📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 耶利米書

耶利米書 第 23 章

希臘文原文.40 節.部分字詞可點開查義

← 第 22 章第 24 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
23:1
οἱ ποιμένες οἱ διασκορπίζοντες καὶ ἀπολλύοντες τὰ πρόβατα τῆς νομῆς μου
耶和華說:「那些殘害、趕散我草場之羊的牧人有禍了!」
“Woe to the shepherds who destroy and scatter the sheep of my pasture!” says Yahweh.
23:2
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασθε αὐτά ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ’ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν
耶和華-以色列的上帝斥責那些牧養他百姓的牧人,如此說:「你們趕散我的羊群,並沒有看顧他們;我必討你們這行惡的罪。這是耶和華說的。
Therefore Yahweh, the God of Israel, says against the shepherds who feed my people: “You have scattered my flock, driven them away, and have not visited them. Behold, I will visit on you the evil of your doings,” says Yahweh.
23:3
καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἀπὸ πάσης τῆς γῆς οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν καὶ αὐξηθήσονται καὶ πληθυνθήσονται
我要將我羊群中所餘剩的,從我趕他們到的各國內招聚出來,領他們歸回本圈;他們也必生養眾多。
“I will gather the remnant of my flock out of all the countries where I have driven them, and will bring them again to their folds; and they will be fruitful and multiply.
23:4
καὶ ἀναστήσω αὐτοῖς ποιμένας οἳ ποιμανοῦσιν αὐτούς καὶ οὐ φοβηθήσονται ἔτι οὐδὲ πτοηθήσονται λέγει κύριος
我必設立照管他們的牧人,牧養他們。他們不再懼怕,不再驚惶,也不缺少一個;這是耶和華說的。」
I will set up shepherds over them who will feed them. They will no longer be afraid or dismayed, neither will any be lacking,” says Yahweh.
23:5
ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἀναστήσω τῷ Δαυιδ ἀνατολὴν δικαίαν καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς
耶和華說:「日子將到,我要給大衛興起一個公義的苗裔;他必掌王權,行事有智慧,在地上施行公平和公義。
“Behold, the days come,” says Yahweh, “that I will raise to David a righteous Branch; and he will reign as king and deal wisely, and will execute justice and righteousness in the land.
23:6
ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται Ιουδας καὶ Ισραηλ κατασκηνώσει πεποιθώς καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ καλέσει αὐτὸν κύριος Ιωσεδεκ
在他的日子,猶大必得救,以色列也安然居住。他的名必稱為『耶和華-我們的義』。」
In his days Judah will be saved, and Israel will dwell safely. This is his name by which he will be called: Yahweh our righteousness.
23:7
διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ οὐκ ἐροῦσιν ἔτι ζῇ κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ισραηλ ἐκ γῆς Αἰγύπτου
耶和華說:「日子將到,人必不再指着那領以色列人從埃及地上來永生的耶和華起誓,
“Therefore, behold, the days come,” says Yahweh, “that they will no more say, ‘As Yahweh lives, who brought up the children of Israel out of the land of Egypt;’
23:8
ἀλλά ζῇ κύριος ὃς συνήγαγεν ἅπαν τὸ σπέρμα Ισραηλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν οὗ ἐξῶσεν αὐτοὺς ἐκεῖ καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν
卻要指着那領以色列家的後裔從北方和趕他們到的各國中上來、永生的耶和華起誓。他們必住在本地。」
but, ‘As Yahweh lives, who brought up and who led the offspring of the house of Israel out of the north country, and from all the countries where I had driven them.’ Then they will dwell in their own land.”
23:9
ἐν τοῖς προφήταις συνετρίβη καρδία μου ἐν ἐμοὶ ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ οἴνου ἀπὸ προσώπου κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ
論到那些先知, 我心在我裏面憂傷, 我骨頭都發顫; 因耶和華和他的聖言, 我像醉酒的人, 像被酒所勝的人。
Concerning the prophets: My heart within me is broken. All my bones shake. I am like a drunken man, and like a man whom wine has overcome, because of Yahweh, and because of his holy words.
23:10
ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν γῆ ἐξηράνθησαν αἱ νομαὶ τῆς ἐρήμου καὶ ἐγένετο δρόμος αὐτῶν πονηρὸς καὶ ἰσχὺς αὐτῶν οὐχ οὕτως
地滿了行淫的人! 因妄自賭咒,地就悲哀; 曠野的草場都枯乾了。 他們所行的道乃是惡的; 他們的勇力使得不正。
“For the land is full of adulterers; for because of the curse the land mourns. The pastures of the wilderness have dried up. Their course is evil, and their might is not right;
23:11
ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν
連先知帶祭司都是褻瀆的, 就是在我殿中我也看見他們的惡。 這是耶和華說的。
for both prophet and priest are profane. Yes, in my house I have found their wickedness,” says Yahweh.
23:12
διὰ τοῦτο γενέσθω ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ καὶ ὑποσκελισθήσονται καὶ πεσοῦνται ἐν αὐτῇ διότι ἐπάξω ἐπ’ αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν φησὶν κύριος
因此,他們的道路必像黑暗中的滑地, 他們必被追趕,在這路中仆倒; 因為當追討之年, 我必使災禍臨到他們。 這是耶和華說的。
Therefore their way will be to them as slippery places in the darkness. They will be driven on, and fall therein; for I will bring evil on them, even the year of their visitation,” says Yahweh.
23:13
καὶ ἐν τοῖς προφήταις Σαμαρείας εἶδον ἀνομήματα ἐπροφήτευσαν διὰ τῆς Βααλ καὶ ἐπλάνησαν τὸν λαόν μου Ισραηλ
我在撒馬利亞的先知中曾見愚妄; 他們藉巴力說預言, 使我的百姓以色列走錯了路。
“I have seen folly in the prophets of Samaria. They prophesied by Baal, and caused my people Israel to err.
23:14
καὶ ἐν τοῖς προφήταις Ιερουσαλημ ἑώρακα φρικτά μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πονηρῶν τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς ἐγενήθησάν μοι πάντες ὡς Σοδομα καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γομορρα
我在耶路撒冷的先知中曾見可憎惡的事; 他們行姦淫,做事虛妄, 又堅固惡人的手, 甚至無人回頭離開他的惡。 他們在我面前都像所多瑪; 耶路撒冷的居民都像蛾摩拉。
In the prophets of Jerusalem I have also seen a horrible thing: they commit adultery and walk in lies. They strengthen the hands of evildoers, so that no one returns from his wickedness. They have all become to me as Sodom, and its inhabitants as Gomorrah.”
23:15
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρόν ὅτι ἀπὸ τῶν προφητῶν Ιερουσαλημ ἐξῆλθεν μολυσμὸς πάσῃ τῇ γῇ
所以萬軍之耶和華論到先知如此說: 我必將茵蔯給他們吃, 又將苦膽水給他們喝; 因為褻瀆的事出於耶路撒冷的先知,流行遍地。
Therefore Yahweh of Armies says concerning the prophets: “Behold, I will feed them with wormwood, and make them drink poisoned water; for from the prophets of Jerusalem ungodliness has gone out into all the land.”
23:16
οὕτως λέγει κύριος παντοκράτωρ μὴ ἀκούετε τοὺς λόγους τῶν προφητῶν ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν ἀπὸ καρδίας αὐτῶν λαλοῦσιν καὶ οὐκ ἀπὸ στόματος κυρίου
萬軍之耶和華如此說:「這些先知向你們說預言,你們不要聽他們的話。他們以虛空教訓你們,所說的異象是出於自己的心,不是出於耶和華的口。
Yahweh of Armies says, “Don’t listen to the words of the prophets who prophesy to you. They teach you vanity. They speak a vision of their own heart, and not out of the mouth of Yahweh.
23:17
λέγουσιν τοῖς ἀπωθουμένοις τὸν λόγον κυρίου εἰρήνη ἔσται ὑμῖν καὶ πᾶσιν τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ εἶπαν οὐχ ἥξει ἐπὶ σὲ κακά
他們常對藐視我的人說:『耶和華說:你們必享平安』;又對一切按自己頑梗之心而行的人說:『必沒有災禍臨到你們。』」
They say continually to those who despise me, ‘Yahweh has said, “You will have peace;”’ and to everyone who walks in the stubbornness of his own heart they say, ‘No evil will come on you.’
23:18
ὅτι τίς ἔστη ἐν ὑποστήματι κυρίου καὶ εἶδεν τὸν λόγον αὐτοῦ τίς ἐνωτίσατο καὶ ἤκουσεν
有誰站在耶和華的會中 得以聽見並會悟他的話呢? 有誰留心聽他的話呢?
For who has stood in the council of Yahweh, that he should perceive and hear his word? Who has listened to my word, and heard it?
23:19
ἰδοὺ σεισμὸς παρὰ κυρίου καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμόν συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει
看哪!耶和華的忿怒 好像暴風,已經發出; 是暴烈的旋風, 必轉到惡人的頭上。
Behold, Yahweh’s storm, his wrath, has gone out. Yes, a whirling storm! It will burst on the head of the wicked.
23:20
καὶ οὐκέτι ἀποστρέψει θυμὸς κυρίου ἕως ἂν ποιήσῃ αὐτὸ καὶ ἕως ἂν ἀναστήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτά
耶和華的怒氣必不轉消, 直到他心中所擬定的成就了。 末後的日子你們要全然明白。
Yahweh’s anger will not return until he has executed and performed the intents of his heart. In the latter days, you will understand it perfectly.
23:21
οὐκ ἀπέστελλον τοὺς προφήτας καὶ αὐτοὶ ἔτρεχον οὐκ ἐλάλησα πρὸς αὐτούς καὶ αὐτοὶ ἐπροφήτευον
我沒有打發那些先知, 他們竟自奔跑; 我沒有對他們說話, 他們竟自預言。
I didn’t send these prophets, yet they ran. I didn’t speak to them, yet they prophesied.
23:22
καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ εἰσήκουσαν τῶν λόγων μου καὶ τὸν λαόν μου ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν
他們若是站在我的會中, 就必使我的百姓聽我的話, 又使他們回頭離開惡道和他們所行的惡。
But if they had stood in my council, then they would have caused my people to hear my words, and would have turned them from their evil way, and from the evil of their doings.
23:23
θεὸς ἐγγίζων ἐγώ εἰμι λέγει κύριος καὶ οὐχὶ θεὸς πόρρωθεν
耶和華說:「我豈為近處的上帝呢?不也為遠處的上帝嗎?」
“Am I a God at hand,” says Yahweh, “and not a God afar off?
23:24
εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφαίοις καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ λέγει κύριος
耶和華說:「人豈能在隱密處藏身,使我看不見他呢?」耶和華說:「我豈不充滿天地嗎?
Can anyone hide himself in secret places so that I can’t see him?” says Yahweh. “Don’t I fill heaven and earth?” says Yahweh.
23:25
ἤκουσα λαλοῦσιν οἱ προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου ψευδῆ λέγοντες ἠνυπνιασάμην ἐνύπνιον
我已聽見那些先知所說的,就是託我名說的假預言,他們說:『我做了夢!我做了夢!』
“I have heard what the prophets have said, who prophesy lies in my name, saying, ‘I had a dream! I had a dream!’
23:26
ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προφητῶν τῶν προφητευόντων ψευδῆ καὶ ἐν τῷ προφητεύειν αὐτοὺς τὰ θελήματα καρδίας αὐτῶν
說假預言的先知,就是預言本心詭詐的先知,他們這樣存心要到幾時呢?
How long will this be in the heart of the prophets who prophesy lies, even the prophets of the deceit of their own heart?
23:27
τῶν λογιζομένων τοῦ ἐπιλαθέσθαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βααλ
他們各人將所做的夢對鄰舍述說,想要使我的百姓忘記我的名,正如他們列祖因巴力忘記我的名一樣。
They intend to cause my people to forget my name by their dreams which they each tell his neighbor, as their fathers forgot my name because of Baal.
23:28
προφήτης ἐν τὸ ἐνύπνιόν ἐστιν διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ καὶ ἐν λόγος μου πρὸς αὐτόν διηγησάσθω τὸν λόγον μου ἐπ’ ἀληθείας τί τὸ ἄχυρον πρὸς τὸν σῖτον οὕτως οἱ λόγοι μου λέγει κύριος
得夢的先知可以述說那夢;得我話的人可以誠實講說我的話。糠詷怎能與麥子比較呢?這是耶和華說的。」
The prophet who has a dream, let him tell a dream; and he who has my word, let him speak my word faithfully. What is the straw to the wheat?” says Yahweh.
23:29
οὐχὶ οἱ λόγοι μου ὥσπερ πῦρ φλέγον λέγει κύριος καὶ ὡς πέλυξ κόπτων πέτραν
耶和華說:「我的話豈不像火,又像能打碎磐石的大錘嗎?」
“Isn’t my word like fire?” says Yahweh; “and like a hammer that breaks the rock in pieces?
23:30
διὰ τοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας λέγει κύριος θεός τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστος παρὰ τοῦ πλησίον αὐτοῦ
耶和華說:「那些先知各從鄰舍偷竊我的言語,因此我必與他們反對。」
“Therefore behold, I am against the prophets,” says Yahweh, “who each steal my words from his neighbor.
23:31
ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς ἐκβάλλοντας προφητείας γλώσσης καὶ νυστάζοντας νυσταγμὸν ἑαυτῶν
耶和華說:「那些先知用舌頭,說是耶和華說的;我必與他們反對。」
Behold, I am against the prophets,” says Yahweh, “who use their tongues, and say, ‘He says.’
23:32
ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια ψευδῆ καὶ διηγοῦντο αὐτὰ καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν καὶ ἐν τοῖς πλάνοις αὐτῶν καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ ὠφέλειαν οὐκ ὠφελήσουσιν τὸν λαὸν τοῦτον
耶和華說:「那些以幻夢為預言,又述說這夢,以謊言和矜誇使我百姓走錯了路的,我必與他們反對。我沒有打發他們,也沒有吩咐他們。他們與這百姓毫無益處。這是耶和華說的。」
Behold, I am against those who prophesy lying dreams,” says Yahweh, “who tell them, and cause my people to err by their lies, and by their vain boasting; yet I didn’t send them or command them. They don’t profit this people at all,” says Yahweh.
23:33
καὶ ἐὰν ἐρωτήσωσί σε λαὸς οὗτος ἱερεὺς προφήτης λέγων τί τὸ λῆμμα κυρίου καὶ ἐρεῖς αὐτοῖς ὑμεῖς ἐστε τὸ λῆμμα καὶ ῥάξω ὑμᾶς λέγει κύριος
「無論是百姓,是先知,是祭司,問你說:『耶和華有甚麼默示呢?』你就對他們說:『甚麼默示啊?耶和華說:我要撇棄你們。』
“When this people, or the prophet, or a priest, asks you, saying, ‘What is the message from Yahweh?’ Then you shall tell them, ‘“What message? I will cast you off,” says Yahweh.’
23:34
καὶ προφήτης καὶ ἱερεὺς καὶ λαός οἳ ἂν εἴπωσιν λῆμμα κυρίου καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὸν οἶκον αὐτοῦ
無論是先知,是祭司,是百姓,說『耶和華的默示』,我必刑罰那人和他的家。
As for the prophet, the priest, and the people, who say, ‘The message from Yahweh,’ I will even punish that man and his household.
23:35
ὅτι οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ τί ἀπεκρίθη κύριος καὶ τί ἐλάλησεν κύριος
你們各人要對鄰舍,各人要對弟兄如此說:『耶和華回答甚麼?』『耶和華說了甚麼呢?』
You will say everyone to his neighbor, and everyone to his brother, ‘What has Yahweh answered?’ and, ‘What has Yahweh said?’
23:36
καὶ λῆμμα κυρίου μὴ ὀνομάζετε ἔτι ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται λόγος αὐτοῦ
『耶和華的默示』你們不可再提,各人所說的話必作自己的重擔 ,因為你們謬用永生上帝、萬軍之耶和華-我們上帝的言語。
You will mention the message from Yahweh no more, for every man’s own word has become his message; for you have perverted the words of the living God, of Yahweh of Armies, our God.
23:37
καὶ διὰ τί ἐλάλησεν κύριος θεὸς ἡμῶν
你們要對先知如此說:『耶和華回答你甚麼?』『耶和華說了甚麼呢?』
You will say to the prophet, ‘What has Yahweh answered you?’ and, ‘What has Yahweh spoken?’
23:38
διὰ τοῦτο τάδε λέγει κύριος θεός ἀνθ’ ὧν εἴπατε τὸν λόγον τοῦτον λῆμμα κυρίου καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων οὐκ ἐρεῖτε λῆμμα κυρίου
你們若說『耶和華的默示』,耶和華就如此說:『因你們說「耶和華的默示」這句話,我也打發人到你們那裏去,告訴你們不可說「耶和華的默示」。』
Although you say, ‘The message from Yahweh,’ therefore Yahweh says: ‘Because you say this word, “The message from Yahweh,” and I have sent to you, telling you not to say, “The message from Yahweh,”
23:39
διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν
所以我必全然忘記你們,將你們和我所賜給你們並你們列祖的城撇棄了;
therefore behold, I will utterly forget you, and I will cast you off with the city that I gave to you and to your fathers, away from my presence.
23:40
καὶ δώσω ἐφ’ ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον ἥτις οὐκ ἐπιλησθήσεται
又必使永遠的凌辱和長久的羞恥臨到你們,是不能忘記的。」
I will bring an everlasting reproach on you, and a perpetual shame, which will not be forgotten.’”
← 第 22 章第 24 章 →
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152