EnglishVerbum原文閱讀箴言 · 🔍 搜尋

箴言 第 4 章

希臘文原文.26 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
4:1
ἀκούσατε παῖδες παιδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν
眾子啊,要聽父親的教訓, 留心得知聰明。
Listen, sons, to a father’s instruction. Pay attention and know understanding;
4:2
δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε
因我所給你們的是好教訓; 不可離棄我的法則 。
for I give you sound learning. Don’t forsake my law.
4:3
υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός
我在父親面前為孝子, 在母親眼中為獨一的嬌兒。
For I was a son to my father, tender and an only child in the sight of my mother.
4:4
οἳ ἔλεγον καὶ ἐδίδασκόν με ἐρειδέτω ἡμέτερος λόγος εἰς σὴν καρδίαν
父親教訓我說:你心要存記我的言語, 遵守我的命令,便得存活。
He taught me, and said to me: “Let your heart retain my words. Keep my commandments, and live.
4:5
φύλασσε ἐντολάς μὴ ἐπιλάθῃ μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος
要得智慧,要得聰明,不可忘記, 也不可偏離我口中的言語。
Get wisdom. Get understanding. Don’t forget, and don’t deviate from the words of my mouth.
4:6
μηδὲ ἐγκαταλίπῃς αὐτήν καὶ ἀνθέξεταί σου ἐράσθητι αὐτῆς καὶ τηρήσει σε
不可離棄智慧,智慧就護衛你; 要愛她,她就保守你。
Don’t forsake her, and she will preserve you. Love her, and she will keep you.
4:8
περιχαράκωσον αὐτήν καὶ ὑψώσει σε τίμησον αὐτήν ἵνα σε περιλάβῃ
高舉智慧,她就使你高升; 懷抱智慧,她就使你尊榮。
Esteem her, and she will exalt you. She will bring you to honor when you embrace her.
4:9
ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου
她必將華冠加在你頭上, 把榮冕交給你。
She will give to your head a garland of grace. She will deliver a crown of splendor to you.”
4:10
ἄκουε υἱέ καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου
我兒,你要聽受我的言語, 就必延年益壽。
Listen, my son, and receive my sayings. The years of your life will be many.
4:11
ὁδοὺς γὰρ σοφίας διδάσκω σε ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς
我已指教你走智慧的道, 引導你行正直的路。
I have taught you in the way of wisdom. I have led you in straight paths.
4:12
ἐὰν γὰρ πορεύῃ οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις
你行走,腳步必不致狹窄; 你奔跑,也不致跌倒。
When you go, your steps will not be hampered. When you run, you will not stumble.
4:13
ἐπιλαβοῦ ἐμῆς παιδείας μὴ ἀφῇς ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου
要持定訓誨,不可放鬆; 必當謹守,因為它是你的生命。
Take firm hold of instruction. Don’t let her go. Keep her, for she is your life.
4:14
ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων
不可行惡人的路; 不要走壞人的道。
Don’t enter into the path of the wicked. Don’t walk in the way of evil men.
4:15
ἐν ἂν τόπῳ στρατοπεδεύσωσιν μὴ ἐπέλθῃς ἐκεῖ ἔκκλινον δὲ ἀπ’ αὐτῶν καὶ παράλλαξον
要躲避,不可經過; 要轉身而去。
Avoid it, and don’t pass by it. Turn from it, and pass on.
4:16
οὐ γὰρ μὴ ὑπνώσωσιν ἐὰν μὴ κακοποιήσωσιν ἀφῄρηται ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται
這等人若不行惡,不得睡覺; 不使人跌倒,睡臥不安;
For they don’t sleep unless they do evil. Their sleep is taken away, unless they make someone fall.
4:17
οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας οἴνῳ δὲ παρανόμῳ μεθύσκονται
因為他們以奸惡吃餅, 以強暴喝酒。
For they eat the bread of wickedness and drink the wine of violence.
4:18
αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν προπορεύονται καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡμέρα
但義人的路好像黎明的光, 越照越明,直到日午。
But the path of the righteous is like the dawning light that shines more and more until the perfect day.
4:19
αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί οὐκ οἴδασιν πῶς προσκόπτουσιν
惡人的道好像幽暗, 自己不知因甚麼跌倒。
The way of the wicked is like darkness. They don’t know what they stumble over.
4:20
υἱέ ἐμῇ ῥήσει πρόσεχε τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς
我兒,要留心聽我的言詞, 側耳聽我的話語,
My son, attend to my words. Turn your ear to my sayings.
4:21
ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ
都不可離你的眼目, 要存記在你心中。
Let them not depart from your eyes. Keep them in the center of your heart.
4:22
ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις
因為得着它的,就得了生命, 又得了醫全體的良藥。
For they are life to those who find them, and health to their whole body.
4:23
πάσῃ φυλακῇ τήρει σὴν καρδίαν ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς
你要保守你心,勝過保守一切 , 因為一生的果效是由心發出。
Keep your heart with all diligence, for out of it is the wellspring of life.
4:24
περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι
你要除掉邪僻的口, 棄絕乖謬的嘴。
Put away from yourself a perverse mouth. Put corrupt lips far from you.
4:25
οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν τὰ δὲ βλέφαρά σου νευέτω δίκαια
你的眼目要向前正看; 你的眼睛 當向前直觀。
Let your eyes look straight ahead. Fix your gaze directly before you.
4:26
ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶν καὶ τὰς ὁδούς σου κατεύθυνε
要修平你腳下的路, 堅定你一切的道。
Make the path of your feet level. Let all of your ways be established.
4:27
μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν θεός διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει
不可偏向左右; 要使你的腳離開邪惡。
Don’t turn to the right hand nor to the left. Remove your foot from evil.
12345678910111213141516171819202122232425262728293031