📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 出埃及記

出埃及記 第 21 章

希臘文原文.37 節.部分字詞可點開查義

← 第 20 章第 22 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
21:1
καὶ ταῦτα τὰ δικαιώματα παραθήσεις ἐνώπιον αὐτῶν
「你在百姓面前所要立的典章是這樣:
“Now these are the ordinances which you shall set before them:
21:2
ἐὰν κτήσῃ παῖδα Εβραῖον ἓξ ἔτη δουλεύσει σοι τῷ δὲ ἑβδόμῳ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν
你若買希伯來人作奴僕,他必服事你六年;第七年他可以自由,白白地出去。
“If you buy a Hebrew servant, he shall serve six years, and in the seventh he shall go out free without paying anything.
21:3
ἐὰν αὐτὸς μόνος εἰσέλθῃ καὶ μόνος ἐξελεύσεται ἐὰν δὲ γυνὴ συνεισέλθῃ μετ’ αὐτοῦ ἐξελεύσεται καὶ γυνὴ μετ’ αὐτοῦ
他若孤身來就可以孤身去;他若有妻,他的妻就可以同他出去。
If he comes in by himself, he shall go out by himself. If he is married, then his wife shall go out with him.
21:4
ἐὰν δὲ κύριος δῷ αὐτῷ γυναῖκα καὶ τέκῃ αὐτῷ υἱοὺς θυγατέρας γυνὴ καὶ τὰ παιδία ἔσται τῷ κυρίῳ αὐτοῦ αὐτὸς δὲ μόνος ἐξελεύσεται
他主人若給他妻子,妻子給他生了兒子或女兒,妻子和兒女要歸主人,他要獨自出去。
If his master gives him a wife and she bears him sons or daughters, the wife and her children shall be her master’s, and he shall go out by himself.
21:5
ἐὰν δὲ ἀποκριθεὶς εἴπῃ παῖς ἠγάπηκα τὸν κύριόν μου καὶ τὴν γυναῖκα καὶ τὰ παιδία οὐκ ἀποτρέχω ἐλεύθερος
倘或奴僕明說:『我愛我的主人和我的妻子兒女,不願意自由出去。』
But if the servant shall plainly say, ‘I love my master, my wife, and my children. I will not go out free;’
21:6
προσάξει αὐτὸν κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ θεοῦ καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν θύραν ἐπὶ τὸν σταθμόν καὶ τρυπήσει αὐτοῦ κύριος τὸ οὖς τῷ ὀπητίῳ καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα
他的主人就要帶他到審判官 那裏,又要帶他到門前,靠近門框,用錐子穿他的耳朵,他就永遠服事主人。
then his master shall bring him to God, and shall bring him to the door or to the doorpost, and his master shall bore his ear through with an awl, and he shall serve him forever.
21:7
ἐὰν δέ τις ἀποδῶται τὴν ἑαυτοῦ θυγατέρα οἰκέτιν οὐκ ἀπελεύσεται ὥσπερ ἀποτρέχουσιν αἱ δοῦλαι
「人若賣女兒作婢女,婢女不可像男僕那樣出去。
“If a man sells his daughter to be a female servant, she shall not go out as the male servants do.
21:8
ἐὰν μὴ εὐαρεστήσῃ τῷ κυρίῳ αὐτῆς ἣν αὑτῷ καθωμολογήσατο ἀπολυτρώσει αὐτήν ἔθνει δὲ ἀλλοτρίῳ οὐ κύριός ἐστιν πωλεῖν αὐτήν ὅτι ἠθέτησεν ἐν αὐτῇ
主人選定她歸自己,若不喜歡她,就要許她贖身;主人既然用詭詐待她,就沒有權柄賣給外邦人。
If she doesn’t please her master, who has married her to himself, then he shall let her be redeemed. He shall have no right to sell her to a foreign people, since he has dealt deceitfully with her.
21:9
ἐὰν δὲ τῷ υἱῷ καθομολογήσηται αὐτήν κατὰ τὸ δικαίωμα τῶν θυγατέρων ποιήσει αὐτῇ
主人若選定她給自己的兒子,就當待她如同女兒。
If he marries her to his son, he shall deal with her as a daughter.
21:10
ἐὰν δὲ ἄλλην λάβῃ ἑαυτῷ τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτῆς οὐκ ἀποστερήσει
若另娶一個,那女子的吃食、衣服,並好合的事,仍不可減少。
If he takes another wife to himself, he shall not diminish her food, her clothing, and her marital rights.
21:11
ἐὰν δὲ τὰ τρία ταῦτα μὴ ποιήσῃ αὐτῇ ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου
若不向她行這三樣,她就可以不用錢贖,白白地出去。」
If he doesn’t do these three things for her, she may go free without paying any money.
21:12
ἐὰν δὲ πατάξῃ τίς τινα καὶ ἀποθάνῃ θανάτῳ θανατούσθω
「打人以致打死的,必要把他治死。
“One who strikes a man so that he dies shall surely be put to death,
21:13
δὲ οὐχ ἑκών ἀλλὰ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ φονεύσας
人若不是埋伏着殺人,乃是上帝交在他手中,我就設下一個地方,他可以往那裏逃跑。
but not if it is unintentional, but God allows it to happen; then I will appoint you a place where he shall flee.
21:14
ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ ἀπὸ τοῦ θυσιαστηρίου μου λήμψῃ αὐτὸν θανατῶσαι
人若任意用詭計殺了他的鄰舍,就是逃到我的壇那裏,也當捉去把他治死。
If a man schemes and comes presumptuously on his neighbor to kill him, you shall take him from my altar, that he may die.
21:15
ὃς τύπτει πατέρα αὐτοῦ μητέρα αὐτοῦ θανάτῳ θανατούσθω
「打父母的,必要把他治死。
“Anyone who attacks his father or his mother shall be surely put to death.
21:16
κακολογῶν πατέρα αὐτοῦ μητέρα αὐτοῦ τελευτήσει θανάτῳ
「拐帶人口,或是把人賣了,或是留在他手下,必要把他治死。
“Anyone who kidnaps someone and sells him, or if he is found in his hand, he shall surely be put to death.
21:17
ὃς ἐὰν κλέψῃ τίς τινα τῶν υἱῶν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται καὶ εὑρεθῇ ἐν αὐτῷ θανάτῳ τελευτάτω
「咒罵父母的,必要把他治死。
“Anyone who curses his father or his mother shall surely be put to death.
21:18
ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες καὶ πατάξῃ τις τὸν πλησίον λίθῳ πυγμῇ καὶ μὴ ἀποθάνῃ κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην
「人若彼此相爭,這個用石頭或是拳頭打那個,尚且不至於死,不過躺臥在床,
“If men quarrel and one strikes the other with a stone, or with his fist, and he doesn’t die, but is confined to bed;
21:19
ἐὰν ἐξαναστὰς ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου ἀθῷος ἔσται πατάξας πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτείσει καὶ τὰ ἰατρεῖα
若再能起來扶杖而出,那打他的可算無罪;但要將他耽誤的工夫用錢賠補,並要將他全然醫好。
if he rises again and walks around with his staff, then he who struck him shall be cleared; only he shall pay for the loss of his time, and shall provide for his healing until he is thoroughly healed.
21:20
ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ δίκῃ ἐκδικηθήτω
「人若用棍子打奴僕或婢女,立時死在他的手下,他必要受刑。
“If a man strikes his servant or his maid with a rod, and he dies under his hand, the man shall surely be punished.
21:21
ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν δύο οὐκ ἐκδικηθήσεται τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν
若過一兩天才死,就可以不受刑,因為是用錢買的。
Notwithstanding, if his servant gets up after a day or two, he shall not be punished, for the servant is his property.
21:22
ἐὰν δὲ μάχωνται δύο ἄνδρες καὶ πατάξωσιν γυναῖκα ἐν γαστρὶ ἔχουσαν καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον ἐπιζήμιον ζημιωθήσεται καθότι ἂν ἐπιβάλῃ ἀνὴρ τῆς γυναικός δώσει μετὰ ἀξιώματος
「人若彼此爭鬥,傷害有孕的婦人,甚至墜胎,隨後卻無別害,那傷害她的,總要按婦人的丈夫所要的,照審判官所斷的,受罰。
“If men fight and hurt a pregnant woman so that she gives birth prematurely, and yet no harm follows, he shall be surely fined as much as the woman’s husband demands and the judges allow.
21:23
ἐὰν δὲ ἐξεικονισμένον ἦν δώσει ψυχὴν ἀντὶ ψυχῆς
若有別害,就要以命償命,
But if any harm follows, then you must take life for life,
21:24
ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ὀδόντα ἀντὶ ὀδόντος χεῖρα ἀντὶ χειρός πόδα ἀντὶ ποδός
以眼還眼,以牙還牙,以手還手,以腳還腳,
eye for eye, tooth for tooth, hand for hand, foot for foot,
21:25
κατάκαυμα ἀντὶ κατακαύματος τραῦμα ἀντὶ τραύματος μώλωπα ἀντὶ μώλωπος
以烙還烙,以傷還傷,以打還打。
burning for burning, wound for wound, and bruise for bruise.
21:26
ἐὰν δέ τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ καὶ ἐκτυφλώσῃ ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν
「人若打壞了他奴僕或是婢女的一隻眼,就要因他的眼放他去得以自由。
“If a man strikes his servant’s eye, or his maid’s eye, and destroys it, he shall let him go free for his eye’s sake.
21:27
ἐὰν δὲ τὸν ὀδόντα τοῦ οἰκέτου τὸν ὀδόντα τῆς θεραπαίνης αὐτοῦ ἐκκόψῃ ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀδόντος αὐτῶν
若打掉了他奴僕或是婢女的一個牙,就要因他的牙放他去得以自由。」
If he strikes out his male servant’s tooth, or his female servant’s tooth, he shall let the servant go free for his tooth’s sake.
21:28
ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα γυναῖκα καὶ ἀποθάνῃ λίθοις λιθοβοληθήσεται ταῦρος καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ δὲ κύριος τοῦ ταύρου ἀθῷος ἔσται
「牛若觸死男人或是女人,總要用石頭打死那牛,卻不可吃牠的肉;牛的主人可算無罪。
“If a bull gores a man or a woman to death, the bull shall surely be stoned, and its meat shall not be eaten; but the owner of the bull shall not be held responsible.
21:29
ἐὰν δὲ ταῦρος κερατιστὴς πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης καὶ διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ καὶ μὴ ἀφανίσῃ αὐτόν ἀνέλῃ δὲ ἄνδρα γυναῖκα ταῦρος λιθοβοληθήσεται καὶ κύριος αὐτοῦ προσαποθανεῖται
倘若那牛素來是觸人的,有人報告了牛主,他竟不把牛拴着,以致把男人或是女人觸死,就要用石頭打死那牛,牛主也必治死。
But if the bull had a habit of goring in the past, and this has been testified to its owner, and he has not kept it in, but it has killed a man or a woman, the bull shall be stoned, and its owner shall also be put to death.
21:30
ἐὰν δὲ λύτρα ἐπιβληθῇ αὐτῷ δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῷ
若罰他贖命的價銀,他必照所罰的贖他的命。
If a ransom is imposed on him, then he shall give for the redemption of his life whatever is imposed.
21:31
ἐὰν δὲ υἱὸν θυγατέρα κερατίσῃ κατὰ τὸ δικαίωμα τοῦτο ποιήσουσιν αὐτῷ
牛無論觸了人的兒子或是女兒,必照這例辦理。
Whether it has gored a son or has gored a daughter, according to this judgment it shall be done to him.
21:32
ἐὰν δὲ παῖδα κερατίσῃ ταῦρος παιδίσκην ἀργυρίου τριάκοντα δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν καὶ ταῦρος λιθοβοληθήσεται
牛若觸了奴僕或是婢女,必將銀子三十舍客勒給他們的主人,也要用石頭把牛打死。
If the bull gores a male servant or a female servant, thirty shekels of silver shall be given to their master, and the ox shall be stoned.
21:33
ἐὰν δέ τις ἀνοίξῃ λάκκον λατομήσῃ λάκκον καὶ μὴ καλύψῃ αὐτόν καὶ ἐμπέσῃ ἐκεῖ μόσχος ὄνος
「人若敞着井口,或挖井不遮蓋,有牛或驢掉在裏頭,
“If a man opens a pit, or if a man digs a pit and doesn’t cover it, and a bull or a donkey falls into it,
21:34
κύριος τοῦ λάκκου ἀποτείσει ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται
井主要拿錢賠還本主人,死牲畜要歸自己。
the owner of the pit shall make it good. He shall give money to its owner, and the dead animal shall be his.
21:35
ἐὰν δὲ κερατίσῃ τινὸς ταῦρος τὸν ταῦρον τοῦ πλησίον καὶ τελευτήσῃ ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται
「這人的牛若傷了那人的牛,以至於死,他們要賣了活牛,平分價值,也要平分死牛。
“If one man’s bull injures another’s, so that it dies, then they shall sell the live bull, and divide its price; and they shall also divide the dead animal.
21:36
ἐὰν δὲ γνωρίζηται ταῦρος ὅτι κερατιστής ἐστιν πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης ἡμέρας καὶ διαμεμαρτυρημένοι ὦσιν τῷ κυρίῳ αὐτοῦ καὶ μὴ ἀφανίσῃ αὐτόν ἀποτείσει ταῦρον ἀντὶ ταύρου δὲ τετελευτηκὼς αὐτῷ ἔσται
人若知道這牛素來是觸人的,主人竟不把牛拴着,他必要以牛還牛,死牛要歸自己。」
Or if it is known that the bull was in the habit of goring in the past, and its owner has not kept it in, he shall surely pay bull for bull, and the dead animal shall be his own.
21:37
ἐὰν δέ τις κλέψῃ μόσχον πρόβατον καὶ σφάξῃ αὐτὸ ἀποδῶται πέντε μόσχους ἀποτείσει ἀντὶ τοῦ μόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου
人若知道這牛素來是觸人的,主人竟不把牛拴着,他必要以牛還牛,死牛要歸自己。」
Or if it is known that the bull was in the habit of goring in the past, and its owner has not kept it in, he shall surely pay bull for bull, and the dead animal shall be his own.
← 第 20 章第 22 章 →
12345678910111213141516171819202122232425262728293031323334353637383940