EnglishVerbum原文閱讀箴言 · 🔍 搜尋

箴言 第 27 章

希臘文原文.27 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
27:1
μὴ καυχῶ τὰ εἰς αὔριον οὐ γὰρ γινώσκεις τί τέξεται ἐπιοῦσα
不要為明日自誇, 因為一日要生何事,你尚且不能知道。
Don’t boast about tomorrow; for you don’t know what a day may bring.
27:2
ἐγκωμιαζέτω σε πέλας καὶ μὴ τὸ σὸν στόμα ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη
要別人誇獎你,不可用口自誇; 等外人稱讚你,不可用嘴自稱。
Let another man praise you, and not your own mouth; a stranger, and not your own lips.
27:3
βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων
石頭重,沙土沉, 愚妄人的惱怒比這兩樣更重。
A stone is heavy, and sand is a burden; but a fool’s provocation is heavier than both.
27:4
ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή ἀλλ’ οὐδένα ὑφίσταται ζῆλος
忿怒為殘忍,怒氣為狂瀾, 惟有嫉妒,誰能敵得住呢?
Wrath is cruel, and anger is overwhelming; but who is able to stand before jealousy?
27:5
κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας
當面的責備強如背地的愛情。
Better is open rebuke than hidden love.
27:6
ἀξιοπιστότερά ἐστιν τραύματα φίλου ἑκούσια φιλήματα ἐχθροῦ
朋友加的傷痕出於忠誠; 仇敵連連親嘴卻是多餘。
The wounds of a friend are faithful, although the kisses of an enemy are profuse.
27:7
ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκεῖα φαίνεται
人吃飽了,厭惡蜂房的蜜; 人飢餓了,一切苦物都覺甘甜。
A full soul loathes a honeycomb; but to a hungry soul, every bitter thing is sweet.
27:8
ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων τόπων
人離本處飄流, 好像雀鳥離窩遊飛。
As a bird that wanders from her nest, so is a man who wanders from his home.
27:9
μύροις καὶ οἴνοις καὶ θυμιάμασιν τέρπεται καρδία καταρρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή
膏油與香料使人心喜悅; 朋友誠實的勸教也是如此甘美。
Perfume and incense bring joy to the heart; so does earnest counsel from a man’s friend.
27:10
φίλον σὸν φίλον πατρῷον μὴ ἐγκαταλίπῃς εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν κρείσσων φίλος ἐγγὺς ἀδελφὸς μακρὰν οἰκῶν
你的朋友和父親的朋友, 你都不可離棄。 你遭難的日子,不要上弟兄的家去; 相近的鄰舍強如遠方的弟兄。
Don’t forsake your friend and your father’s friend. Don’t go to your brother’s house in the day of your disaster. A neighbor who is near is better than a distant brother.
27:11
σοφὸς γίνου υἱέ ἵνα εὐφραίνηταί μου καρδία καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους
我兒,你要作智慧人,好叫我的心歡喜, 使我可以回答那譏誚我的人。
Be wise, my son, and bring joy to my heart, then I can answer my tormentor.
27:12
πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη ἄφρονες δὲ ἐπελθόντες ζημίαν τείσουσιν
通達人見禍藏躲; 愚蒙人前往受害。
A prudent man sees danger and takes refuge; but the simple pass on, and suffer for it.
27:13
ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ παρῆλθεν γάρ ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται
誰為生人作保,就拿誰的衣服; 誰為外女作保,誰就承當。
Take his garment when he puts up collateral for a stranger. Hold it for a wayward woman!
27:14
ὃς ἂν εὐλογῇ φίλον τὸ πρωὶ μεγάλῃ τῇ φωνῇ καταρωμένου οὐδὲν διαφέρειν δόξει
清晨起來,大聲給朋友祝福的, 就算是咒詛他。
He who blesses his neighbor with a loud voice early in the morning, it will be taken as a curse by him.
27:15
σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ οἴκου αὐτοῦ ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου
大雨之日連連滴漏, 和爭吵的婦人一樣;
A continual dropping on a rainy day and a contentious wife are alike:
27:16
βορέας σκληρὸς ἄνεμος ὀνόματι δὲ ἐπιδέξιος καλεῖται
想攔阻她的,便是攔阻風, 也是右手抓油。
restraining her is like restraining the wind, or like grasping oil in his right hand.
27:17
σίδηρος σίδηρον ὀξύνει ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου
鐵磨鐵,磨出刃來; 朋友相感 也是如此。
Iron sharpens iron; so a man sharpens his friend’s countenance.
27:18
ὃς φυτεύει συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον τιμηθήσεται
看守無花果樹的,必吃樹上的果子; 敬奉主人的,必得尊榮。
Whoever tends the fig tree shall eat its fruit. He who looks after his master shall be honored.
27:19
ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων
水中照臉,彼此相符; 人與人,心也相對。
Like water reflects a face, so a man’s heart reflects the man.
27:20
ᾅδης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι βδέλυγμα κυρίῳ στηρίζων ὀφθαλμόν καὶ οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ
陰間和滅亡永不滿足; 人的眼目也是如此。
Sheol and Abaddon are never satisfied; and a man’s eyes are never satisfied.
27:21
δοκίμιον ἀργύρῳ καὶ χρυσῷ πύρωσις ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν καρδία ἀνόμου ἐκζητεῖ κακά καρδία δὲ εὐθὴς ἐκζητεῖ γνῶσιν
鼎為煉銀,爐為煉金, 人的稱讚也試煉人。
The crucible is for silver, and the furnace for gold; but man is refined by his praise.
27:22
ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ
你雖用杵將愚妄人與打碎的麥子一同搗在臼中, 他的愚妄還是離不了他。
Though you grind a fool in a mortar with a pestle along with grain, yet his foolishness will not be removed from him.
27:23
γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις
你要詳細知道你羊群的景況, 留心料理你的牛群;
Know well the state of your flocks, and pay attention to your herds,
27:24
ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχύς οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν
因為資財不能永有, 冠冕豈能存到萬代?
for riches are not forever, nor does the crown endure to all generations.
27:25
ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν καὶ σύναγε χόρτον ὀρεινόν
乾草割去,嫩草發現, 山上的菜蔬也被收斂。
The hay is removed, and the new growth appears, the grasses of the hills are gathered in.
27:26
ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν τίμα πεδίον ἵνα ὦσίν σοι ἄρνες
羊羔之毛是為你作衣服; 山羊是為作田地的價值,
The lambs are for your clothing, and the goats are the price of a field.
27:27
υἱέ παρ’ ἐμοῦ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου καὶ εἰς τὴν ζωὴν σῶν θεραπόντων
並有母山羊奶夠你吃, 也夠你的家眷吃, 且夠養你的婢女。
There will be plenty of goats’ milk for your food, for your family’s food, and for the nourishment of your servant girls.
12345678910111213141516171819202122232425262728293031