← 回書卷目次 · 七十士譯本 › 出埃及記
True
出埃及記 第 37 章 希臘文原文.21 節.部分字詞可點開查義
← 第 36 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 13 章 第 14 章 第 15 章 第 16 章 第 17 章 第 18 章 第 19 章 第 20 章 第 21 章 第 22 章 第 23 章 第 24 章 第 25 章 第 26 章 第 27 章 第 28 章 第 29 章 第 30 章 第 31 章 第 32 章 第 33 章 第 34 章 第 35 章 第 36 章 第 37 章 第 38 章 第 39 章 第 40 章 第 38 章 → 📖 這一章另有 3 種原文 ——
並排對照 (希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註 。原形主要取自同語言其他書卷的逐詞標註 (不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯 ,直接譯自本頁的原文 (非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
⏮ ▶ 播放整章 原文誦讀(本站合成語音) –:–– 速度0.75× 1× 1.25× 1.5× 下載 mp3 37:1▷ ⧉ ⤴︎
καὶ ἐποίησαν τῇ σκηνῇ δέκα αὐλαίας
他們為帳幕作了十幅幔子。
And they made ten curtains for the tent.
37:2▷ ⧉ ⤴︎
ὀκτὼ καὶ εἴκοσι πήχεων μῆκος τῆς αὐλαίας τῆς μιᾶς τὸ αὐτὸ ἦσαν πᾶσαι καὶ τεσσάρων πηχῶν τὸ εὖρος τῆς αὐλαίας τῆς μιᾶς
每一幅幔子長二十八肘,眾幔子都是一樣;每一幅幔子寬四肘。
twenty-eight cubits was the length of each curtain, all of them were the same, and four cubits the breadth of each curtain.
37:3▷ ⧉ ⤴︎
καὶ ἐποίησαν τὸ καταπέτασμα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης ἔργον ὑφάντου χερουβιμ
他們用藍色線、紫色線、紡成的朱紅色線和撚成的細麻作了幔子,是織匠的工,上面有基路伯。
And they made the veil of blue and purple and spun scarlet and twisted fine linen, the work of a weaver, with cherubim.
37:4▷ ⧉ ⤴︎
καὶ ἐπέθηκαν αὐτὸ ἐπὶ τέσσαρας στύλους ἀσήπτους κατακεχρυσωμένους ἐν χρυσίῳ καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ
他們把幔子掛在四根不朽壞之木作的柱子上,柱子用金包裹;柱頂是金的,柱子的四個座是銀的。
And they placed it on four pillars of incorruptible wood overlaid with gold; and their capitals were of gold, and their four bases of silver.
37:5▷ ⧉ ⤴︎
καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης ἔργον ὑφάντου χερουβιμ
他們又用藍色線、紫色線、紡成的朱紅色線和撚成的細麻,作了見證帳幕門口的簾子,是織匠的工,上面有基路伯。
And they made the veil for the door of the tent of testimony, of blue and purple and spun scarlet and twisted fine linen, the work of a weaver, with cherubim.
37:6▷ ⧉ ⤴︎
καὶ τοὺς στύλους αὐτοῦ πέντε καὶ τοὺς κρίκους καὶ τὰς κεφαλίδας αὐτῶν καὶ τὰς ψαλίδας αὐτῶν κατεχρύσωσαν χρυσίῳ καὶ αἱ βάσεις αὐτῶν πέντε χαλκαῖ
又把它的五根柱子、柱子的環、柱頂和連接的橫桿都用金包裹;柱子的五個座是銅的。
And its five pillars, and the rings, and their capitals, and their fastenings they overlaid with gold; and their five bases were of bronze.
37:7▷ ⧉ ⤴︎
καὶ ἐποίησαν τὴν αὐλήν τὰ πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης ἑκατὸν ἐφ’ ἑκατόν
他們又作了院子。向南的那一面,院子的帷子是用撚成的細麻作的,一百肘連一百肘;
And they made the court: on the south side, the hangings of the court of twisted fine linen, a hundred by a hundred;
37:8▷ ⧉ ⤴︎
καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι καὶ αἱ βάσεις αὐτῶν εἴκοσι
帷子的柱子有二十根,座也有二十個。
and their pillars were twenty, and their bases twenty.
37:9▷ ⧉ ⤴︎
καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν ἑκατὸν ἐφ’ ἑκατόν καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι καὶ αἱ βάσεις αὐτῶν εἴκοσι
向北的那一邊也是一百肘連一百肘,柱子二十根,座二十個。
And the side toward the north was a hundred by a hundred, and their pillars twenty and their bases twenty.
37:10▷ ⧉ ⤴︎
καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων στῦλοι αὐτῶν δέκα καὶ αἱ βάσεις αὐτῶν δέκα
向海的那一邊有幔子五十肘,柱子十根,座十個。
And the side toward the sea: curtains of fifty cubits, their pillars ten and their bases ten.
37:11▷ ⧉ ⤴︎
καὶ τὸ κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων
向東的那一邊是五十肘。
And the side toward the east was fifty cubits.
37:12▷ ⧉ ⤴︎
ἱστία πεντεκαίδεκα πήχεων τὸ κατὰ νώτου καὶ οἱ στῦλοι αὐτῶν τρεῖς καὶ αἱ βάσεις αὐτῶν τρεῖς
一邊的帷子是十五肘,柱子三根,座三個;
hangings of fifteen cubits on the one side, and their pillars three and their bases three;
37:13▷ ⧉ ⤴︎
καὶ ἐπὶ τοῦ νώτου τοῦ δευτέρου ἔνθεν καὶ ἔνθεν κατὰ τὴν πύλην τῆς αὐλῆς αὐλαῖαι πεντεκαίδεκα πήχεων καὶ οἱ στῦλοι αὐτῶν τρεῖς καὶ αἱ βάσεις αὐτῶν τρεῖς
在第二邊,就是院子門口這邊那邊,有幔子十五肘,柱子三根,座三個。
and on the second side, on this side and on that, at the gate of the court: curtains of fifteen cubits, and their pillars three and their bases three.
37:14▷ ⧉ ⤴︎
πᾶσαι αἱ αὐλαῖαι τῆς αὐλῆς ἐκ βύσσου κεκλωσμένης
院子的一切幔子都是用撚成的細麻作的。
All the curtains of the court were of twisted fine linen.
37:15▷ ⧉ ⤴︎
καὶ αἱ βάσεις τῶν στύλων χαλκαῖ καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ καὶ οἱ στῦλοι περιηργυρωμένοι ἀργυρίῳ πάντες οἱ στῦλοι τῆς αὐλῆς
柱子的座是銅的,柱子的鉤是銀的,柱頂是用銀包裹的,柱子也是用銀包裹的;院子的一切柱子都是如此。
And the bases of the pillars were of bronze, and their hooks of silver, and their capitals overlaid round about with silver, and the pillars overlaid round about with silver: all the pillars of the court.
37:16▷ ⧉ ⤴︎
καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς ἔργον ποικιλτοῦ ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης εἴκοσι πήχεων τὸ μῆκος καὶ τὸ ὕψος καὶ τὸ εὖρος πέντε πήχεων ἐξισούμενον τοῖς ἱστίοις τῆς αὐλῆς
院子門口的簾子是刺繡的工,用藍色線、紫色線、紡成的朱紅色線和撚成的細麻作的;長二十肘,高和寬都是五肘,與院子的帷子相等。
And the screen of the gate of the court was the work of an embroiderer, of blue and purple and spun scarlet and twisted fine linen: twenty cubits in length, and in height and in breadth five cubits, matching the hangings of the court.
37:17▷ ⧉ ⤴︎
καὶ οἱ στῦλοι αὐτῶν τέσσαρες καὶ αἱ βάσεις αὐτῶν τέσσαρες χαλκαῖ καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωμέναι ἀργυρίῳ
柱子四根,座四個,都是銅的;柱子的鉤是銀的,柱頂是用銀包裹的。
And their pillars were four and their bases four, of bronze; and their hooks of silver, and their capitals overlaid with silver.
37:18▷ ⧉ ⤴︎
καὶ αὐτοὶ περιηργυρωμένοι ἀργυρίῳ καὶ πάντες οἱ πάσσαλοι τῆς αὐλῆς κύκλῳ χαλκοῖ
柱子本身也是用銀包裹的;院子四圍的一切橛子都是銅的。
And they themselves were overlaid with silver; and all the pegs of the court round about were of bronze.
37:19▷ ⧉ ⤴︎
καὶ αὕτη ἡ σύνταξις τῆς σκηνῆς τοῦ μαρτυρίου καθὰ συνετάγη Μωυσῇ τὴν λειτουργίαν εἶναι τῶν Λευιτῶν διὰ Ιθαμαρ τοῦ υἱοῦ Ααρων τοῦ ἱερέως
這就是見證帳幕的規制,是照著所吩咐摩西的;利未人的事奉要藉著祭司亞倫的兒子以他瑪辦理。
And this is the arrangement of the tent of testimony, as was ordered to Moses, that the ministry should be that of the Levites through Ithamar the son of Aaron the priest.
37:20▷ ⧉ ⤴︎
καὶ Βεσελεηλ ὁ τοῦ Ουριου ἐκ φυλῆς Ιουδα ἐποίησεν καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ
猶大支派中烏利的兒子比撒列,照著主吩咐摩西的作了;
And Beseleel the son of Ourias, of the tribe of Iouda, did as the Lord ordered Moses.
37:21▷ ⧉ ⤴︎
καὶ Ελιαβ ὁ τοῦ Αχισαμακ ἐκ τῆς φυλῆς Δαν ὃς ἠρχιτεκτόνησεν τὰ ὑφαντὰ καὶ τὰ ῥαφιδευτὰ καὶ ποικιλτικὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ
還有但支派中亞希撒抹的兒子以利押,他是織成之物、針繡之物和刺繡之工的匠師,能用朱紅色線和細麻織造。
And Eliab the son of Achisamach, of the tribe of Dan, who was master craftsman of the woven works and the needlework and the embroidery, to weave with the scarlet and the fine linen.
← 第 36 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 13 章 第 14 章 第 15 章 第 16 章 第 17 章 第 18 章 第 19 章 第 20 章 第 21 章 第 22 章 第 23 章 第 24 章 第 25 章 第 26 章 第 27 章 第 28 章 第 29 章 第 30 章 第 31 章 第 32 章 第 33 章 第 34 章 第 35 章 第 36 章 第 37 章 第 38 章 第 39 章 第 40 章 第 38 章 → 新的原文誦讀上線時通知我 每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。
訂閱