📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 耶利米書

True

耶利米書 第 36 章

希臘文原文.27 節.部分字詞可點開查義

← 第 35 章第 37 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
36:1
καὶ οὗτοι οἱ λόγοι τῆς βίβλου οὓς ἀπέστειλεν Ιερεμιας ἐξ Ιερουσαλημ πρὸς τοὺς πρεσβυτέρους τῆς ἀποικίας καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς τοὺς ψευδοπροφήτας ἐπιστολὴν εἰς Βαβυλῶνα τῇ ἀποικίᾳ καὶ πρὸς ἅπαντα τὸν λαὸν
以下是耶利米從耶路撒冷差人送去的書卷上的話,是給被擄之民的長老、給祭司、給假先知的一封信,送到巴比倫給被擄的人,也給所有的百姓。
And these are the words of the book which Ieremias sent from Jerusalem to the elders of the exile and to the priests and to the false prophets, a letter to Babylon for the exile, and to all the people —
36:2
ὕστερον ἐξελθόντος Ιεχονιου τοῦ βασιλέως καὶ τῆς βασιλίσσης καὶ τῶν εὐνούχων καὶ παντὸς ἐλευθέρου καὶ δεσμώτου καὶ τεχνίτου ἐξ Ιερουσαλημ
是在耶哥尼雅王、太后、太監、一切自由人、囚犯和匠人從耶路撒冷出去以後,
after Iechonias the king and the queen and the eunuchs and every free man and prisoner and craftsman had gone out from Jerusalem —
36:3
ἐν χειρὶ Ελεασα υἱοῦ Σαφαν καὶ Γαμαριου υἱοῦ Χελκιου ὃν ἀπέστειλεν Σεδεκιας βασιλεὺς Ιουδα πρὸς βασιλέα Βαβυλῶνος εἰς Βαβυλῶνα λέγων
交在沙番的兒子以利亞撒和希勒家的兒子迦瑪利亞手中;他們是猶大王西底家差往巴比倫、去見巴比倫王的。信上說:
by the hand of Eleasa son of Saphan and Gamarias son of Chelkias, whom Sedekias king of Judah sent to the king of Babylon, to Babylon, saying:
36:4
οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἐπὶ τὴν ἀποικίαν ἣν ἀπῴκισα ἀπὸ Ιερουσαλημ
以色列的神耶和華論到我從耶路撒冷擄去的那些被擄之民如此說:
Thus said the Lord, the God of Israel, concerning the exile which I carried away from Jerusalem:
36:5
οἰκοδομήσατε οἴκους καὶ κατοικήσατε καὶ φυτεύσατε παραδείσους καὶ φάγετε τοὺς καρποὺς αὐτῶν
你們要建造房屋居住,栽種園子,吃其中的果子;
Build houses and dwell in them; plant gardens and eat their fruits;
36:6
καὶ λάβετε γυναῖκας καὶ τεκνοποιήσατε υἱοὺς καὶ θυγατέρας καὶ λάβετε τοῖς υἱοῖς ὑμῶν γυναῖκας καὶ τὰς θυγατέρας ὑμῶν ἀνδράσιν δότε καὶ πληθύνεσθε καὶ μὴ σμικρυνθῆτε
要娶妻,生兒養女;要為你們的兒子娶妻,把你們的女兒嫁給丈夫;要增多,不可減少。
and take wives and beget sons and daughters; and take wives for your sons, and give your daughters to husbands; and be multiplied and do not be diminished.
36:7
καὶ ζητήσατε εἰς εἰρήνην τῆς γῆς εἰς ἣν ἀπῴκισα ὑμᾶς ἐκεῖ καὶ προσεύξασθε περὶ αὐτῶν πρὸς κύριον ὅτι ἐν εἰρήνῃ αὐτῆς ἔσται εἰρήνη ὑμῖν
我把你們擄到那地,你們要為那地求平安,也要為他們向耶和華禱告;因為那地得平安,你們也就得平安。
And seek the peace of the land into which I carried you away there, and pray for them to the Lord; for in its peace there shall be peace for you.
36:8
ὅτι οὕτως εἶπεν κύριος μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ ψευδοπροφῆται οἱ ἐν ὑμῖν καὶ μὴ ἀναπειθέτωσαν ὑμᾶς οἱ μάντεις ὑμῶν καὶ μὴ ἀκούετε εἰς τὰ ἐνύπνια ὑμῶν ἃ ὑμεῖς ἐνυπνιάζεσθε
因為耶和華如此說:不要讓你們中間的假先知誘惑你們,也不要讓你們的占卜者誘惑你們,你們也不要聽從自己所做的夢。
For thus said the Lord: Let not the false prophets who are among you mislead you, and let not your diviners mislead you; and do not listen to your dreams which you yourselves dream.
36:9
ὅτι ἄδικα αὐτοὶ προφητεύουσιν ὑμῖν ἐπὶ τῷ ὀνόματί μου καὶ οὐκ ἀπέστειλα αὐτούς
因為他們託我的名向你們說不義的預言,我並沒有差遣他們。
For they prophesy to you unjustly in my name, and I did not send them.
36:10
ὅτι οὕτως εἶπεν κύριος ὅταν μέλλῃ πληροῦσθαι Βαβυλῶνι ἑβδομήκοντα ἔτη ἐπισκέψομαι ὑμᾶς καὶ ἐπιστήσω τοὺς λόγους μου ἐφ’ ὑμᾶς τοῦ τὸν λαὸν ὑμῶν ἀποστρέψαι εἰς τὸν τόπον τοῦτον
因為耶和華如此說:巴比倫的七十年將要滿的時候,我必眷顧你們,向你們成就我的話,使你們的百姓歸回這地方。
For thus said the Lord: When seventy years are about to be fulfilled for Babylon, I will visit you and establish my words upon you, to bring your people back to this place.
36:11
καὶ λογιοῦμαι ἐφ’ ὑμᾶς λογισμὸν εἰρήνης καὶ οὐ κακὰ τοῦ δοῦναι ὑμῖν ταῦτα
我向你們所懷的意念是平安的意念,不是降災的意念,要把這些賜給你們。
And I will reckon for you a reckoning of peace and not of evils, to give you these things.
36:12
καὶ προσεύξασθε πρός με καὶ εἰσακούσομαι ὑμῶν
你們要向我禱告,我必應允你們。
And you shall pray to me, and I will listen to you.
36:13
καὶ ἐκζητήσατέ με καὶ εὑρήσετέ με ὅτι ζητήσετέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν
你們要尋求我,就必尋見;因為你們必一心尋求我。
And you shall seek me out and find me, for you shall seek me with all your heart.
36:14
καὶ ἐπιφανοῦμαι ὑμῖν
我也必向你們顯現。
And I will appear to you.
36:15
ὅτι εἴπατε κατέστησεν ἡμῖν κύριος προφήτας ἐν Βαβυλῶνι
因為你們說過:耶和華在巴比倫為我們興起了先知。
For you said: The Lord has raised up prophets for us in Babylon.
36:21
οὕτως εἶπεν κύριος ἐπὶ Αχιαβ καὶ ἐπὶ Σεδεκιαν ἰδοὺ ἐγὼ δίδωμι αὐτοὺς εἰς χεῖρας βασιλέως Βαβυλῶνος καὶ πατάξει αὐτοὺς κατ’ ὀφθαλμοὺς ὑμῶν
耶和華論到亞希押和西底家如此說:看哪,我要把他們交在巴比倫王手中,他必在你們眼前擊殺他們。
Thus said the Lord concerning Achiab and concerning Sedekias: Behold, I am giving them into the hands of the king of Babylon, and he shall strike them down before your eyes.
36:22
καὶ λήμψονται ἀπ’ αὐτῶν κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ Ιουδα ἐν Βαβυλῶνι λέγοντες ποιήσαι σε κύριος ὡς Σεδεκιαν ἐποίησεν καὶ ὡς Αχιαβ οὓς ἀπετηγάνισεν βασιλεὺς Βαβυλῶνος ἐν πυρὶ
猶大一切被擄到巴比倫的人,必從他們取一句咒詛的話說:願耶和華使你像西底家一樣,像亞希押一樣,就是巴比倫王用火烤了的人。
And from them a curse shall be taken up among all the exile of Judah in Babylon, saying: May the Lord make you as he made Sedekias, and as Achiab, whom the king of Babylon fried in the fire —
36:23
δῑ ἣν ἐποίησαν ἀνομίαν ἐν Ισραηλ καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐν τῷ ὀνόματί μου ὃν οὐ συνέταξα αὐτοῖς καὶ ἐγὼ μάρτυς φησὶν κύριος
這是因為他們在以色列中所行的不法之事,他們與同城之人的妻子行淫,又託我的名說我沒有吩咐他們的話;我就是見證人,耶和華說。
because of the lawlessness they did in Israel, and they committed adultery with the wives of their fellow citizens, and they uttered a word in my name which I did not command them; and I am witness, says the Lord.
36:24
καὶ πρὸς Σαμαιαν τὸν Νελαμίτην ἐρεῖς
你也要對尼希蘭人撒瑪雅說:
And to Samaias the Nelamite you shall say:
36:25
οὐκ ἀπέστειλά σε τῷ ὀνόματί μου καὶ πρὸς Σοφονιαν υἱὸν Μαασαιου τὸν ἱερέα εἰπέ
我並沒有奉我的名差遣你。你也要對祭司瑪西雅的兒子西番雅說:
I did not send you in my name. And to Sophonias son of Maasaias the priest say:
36:26
κύριος ἔδωκέν σε εἰς ἱερέα ἀντὶ Ιωδαε τοῦ ἱερέως γενέσθαι ἐπιστάτην ἐν τῷ οἴκῳ κυρίου παντὶ ἀνθρώπῳ προφητεύοντι καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ καὶ δώσεις αὐτὸν εἰς τὸ ἀπόκλεισμα καὶ εἰς τὸν καταρράκτην
耶和華立你接替祭司耶何耶大作祭司,使你在耶和華殿中作監督,管理一切說預言的人和一切瘋狂的人;你要把他關進監牢,下在鎖鍊裡。
The Lord has appointed you priest in place of Jodae the priest, to be overseer in the house of the Lord over every man who prophesies and every man who raves; and you shall put him into the lock-up and into the shackles.
36:27
καὶ νῦν διὰ τί συνελοιδορήσατε Ιερεμιαν τὸν ἐξ Αναθωθ τὸν προφητεύσαντα ὑμῖν
現在你們為甚麼一同辱罵那向你們說預言的亞拿突人耶利米呢?
And now, why have you reviled together Ieremias of Anathoth, who prophesied to you?
36:28
οὐ διὰ τοῦτο ἀπέστειλεν πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων μακράν ἐστιν οἰκοδομήσατε οἰκίας καὶ κατοικήσατε καὶ φυτεύσατε κήπους καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν
他不正是為此打發人到巴比倫你們那裡,說:日子還長久;你們要建造房屋居住,栽種園子,吃其中的果子嗎?
Was it not for this that he sent to you in Babylon, saying: It is a long time; build houses and dwell in them, and plant gardens and eat their fruit?
36:29
καὶ ἀνέγνω Σοφονιας τὸ βιβλίον εἰς τὰ ὦτα Ιερεμιου
西番雅就把這書卷念給耶利米聽。
And Sophonias read the book into the ears of Ieremias.
36:30
καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν λέγων
於是耶和華的話臨到耶利米說:
And a word of the Lord came to Ieremias, saying:
36:31
ἀπόστειλον πρὸς τὴν ἀποικίαν λέγων οὕτως εἶπεν κύριος ἐπὶ Σαμαιαν τὸν Νελαμίτην ἐπειδὴ ἐπροφήτευσεν ὑμῖν Σαμαιας καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτόν καὶ πεποιθέναι ἐποίησεν ὑμᾶς ἐπ’ ἀδίκοις
你要打發人去見被擄的人說:耶和華論到尼希蘭人撒瑪雅如此說,因為撒瑪雅向你們說了預言,我並沒有差遣他,他又使你們倚靠不義的事;
Send to the exile, saying: Thus said the Lord concerning Samaias the Nelamite: Since Samaias prophesied to you, and I did not send him, and he made you trust in unjust things;
36:32
διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἐπισκέψομαι ἐπὶ Σαμαιαν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ οὐκ ἔσται αὐτῶν ἄνθρωπος ἐν μέσῳ ὑμῶν τοῦ ἰδεῖν τὰ ἀγαθά ἃ ἐγὼ ποιήσω ὑμῖν οὐκ ὄψονται
所以耶和華如此說:看哪,我必懲罰撒瑪雅和他的後裔;他的人中必沒有一個住在你們中間,得見我要為你們所行的福樂;他們必看不見。
therefore thus said the Lord: Behold, I will visit upon Samaias and upon his kindred; and there shall not be a man of theirs in your midst to see the good things which I will do for you; they shall not see them.
← 第 35 章第 37 章 →
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。