EnglishVerbum原文閱讀箴言 · 🔍 搜尋

箴言 第 12 章

希臘文原文.28 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
12:1
ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν δὲ μισῶν ἐλέγχους ἄφρων
喜愛管教的,就是喜愛知識; 恨惡責備的,卻是畜類。
Whoever loves correction loves knowledge, but he who hates reproof is stupid.
12:2
κρείσσων εὑρὼν χάριν παρὰ κυρίῳ ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται
善人必蒙耶和華的恩惠; 設詭計的人,耶和華必定他的罪。
A good man shall obtain favor from Yahweh, but he will condemn a man of wicked plans.
12:3
οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται
人靠惡行不能堅立; 義人的根必不動搖。
A man shall not be established by wickedness, but the root of the righteous shall not be moved.
12:4
γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός
才德的婦人是丈夫的冠冕; 貽羞的婦人如同朽爛在她丈夫的骨中。
A worthy woman is the crown of her husband, but a disgraceful wife is as rottenness in his bones.
12:5
λογισμοὶ δικαίων κρίματα κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους
義人的思念是公平; 惡人的計謀是詭詐。
The thoughts of the righteous are just, but the advice of the wicked is deceitful.
12:6
λόγοι ἀσεβῶν δόλιοι στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς
惡人的言論是埋伏流人的血; 正直人的口必拯救人。
The words of the wicked are about lying in wait for blood, but the speech of the upright rescues them.
12:7
οὗ ἐὰν στραφῇ ἀσεβὴς ἀφανίζεται οἶκοι δὲ δικαίων παραμένουσιν
惡人傾覆,歸於無有; 義人的家必站得住。
The wicked are overthrown, and are no more, but the house of the righteous shall stand.
12:8
στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός νωθροκάρδιος δὲ μυκτηρίζεται
人必按自己的智慧被稱讚; 心中乖謬的,必被藐視。
A man shall be commended according to his wisdom, but he who has a warped mind shall be despised.
12:9
κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου
被人輕賤,卻有僕人, 強如自尊,缺少食物。
Better is he who is little known, and has a servant, than he who honors himself and lacks bread.
12:10
δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα
義人顧惜他牲畜的命; 惡人的憐憫也是殘忍。
A righteous man respects the life of his animal, but the tender mercies of the wicked are cruel.
12:11
ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν
耕種自己田地的,必得飽食; 追隨虛浮的,卻是無知。
He who tills his land shall have plenty of bread, but he who chases fantasies is void of understanding.
12:12
ἐπιθυμίαι ἀσεβῶν κακαί αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν
惡人想得壞人的網羅; 義人的根得以結實。
The wicked desires the plunder of evil men, but the root of the righteous flourishes.
12:13
δῑ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος βλέπων λεῖα ἐλεηθήσεται δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς
惡人嘴中的過錯是自己的網羅; 但義人必脫離患難。
An evil man is trapped by sinfulness of lips, but the righteous shall come out of trouble.
12:14
ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ
人因口所結的果子,必飽得美福; 人手所做的,必為自己的報應。
A man shall be satisfied with good by the fruit of his mouth. The work of a man’s hands shall be rewarded to him.
12:15
ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν εἰσακούει δὲ συμβουλίας σοφός
愚妄人所行的,在自己眼中看為正直; 惟智慧人肯聽人的勸教。
The way of a fool is right in his own eyes, but he who is wise listens to counsel.
12:16
ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος
愚妄人的惱怒立時顯露; 通達人能忍辱藏羞。
A fool shows his annoyance the same day, but one who overlooks an insult is prudent.
12:17
ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος δὲ μάρτυς τῶν ἀδίκων δόλιος
說出真話的,顯明公義; 作假見證的,顯出詭詐。
He who is truthful testifies honestly, but a false witness lies.
12:18
εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳ γλῶσσαι δὲ σοφῶν ἰῶνται
說話浮躁的,如刀刺人; 智慧人的舌頭卻為醫人的良藥。
There is one who speaks rashly like the piercing of a sword, but the tongue of the wise heals.
12:19
χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον
口吐真言,永遠堅立; 舌說謊話,只存片時。
Truth’s lips will be established forever, but a lying tongue is only momentary.
12:20
δόλος ἐν καρδίᾳ τεκταινομένου κακά οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται
圖謀惡事的,心存詭詐; 勸人和睦的,便得喜樂。
Deceit is in the heart of those who plot evil, but joy comes to the promoters of peace.
12:21
οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν
義人不遭災害;惡人滿受禍患。
No mischief shall happen to the righteous, but the wicked shall be filled with evil.
12:22
βδέλυγμα κυρίῳ χείλη ψευδῆ δὲ ποιῶν πίστεις δεκτὸς παρ’ αὐτῷ
說謊言的嘴為耶和華所憎惡; 行事誠實的,為他所喜悅。
Lying lips are an abomination to Yahweh, but those who do the truth are his delight.
12:23
ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς
通達人隱藏知識; 愚昧人的心彰顯愚昧。
A prudent man keeps his knowledge, but the hearts of fools proclaim foolishness.
12:24
χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς δόλιοι δὲ ἔσονται εἰς προνομήν
殷勤人的手必掌權; 懶惰的人必服苦。
The hands of the diligent ones shall rule, but laziness ends in slave labor.
12:25
φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν
人心憂慮,屈而不伸; 一句良言,使心歡樂。
Anxiety in a man’s heart weighs it down, but a kind word makes it glad.
12:26
ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς ἁμαρτάνοντας καταδιώξεται κακά δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς
義人引導他的鄰舍; 惡人的道叫人失迷。
A righteous person is cautious in friendship, but the way of the wicked leads them astray.
12:27
οὐκ ἐπιτεύξεται δόλιος θήρας κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός
懶惰的人不烤打獵所得的; 殷勤的人卻得寶貴的財物。
The slothful man doesn’t roast his game, but the possessions of diligent men are prized.
12:28
ἐν ὁδοῖς δικαιοσύνης ζωή ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον
在公義的道上有生命; 其路之中並無死亡。
In the way of righteousness is life; in its path there is no death.
12345678910111213141516171819202122232425262728293031