📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 耶利米書

耶利米書 第 30 章

希臘文原文.32 節.部分字詞可點開查義

← 第 29 章第 31 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
30:1
τῇ Ιδουμαίᾳ τάδε λέγει κύριος οὐκ ἔστιν ἔτι σοφία ἐν Θαιμαν ἀπώλετο βουλὴ ἐκ συνετῶν ὤχετο σοφία αὐτῶν
耶和華的話臨到耶利米說:
The word that came to Jeremiah from Yahweh, saying,
30:2
ἠπατήθη τόπος αὐτῶν βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν Δαιδαν ὅτι δύσκολα ἐποίησεν ἤγαγον ἐπ’ αὐτὸν ἐν χρόνῳ ἐπεσκεψάμην ἐπ’ αὐτόν
「耶和華-以色列的上帝如此說:你將我對你說過的一切話都寫在書上。
“Yahweh, the God of Israel, says, ‘Write all the words that I have spoken to you in a book.
30:3
ὅτι τρυγηταὶ ἦλθόν σοι οὐ καταλείψουσίν σοι καταλείμματα ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν
耶和華說:日子將到,我要使我的百姓以色列和猶大被擄的人歸回;我也要使他們回到我所賜給他們列祖之地,他們就得這地為業。這是耶和華說的。」
For, behold, the days come,’ says Yahweh, ‘that I will reverse the captivity of my people Israel and Judah,’ says Yahweh. ‘I will cause them to return to the land that I gave to their fathers, and they will possess it.’”
30:4
ὅτι ἐγὼ κατέσυρα τὸν Ησαυ ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν κρυβῆναι οὐ μὴ δύνωνται ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ καὶ οὐκ ἔστιν
以下是耶和華論到以色列和猶大所說的話:
These are the words that Yahweh spoke concerning Israel and concerning Judah.
30:5
ὑπολείπεσθαι ὀρφανόν σου ἵνα ζήσηται καὶ ἐγὼ ζήσομαι καὶ χῆραι ἐπ’ ἐμὲ πεποίθασιν
耶和華如此說:我們聽見聲音, 是戰抖懼怕而不平安的聲音。
For Yahweh says: “We have heard a voice of trembling; a voice of fear, and not of peace.
30:6
ὅτι τάδε εἶπεν κύριος οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον ἔπιον καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς ὅτι πίνων πίεσαι
你們且訪問看看, 男人有產難嗎? 我怎麼看見人人用手掐腰, 像產難的婦人, 臉面都變青了呢?
Ask now, and see whether a man travails with child. Why do I see every man with his hands on his waist, as a woman in travail, and all faces are turned pale?
30:7
ὅτι κατ’ ἐμαυτοῦ ὤμοσα λέγει κύριος ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα
哀哉!那日為大, 無日可比; 這是雅各遭難的時候, 但他必被救出來。
Alas, for that day is great, so that none is like it! It is even the time of Jacob’s trouble; but he will be saved out of it.
30:8
ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν ἀνάστητε εἰς πόλεμον
萬軍之耶和華說:「到那日,我必從你頸項上折斷仇敵的軛,扭開他的繩索;外邦人不得再使你作他們的奴僕。
It will come to pass in that day, says Yahweh of Armies, that I will break his yoke from off your neck, and will burst your bonds. Strangers will no more make them their bondservants;
30:9
μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν εὐκαταφρόνητον ἐν ἀνθρώποις
你們卻要事奉耶和華-你們的上帝和我為你們所要興起的王大衛。」
but they will serve Yahweh their God, and David their king, whom I will raise up to them.
30:10
παιγνία σου ἐνεχείρησέν σοι ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ ἐκεῖθεν καθελῶ σε
故此,耶和華說: 我的僕人雅各啊,不要懼怕; 以色列啊,不要驚惶; 因我要從遠方拯救你, 從被擄到之地拯救你的後裔; 雅各必回來得享平靖安逸, 無人使他害怕。
Therefore don’t be afraid, O Jacob my servant, says Yahweh. Don’t be dismayed, Israel. For, behold, I will save you from afar, and save your offspring from the land of their captivity. Jacob will return, and will be quiet and at ease. No one will make him afraid.
30:11
καὶ ἔσται Ιδουμαία εἰς ἄβατον πᾶς παραπορευόμενος ἐπ’ αὐτὴν συριεῖ
因我與你同在,要拯救你, 也要將所趕散你到的那些國滅絕淨盡, 卻不將你滅絕淨盡,倒要從寬懲治你, 萬不能不罰你 。 這是耶和華說的。
For I am with you, says Yahweh, to save you; for I will make a full end of all the nations where I have scattered you, but I will not make a full end of you; but I will correct you in measure, and will in no way leave you unpunished.”
30:12
ὥσπερ κατεστράφη Σοδομα καὶ Γομορρα καὶ αἱ πάροικοι αὐτῆς εἶπεν κύριος παντοκράτωρ οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ ἐνοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου
耶和華如此說: 你的損傷無法醫治; 你的傷痕極其重大。
For Yahweh says, “Your hurt is incurable. Your wound is grievous.
30:13
ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ Ιορδάνου εἰς τόπον Αιθαμ ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ’ αὐτῆς καὶ τοὺς νεανίσκους ἐπ’ αὐτὴν ἐπιστήσατε ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὗτος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου
無人為你分訴, 使你的傷痕得以纏裹; 你沒有醫治的良藥。
There is no one to plead your cause, that you may be bound up. You have no healing medicines.
30:14
διὰ τοῦτο ἀκούσατε βουλὴν κυρίου ἣν ἐβουλεύσατο ἐπὶ τὴν Ιδουμαίαν καὶ λογισμὸν αὐτοῦ ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας Θαιμαν ἐὰν μὴ συμψησθῶσιν τὰ ἐλάχιστα τῶν προβάτων ἐὰν μὴ ἀβατωθῇ ἐπ’ αὐτὴν κατάλυσις αὐτῶν
你所親愛的都忘記你, 不來探問 你。 我因你的罪孽甚大,罪惡眾多, 曾用仇敵加的傷害傷害你, 用殘忍者的懲治懲治你。
All your lovers have forgotten you. They don’t seek you. For I have wounded you with the wound of an enemy, with the chastisement of a cruel one, for the greatness of your iniquity, because your sins were increased.
30:15
ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐσείσθη γῆ καὶ κραυγή σου ἐν θαλάσσῃ ἠκούσθη
你為何因損傷哀號呢? 你的痛苦無法醫治。 我因你的罪孽甚大,罪惡眾多, 曾將這些加在你身上。
Why do you cry over your injury? Your pain is incurable. For the greatness of your iniquity, because your sins have increased, I have done these things to you.
30:16
ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ’ ὀχυρώματα αὐτῆς καὶ ἔσται καρδία τῶν ἰσχυρῶν τῆς Ιδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης
故此,凡吞吃你的必被吞吃; 你的敵人個個都被擄去; 擄掠你的必成為擄物; 搶奪你的必成為掠物。
Therefore all those who devour you will be devoured. All your adversaries, everyone of them, will go into captivity. Those who plunder you will be plunder. I will make all who prey on you become prey.
30:17
τοῖς υἱοῖς Αμμων οὕτως εἶπεν κύριος μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ καὶ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει
耶和華說:我必使你痊癒, 醫好你的傷痕, 都因人稱你為被趕散的, 說:這是錫安,無人來探問 的!
For I will restore health to you, and I will heal you of your wounds,” says Yahweh, “because they have called you an outcast, saying, ‘It is Zion, whom no man seeks after.’”
30:18
διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀκουτιῶ ἐπὶ Ραββαθ θόρυβον πολέμων καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται καὶ παραλήμψεται Ισραηλ τὴν ἀρχὴν αὐτοῦ
耶和華如此說: 我必使雅各被擄去的帳棚歸回, 也必顧惜他的住處。 城必建造在原舊的山岡; 宮殿也照舊有人居住。
Yahweh says: “Behold, I will reverse the captivity of Jacob’s tents, and have compassion on his dwelling places. The city will be built on its own hill, and the palace will be inhabited in its own place.
30:19
ἀλάλαξον Εσεβων ὅτι ὤλετο Γαι κεκράξατε θυγατέρες Ραββαθ περιζώσασθε σάκκους καὶ ἐπιλημπτεύσασθε καὶ κόψασθε ἐπὶ Μελχομ ὅτι ἐν ἀποικίᾳ βαδιεῖται οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα
必有感謝和歡樂的聲音從其中發出, 我要使他們增多,不致減少; 使他們尊榮,不致卑微。
Thanksgiving will proceed out of them with the voice of those who make merry. I will multiply them, and they will not be few; I will also glorify them, and they will not be small.
30:20
τί ἀγαλλιάσῃ ἐν τοῖς πεδίοις Ενακιμ θύγατερ ἰταμίας πεποιθυῖα ἐπὶ θησαυροῖς αὐτῆς λέγουσα τίς εἰσελεύσεται ἐπ’ ἐμέ
他們的兒女要如往日; 他們的會眾堅立在我面前; 凡欺壓他們的,我必刑罰他。
Their children also will be as before, and their congregation will be established before me. I will punish all who oppress them.
30:21
ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ εἶπεν κύριος ἀπὸ πάσης τῆς περιοίκου σου καὶ διασπαρήσεσθε ἕκαστος εἰς πρόσωπον αὐτοῦ καὶ οὐκ ἔσται συνάγων
他們的君王必是屬乎他們的; 掌權的必從他們中間而出。 我要使他就近我, 他也要親近我; 不然,誰有膽量親近我呢? 這是耶和華說的。
Their prince will be one of them, and their ruler will proceed from among them. I will cause him to draw near, and he will approach me; for who is he who has had boldness to approach me?” says Yahweh.
30:23
τῇ Κηδαρ βασιλίσσῃ τῆς αὐλῆς ἣν ἐπάταξεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος οὕτως εἶπεν κύριος ἀνάστητε καὶ ἀνάβητε ἐπὶ Κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς Κεδεμ
看哪,耶和華的忿怒 好像暴風已經發出; 是掃滅的暴風, 必轉到惡人的頭上。
Behold, Yahweh’s storm, his wrath, has gone out, a sweeping storm; it will burst on the head of the wicked.
30:24
σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν λήμψονται ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήμψονται ἑαυτοῖς καὶ καλέσατε ἐπ’ αὐτοὺς ἀπώλειαν κυκλόθεν
耶和華的烈怒必不轉消, 直到他心中所擬定的成就了; 末後的日子你們要明白。
The fierce anger of Yahweh will not return until he has accomplished, and until he has performed the intentions of his heart. In the latter days you will understand it.”
30:25
φεύγετε λίαν βαθύνατε εἰς κάθισιν καθήμενοι ἐν τῇ αὐλῇ ὅτι ἐβουλεύσατο ἐφ’ ὑμᾶς βασιλεὺς Βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐφ’ ὑμᾶς λογισμόν
耶和華的烈怒必不轉消, 直到他心中所擬定的成就了; 末後的日子你們要明白。
The fierce anger of Yahweh will not return until he has accomplished, and until he has performed the intentions of his heart. In the latter days you will understand it.”
30:26
ἀνάστηθι καὶ ἀνάβηθι ἐπ’ ἔθνος εὐσταθοῦν καθήμενον εἰς ἀναψυχήν οἷς οὔκ εἰσιν θύραι οὐ βάλανοι οὐ μοχλοί μόνοι καταλύουσιν
耶和華的烈怒必不轉消, 直到他心中所擬定的成就了; 末後的日子你們要明白。
The fierce anger of Yahweh will not return until he has accomplished, and until he has performed the intentions of his heart. In the latter days you will understand it.”
30:27
καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν εἶπεν κύριος
耶和華的烈怒必不轉消, 直到他心中所擬定的成就了; 末後的日子你們要明白。
The fierce anger of Yahweh will not return until he has accomplished, and until he has performed the intentions of his heart. In the latter days you will understand it.”
30:28
καὶ ἔσται αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως αἰῶνος οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου
耶和華的烈怒必不轉消, 直到他心中所擬定的成就了; 末後的日子你們要明白。
The fierce anger of Yahweh will not return until he has accomplished, and until he has performed the intentions of his heart. In the latter days you will understand it.”
30:29
τῇ Δαμασκῷ κατῃσχύνθη Ημαθ καὶ Αρφαδ ὅτι ἤκουσαν ἀκοὴν πονηράν ἐξέστησαν ἐθυμώθησαν ἀναπαύσασθαι οὐ μὴ δύνωνται
耶和華的烈怒必不轉消, 直到他心中所擬定的成就了; 末後的日子你們要明白。
The fierce anger of Yahweh will not return until he has accomplished, and until he has performed the intentions of his heart. In the latter days you will understand it.”
30:30
ἐξελύθη Δαμασκός ἀπεστράφη εἰς φυγήν τρόμος ἐπελάβετο αὐτῆς
耶和華的烈怒必不轉消, 直到他心中所擬定的成就了; 末後的日子你們要明白。
The fierce anger of Yahweh will not return until he has accomplished, and until he has performed the intentions of his heart. In the latter days you will understand it.”
30:31
πῶς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν κώμην ἠγάπησαν
耶和華的烈怒必不轉消, 直到他心中所擬定的成就了; 末後的日子你們要明白。
The fierce anger of Yahweh will not return until he has accomplished, and until he has performed the intentions of his heart. In the latter days you will understand it.”
30:32
διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται φησὶν κύριος
耶和華的烈怒必不轉消, 直到他心中所擬定的成就了; 末後的日子你們要明白。
The fierce anger of Yahweh will not return until he has accomplished, and until he has performed the intentions of his heart. In the latter days you will understand it.”
30:33
καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ καὶ καταφάγεται ἄμφοδα υἱοῦ Αδερ
耶和華的烈怒必不轉消, 直到他心中所擬定的成就了; 末後的日子你們要明白。
The fierce anger of Yahweh will not return until he has accomplished, and until he has performed the intentions of his heart. In the latter days you will understand it.”
← 第 29 章第 31 章 →
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152