?
Why is there money in the hand of a fool to buy wisdom, since he has no understanding?
17:17
εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι ἀδελφοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν τούτου γὰρ χάριν γεννῶνται
朋友乃時常親愛, 弟兄為患難而生。
A friend loves at all times; and a brother is born for adversity.
17:18
ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ ὡς καὶ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον
在鄰舍面前擊掌作保 乃是無知的人。
A man void of understanding strikes hands, and becomes collateral in the presence of his neighbor.
17:19
φιλαμαρτήμων χαίρει μάχαις
喜愛爭競的,是喜愛過犯; 高立家門的,乃自取敗壞。
He who loves disobedience loves strife. One who builds a high gate seeks destruction.
17:20
δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά
心存邪僻的,尋不着好處; 舌弄是非的,陷在禍患中。
One who has a perverse heart doesn’t find prosperity, and one who has a deceitful tongue falls into trouble.
17:21
καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ
生愚昧子的,必自愁苦; 愚頑人的父毫無喜樂。
He who becomes the father of a fool grieves. The father of a fool has no joy.
17:22
καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ
喜樂的心乃是良藥; 憂傷的靈使骨枯乾。
A cheerful heart makes good medicine, but a crushed spirit dries up the bones.
17:23
λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης
惡人暗中受賄賂, 為要顛倒判斷。
A wicked man receives a bribe in secret, to pervert the ways of justice.
17:24
πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ’ ἄκρα γῆς
明哲人眼前有智慧; 愚昧人眼望地極。
Wisdom is before the face of one who has understanding, but the eyes of a fool wander to the ends of the earth.
17:25
ὀργὴ πατρὶ υἱὸς ἄφρων καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ
愚昧子使父親愁煩, 使母親憂苦。
A foolish son brings grief to his father, and bitterness to her who bore him.
17:26
ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις
刑罰義人為不善; 責打君子為不義。
Also to punish the righteous is not good, nor to flog officials for their integrity.
17:27
ὃς φείδεται ῥῆμα προέσθαι σκληρόν ἐπιγνώμων μακρόθυμος δὲ ἀνὴρ φρόνιμος
寡少言語的,有知識; 性情溫良的,有聰明。
He who spares his words has knowledge. He who is even tempered is a man of understanding.
17:28
ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι
愚昧人若靜默不言也可算為智慧; 閉口不說也可算為聰明。
Even a fool, when he keeps silent, is counted wise. When he shuts his lips, he is thought to be discerning.
12345678910111213141516171819202122232425262728293031