📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 出埃及記

出埃及記 第 7 章

希臘文原文.29 節.部分字詞可點開查義

← 第 6 章第 8 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
7:1
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων ἰδοὺ δέδωκά σε θεὸν Φαραω καὶ Ααρων ἀδελφός σου ἔσται σου προφήτης
耶和華對摩西說:「我使你在法老面前代替上帝,你的哥哥亞倫是替你說話的。
Yahweh said to Moses, “Behold, I have made you as God to Pharaoh; and Aaron your brother shall be your prophet.
7:2
σὺ δὲ λαλήσεις αὐτῷ πάντα ὅσα σοι ἐντέλλομαι δὲ Ααρων ἀδελφός σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ
凡我所吩咐你的,你都要說。你的哥哥亞倫要對法老說,容以色列人出他的地。
You shall speak all that I command you; and Aaron your brother shall speak to Pharaoh, that he let the children of Israel go out of his land.
7:3
ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραω καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ
我要使法老的心剛硬,也要在埃及地多行神蹟奇事。
I will harden Pharaoh’s heart, and multiply my signs and my wonders in the land of Egypt.
7:4
καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραω καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ’ Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ
但法老必不聽你們;我要伸手重重地刑罰埃及,將我的軍隊以色列民從埃及地領出來。
But Pharaoh will not listen to you, so I will lay my hand on Egypt, and bring out my armies, my people the children of Israel, out of the land of Egypt by great judgments.
7:5
καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χεῖρα ἐπ’ Αἴγυπτον καὶ ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ μέσου αὐτῶν
我伸手攻擊埃及,將以色列人從他們中間領出來的時候,埃及人就要知道我是耶和華。」
The Egyptians shall know that I am Yahweh when I stretch out my hand on Egypt, and bring the children of Israel out from among them.”
7:6
ἐποίησεν δὲ Μωυσῆς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριος οὕτως ἐποίησαν
摩西、亞倫這樣行;耶和華怎樣吩咐他們,他們就照樣行了。
Moses and Aaron did so. As Yahweh commanded them, so they did.
7:7
Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα Ααρων δὲ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντα τριῶν ἡνίκα ἐλάλησεν πρὸς Φαραω
摩西、亞倫與法老說話的時候,摩西八十歲,亞倫八十三歲。
Moses was eighty years old, and Aaron eighty-three years old, when they spoke to Pharaoh.
7:8
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων
耶和華曉諭摩西、亞倫說:
Yahweh spoke to Moses and to Aaron, saying,
7:9
καὶ ἐὰν λαλήσῃ πρὸς ὑμᾶς Φαραω λέγων δότε ἡμῖν σημεῖον τέρας καὶ ἐρεῖς Ααρων τῷ ἀδελφῷ σου λαβὲ τὴν ῥάβδον καὶ ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ ἔσται δράκων
「法老若對你們說:『你們行件奇事吧!』你就吩咐亞倫說:『把杖丟在法老面前,使杖變作蛇。』」
“When Pharaoh speaks to you, saying, ‘Perform a miracle!’ then you shall tell Aaron, ‘Take your rod, and cast it down before Pharaoh, and it will become a serpent.’”
7:10
εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ τῶν θεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως καθάπερ ἐνετείλατο αὐτοῖς κύριος καὶ ἔρριψεν Ααρων τὴν ῥάβδον ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ ἐγένετο δράκων
摩西、亞倫進去見法老,就照耶和華所吩咐的行。亞倫把杖丟在法老和臣僕面前,杖就變作蛇。
Moses and Aaron went in to Pharaoh, and they did so, as Yahweh had commanded. Aaron cast down his rod before Pharaoh and before his servants, and it became a serpent.
7:11
συνεκάλεσεν δὲ Φαραω τοὺς σοφιστὰς Αἰγύπτου καὶ τοὺς φαρμακούς καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως
於是法老召了博士和術士來;他們是埃及行法術的,也用邪術照樣而行。
Then Pharaoh also called for the wise men and the sorcerers. They also, the magicians of Egypt, did the same thing with their enchantments.
7:12
καὶ ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτοῦ καὶ ἐγένοντο δράκοντες καὶ κατέπιεν ῥάβδος Ααρων τὰς ἐκείνων ῥάβδους
他們各人丟下自己的杖,杖就變作蛇;但亞倫的杖吞了他們的杖。
For they each cast down their rods, and they became serpents; but Aaron’s rod swallowed up their rods.
7:13
καὶ κατίσχυσεν καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ ἐλάλησεν αὐτοῖς κύριος
法老心裏剛硬,不肯聽從摩西、亞倫,正如耶和華所說的。
Pharaoh’s heart was hardened, and he didn’t listen to them, as Yahweh had spoken.
7:14
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν βεβάρηται καρδία Φαραω τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαόν
耶和華對摩西說:「法老心裏固執,不肯容百姓去。
Yahweh said to Moses, “Pharaoh’s heart is stubborn. He refuses to let the people go.
7:15
βάδισον πρὸς Φαραω τὸ πρωί ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ καὶ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ καὶ τὴν ῥάβδον τὴν στραφεῖσαν εἰς ὄφιν λήμψῃ ἐν τῇ χειρί σου
明日早晨,他出來往水邊去,你要往河邊迎接他,手裏要拿着那變過蛇的杖,
Go to Pharaoh in the morning. Behold, he is going out to the water. You shall stand by the river’s bank to meet him. You shall take the rod which was turned to a serpent in your hand.
7:16
καὶ ἐρεῖς πρὸς αὐτόν κύριος θεὸς τῶν Εβραίων ἀπέσταλκέν με πρὸς σὲ λέγων ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσῃ ἐν τῇ ἐρήμῳ καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου
對他說:『耶和華-希伯來人的上帝打發我來見你,說:容我的百姓去,好在曠野事奉我。到如今你還是不聽。
You shall tell him, ‘Yahweh, the God of the Hebrews, has sent me to you, saying, “Let my people go, that they may serve me in the wilderness. Behold, until now you haven’t listened.”
7:17
τάδε λέγει κύριος ἐν τούτῳ γνώσῃ ὅτι ἐγὼ κύριος ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί μου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ καὶ μεταβαλεῖ εἰς αἷμα
耶和華這樣說:我要用我手裏的杖擊打河中的水,水就變作血;因此,你必知道我是耶和華。
Yahweh says, “In this you shall know that I am Yahweh. Behold: I will strike with the rod that is in my hand on the waters which are in the river, and they shall be turned to blood.
7:18
καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ τελευτήσουσιν καὶ ἐποζέσει ποταμός καὶ οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ
河裏的魚必死,河也要腥臭,埃及人就要厭惡吃這河裏的水。』」
The fish that are in the river will die and the river will become foul. The Egyptians will loathe to drink water from the river.”’”
7:19
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἰπὸν Ααρων τῷ ἀδελφῷ σου λαβὲ τὴν ῥάβδον σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἐπὶ τοὺς ποταμοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς ὕδωρ αὐτῶν καὶ ἔσται αἷμα καὶ ἐγένετο αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς λίθοις
耶和華曉諭摩西說:「你對亞倫說:『把你的杖伸在埃及所有的水以上,就是在他們的江、河、池、塘以上,叫水都變作血。在埃及遍地,無論在木器中,石器中,都必有血。』」
Yahweh said to Moses, “Tell Aaron, ‘Take your rod, and stretch out your hand over the waters of Egypt, over their rivers, over their streams, and over their pools, and over all their ponds of water, that they may become blood. There will be blood throughout all the land of Egypt, both in vessels of wood and in vessels of stone.’”
7:20
καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ Ααρων καθάπερ ἐνετείλατο αὐτοῖς κύριος καὶ ἐπάρας τῇ ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ καὶ μετέβαλεν πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταμῷ εἰς αἷμα
摩西、亞倫就照耶和華所吩咐的行。亞倫在法老和臣僕眼前舉杖擊打河裏的水,河裏的水都變作血了。
Moses and Aaron did so, as Yahweh commanded; and he lifted up the rod, and struck the waters that were in the river, in the sight of Pharaoh, and in the sight of his servants; and all the waters that were in the river were turned to blood.
7:21
καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταμῷ ἐτελεύτησαν καὶ ἐπώζεσεν ποταμός καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου
河裏的魚死了,河也腥臭了,埃及人就不能吃這河裏的水;埃及遍地都有了血。
The fish that were in the river died. The river became foul. The Egyptians couldn’t drink water from the river. The blood was throughout all the land of Egypt.
7:22
ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν καὶ ἐσκληρύνθη καρδία Φαραω καὶ οὐκ εἰσήκουσεν αὐτῶν καθάπερ εἶπεν κύριος
埃及行法術的,也用邪術照樣而行。法老心裏剛硬,不肯聽摩西、亞倫,正如耶和華所說的。
The magicians of Egypt did the same thing with their enchantments. So Pharaoh’s heart was hardened, and he didn’t listen to them, as Yahweh had spoken.
7:23
ἐπιστραφεὶς δὲ Φαραω εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ οὐκ ἐπέστησεν τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳ
法老轉身進宮,也不把這事放在心上。
Pharaoh turned and went into his house, and he didn’t even take this to heart.
7:24
ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταμοῦ ὥστε πιεῖν ὕδωρ καὶ οὐκ ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταμοῦ
埃及人都在河的兩邊挖地,要得水喝,因為他們不能喝這河裏的水。
All the Egyptians dug around the river for water to drink; for they couldn’t drink the river water.
7:25
καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡμέραι μετὰ τὸ πατάξαι κύριον τὸν ποταμόν
耶和華擊打河以後滿了七天。
Seven days were fulfilled, after Yahweh had struck the river.
7:26
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν εἴσελθε πρὸς Φαραω καὶ ἐρεῖς πρὸς αὐτόν τάδε λέγει κύριος ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύσωσιν
耶和華擊打河以後滿了七天。
Seven days were fulfilled, after Yahweh had struck the river.
7:27
εἰ δὲ μὴ βούλει σὺ ἐξαποστεῖλαι ἰδοὺ ἐγὼ τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις
耶和華擊打河以後滿了七天。
Seven days were fulfilled, after Yahweh had struck the river.
7:28
καὶ ἐξερεύξεται ποταμὸς βατράχους καὶ ἀναβάντες εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταμίεια τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου καὶ ἐν τοῖς φυράμασίν σου καὶ ἐν τοῖς κλιβάνοις σου
耶和華擊打河以後滿了七天。
Seven days were fulfilled, after Yahweh had struck the river.
7:29
καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ βάτραχοι
耶和華擊打河以後滿了七天。
Seven days were fulfilled, after Yahweh had struck the river.
← 第 6 章第 8 章 →
12345678910111213141516171819202122232425262728293031323334353637383940