📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 出埃及記

出埃及記 第 20 章

希臘文原文.26 節.部分字詞可點開查義

← 第 19 章第 21 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
20:1
καὶ ἐλάλησεν κύριος πάντας τοὺς λόγους τούτους λέγων
上帝吩咐這一切的話說:
God spoke all these words, saying,
20:2
ἐγώ εἰμι κύριος θεός σου ὅστις ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας
「我是耶和華-你的上帝,曾將你從埃及地為奴之家領出來。
“I am Yahweh your God, who brought you out of the land of Egypt, out of the house of bondage.
20:3
οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ
「除了我以外,你不可有別的神。
“You shall have no other gods before me.
20:4
οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς
「不可為自己雕刻偶像,也不可做甚麼形像彷彿上天、下地,和地底下、水中的百物。
“You shall not make for yourselves an idol, nor any image of anything that is in the heavens above, or that is on the earth beneath, or that is in the water under the earth:
20:5
οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς ἐγὼ γάρ εἰμι κύριος θεός σου θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσίν με
不可跪拜那些像,也不可事奉它,因為我耶和華-你的上帝是忌邪的上帝。恨我的,我必追討他的罪,自父及子,直到三四代;
you shall not bow yourself down to them, nor serve them, for I, Yahweh your God, am a jealous God, visiting the iniquity of the fathers on the children, on the third and on the fourth generation of those who hate me,
20:6
καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν με καὶ τοῖς φυλάσσουσιν τὰ προστάγματά μου
愛我、守我誡命的,我必向他們發慈愛,直到千代。
and showing loving kindness to thousands of those who love me and keep my commandments.
20:7
οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ
「不可妄稱耶和華-你上帝的名;因為妄稱耶和華名的,耶和華必不以他為無罪。
“You shall not misuse the name of Yahweh your God, for Yahweh will not hold him guiltless who misuses his name.
20:8
μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν
「當記念安息日,守為聖日。
“Remember the Sabbath day, to keep it holy.
20:9
ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου
六日要勞碌做你一切的工,
You shall labor six days, and do all your work,
20:10
τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα κυρίῳ τῷ θεῷ σου οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον σὺ καὶ υἱός σου καὶ θυγάτηρ σου παῖς σου καὶ παιδίσκη σου βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ προσήλυτος παροικῶν ἐν σοί
但第七日是向耶和華-你上帝當守的安息日。這一日你和你的兒女、僕婢、牲畜,並你城裏寄居的客旅,無論何工都不可做;
but the seventh day is a Sabbath to Yahweh your God. You shall not do any work in it, you, nor your son, nor your daughter, your male servant, nor your female servant, nor your livestock, nor your stranger who is within your gates;
20:11
ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ διὰ τοῦτο εὐλόγησεν κύριος τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν
因為六日之內,耶和華造天、地、海,和其中的萬物,第七日便安息,所以耶和華賜福與安息日,定為聖日。
for in six days Yahweh made heaven and earth, the sea, and all that is in them, and rested the seventh day; therefore Yahweh blessed the Sabbath day, and made it holy.
20:12
τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς ἧς κύριος θεός σου δίδωσίν σοι
「當孝敬父母,使你的日子在耶和華-你上帝所賜你的地上得以長久。
“Honor your father and your mother, that your days may be long in the land which Yahweh your God gives you.
20:13
οὐ μοιχεύσεις
「不可殺人。
“You shall not murder.
20:14
οὐ κλέψεις
「不可姦淫。
“You shall not commit adultery.
20:15
οὐ φονεύσεις
「不可偷盜。
“You shall not steal.
20:16
οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ
「不可作假見證陷害人。
“You shall not give false testimony against your neighbor.
20:17
οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σού ἐστιν
「不可貪戀人的房屋;也不可貪戀人的妻子、僕婢、牛驢,並他一切所有的。」
“You shall not covet your neighbor’s house. You shall not covet your neighbor’s wife, nor his male servant, nor his female servant, nor his ox, nor his donkey, nor anything that is your neighbor’s.”
20:18
καὶ πᾶς λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαμπάδας καὶ τὴν φωνὴν τῆς σάλπιγγος καὶ τὸ ὄρος τὸ καπνίζον φοβηθέντες δὲ πᾶς λαὸς ἔστησαν μακρόθεν
眾百姓見雷轟、閃電、角聲、山上冒煙,就都發顫,遠遠地站立,
All the people perceived the thunderings, the lightnings, the sound of the trumpet, and the mountain smoking. When the people saw it, they trembled, and stayed at a distance.
20:19
καὶ εἶπαν πρὸς Μωυσῆν λάλησον σὺ ἡμῖν καὶ μὴ λαλείτω πρὸς ἡμᾶς θεός μήποτε ἀποθάνωμεν
對摩西說:「求你和我們說話,我們必聽;不要上帝和我們說話,恐怕我們死亡。」
They said to Moses, “Speak with us yourself, and we will listen; but don’t let God speak with us, lest we die.”
20:20
καὶ λέγει αὐτοῖς Μωυσῆς θαρσεῖτε ἕνεκεν γὰρ τοῦ πειράσαι ὑμᾶς παρεγενήθη θεὸς πρὸς ὑμᾶς ὅπως ἂν γένηται φόβος αὐτοῦ ἐν ὑμῖν ἵνα μὴ ἁμαρτάνητε
摩西對百姓說:「不要懼怕;因為上帝降臨是要試驗你們,叫你們時常敬畏他,不致犯罪。」
Moses said to the people, “Don’t be afraid, for God has come to test you, and that his fear may be before you, that you won’t sin.”
20:21
εἱστήκει δὲ λαὸς μακρόθεν Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον οὗ ἦν θεός
於是百姓遠遠地站立;摩西就挨近上帝所在的幽暗之中。
The people stayed at a distance, and Moses came near to the thick darkness where God was.
20:22
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν τάδε ἐρεῖς τῷ οἴκῳ Ιακωβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς Ισραηλ ὑμεῖς ἑωράκατε ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς
耶和華對摩西說:「你要向以色列人這樣說:『你們自己看見我從天上和你們說話了。
Yahweh said to Moses, “This is what you shall tell the children of Israel: ‘You yourselves have seen that I have talked with you from heaven.
20:23
οὐ ποιήσετε ἑαυτοῖς θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν αὐτοῖς
你們不可做甚麼神像與我相配,不可為自己做金銀的神像。
You shall most certainly not make gods of silver or gods of gold for yourselves to be alongside me.
20:24
θυσιαστήριον ἐκ γῆς ποιήσετέ μοι καὶ θύσετε ἐπ’ αὐτοῦ τὰ ὁλοκαυτώματα καὶ τὰ σωτήρια ὑμῶν τὰ πρόβατα καὶ τοὺς μόσχους ὑμῶν ἐν παντὶ τόπῳ οὗ ἐὰν ἐπονομάσω τὸ ὄνομά μου ἐκεῖ καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε
你要為我築土壇,在上面以牛羊獻為燔祭和平安祭。凡記下我名的地方,我必到那裏賜福給你。
You shall make an altar of earth for me, and shall sacrifice on it your burnt offerings and your peace offerings, your sheep and your cattle. In every place where I record my name I will come to you and I will bless you.
20:25
ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων ποιῇς μοι οὐκ οἰκοδομήσεις αὐτοὺς τμητούς τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ’ αὐτούς καὶ μεμίανται
你若為我築一座石壇,不可用鑿成的石頭,因你在上頭一動家具,就把壇污穢了。
If you make me an altar of stone, you shall not build it of cut stones; for if you lift up your tool on it, you have polluted it.
20:26
οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου ὅπως ἂν μὴ ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ’ αὐτοῦ
你上我的壇,不可用臺階,免得露出你的下體來。』」
You shall not go up by steps to my altar, that your nakedness may not be exposed to it.’
← 第 19 章第 21 章 →
12345678910111213141516171819202122232425262728293031323334353637383940