← 回書卷目次 · 七十士譯本 › 耶利米書
True
耶利米書 第 42 章 希臘文原文.19 節.部分字詞可點開查義
← 第 41 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 13 章 第 14 章 第 15 章 第 16 章 第 17 章 第 18 章 第 19 章 第 20 章 第 21 章 第 22 章 第 23 章 第 24 章 第 25 章 第 26 章 第 27 章 第 28 章 第 29 章 第 30 章 第 31 章 第 32 章 第 33 章 第 34 章 第 35 章 第 36 章 第 37 章 第 38 章 第 39 章 第 40 章 第 41 章 第 42 章 第 43 章 第 44 章 第 45 章 第 46 章 第 47 章 第 48 章 第 49 章 第 50 章 第 51 章 第 52 章 第 43 章 → 📖 這一章另有 3 種原文 ——
並排對照 (希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註 。原形主要取自同語言其他書卷的逐詞標註 (不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯 ,直接譯自本頁的原文 (非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
⏮ ▶ 播放整章 原文誦讀(本站合成語音) –:–– 速度0.75× 1× 1.25× 1.5× 下載 mp3 42:1▷ ⧉ ⤴︎
ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου ἐν ἡμέραις Ιωακιμ βασιλέως Ιουδα λέγων
猶大王約雅敬在位的日子,從耶和華那裡臨到耶利米的話,說:
The word that came to Ieremias from the Lord in the days of Ioakim king of Judah, saying:
42:2▷ ⧉ ⤴︎
βάδισον εἰς οἶκον Αρχαβιν καὶ ἄξεις αὐτοὺς εἰς οἶκον κυρίου εἰς μίαν τῶν αὐλῶν καὶ ποτιεῖς αὐτοὺς οἶνον
你去到亞甲賓家,領他們進入耶和華的殿,到其中一個院子裡,給他們酒喝。
Go to the house of Archabin, and you shall bring them into the house of the Lord, into one of the courts, and you shall give them wine to drink.
42:3▷ ⧉ ⤴︎
καὶ ἐξήγαγον τὸν Ιεζονιαν υἱὸν Ιερεμιν υἱοῦ Χαβασιν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πᾶσαν τὴν οἰκίαν Αρχαβιν
我就將哈巴洗尼的孫子、耶利米因的兒子雅撒尼亞,和他的弟兄、他的眾子,並亞甲賓全家都領了出來,
And I brought out Iezonias son of Ieremin son of Chabasin and his brothers and his sons and the whole house of Archabin,
42:4▷ ⧉ ⤴︎
καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον κυρίου εἰς τὸ παστοφόριον υἱῶν Ανανιου υἱοῦ Γοδολιου ἀνθρώπου τοῦ θεοῦ ὅ ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου Μαασαιου υἱοῦ Σελωμ τοῦ φυλάσσοντος τὴν αὐλήν
領他們進入耶和華的殿,到神人基大利的兒子哈拿尼雅眾子的屋子;那屋子靠近首領們的屋子,在看守院子的沙龍之子瑪西亞屋子的上面。
and I brought them into the house of the Lord, into the chamber of the sons of Ananias son of Godolias, a man of God, which is near the house of the rulers who are above the house of Maasaias son of Selom, the keeper of the court.
42:5▷ ⧉ ⤴︎
καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου καὶ ποτήρια καὶ εἶπα πίετε οἶνον
我在他們面前擺了一瓶酒和幾個杯,對他們說:請喝酒。
And I set before them a jar of wine and cups, and I said: Drink wine.
42:6▷ ⧉ ⤴︎
καὶ εἶπαν οὐ μὴ πίωμεν οἶνον ὅτι Ιωναδαβ υἱὸς Ρηχαβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων οὐ μὴ πίητε οἶνον ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως αἰῶνος
他們卻說:我們不喝酒,因為我們的先祖利甲的兒子約拿達曾吩咐我們說:你們和你們的子孫永不可喝酒;
And they said: We will not drink wine, for Ionadab son of Rechab our father commanded us, saying: You shall not drink wine, you and your sons, forever;
42:7▷ ⧉ ⤴︎
καὶ οἰκίαν οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς ἐφ’ ἧς διατρίβετε ὑμεῖς ἐπ’ αὐτῆς
也不可蓋房,不可撒種,不可有葡萄園;你們一生的日子都要住帳棚,好使你們在所寄居的地上多活些日子。
and you shall not build a house and you shall not sow seed, and you shall have no vineyard; for you shall dwell in tents all your days, so that you may live many days upon the land on which you sojourn.
42:8▷ ⧉ ⤴︎
καὶ ἠκούσαμεν τῆς φωνῆς Ιωναδαβ τοῦ πατρὸς ἡμῶν πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν καὶ αἱ θυγατέρες ἡμῶν
我們就聽從我們先祖約拿達的話,終身不喝酒,我們和我們的妻子、兒子、女兒都是如此,
And we listened to the voice of Ionadab our father, so as not to drink wine all our days—we and our wives and our sons and our daughters—
42:9▷ ⧉ ⤴︎
καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν
也不蓋房居住;我們也沒有葡萄園、田地和種子。
and so as not to build houses to dwell there; and we have had no vineyard or field or seed.
42:10▷ ⧉ ⤴︎
καὶ ᾠκήσαμεν ἐν σκηναῖς καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα ἃ ἐνετείλατο ἡμῖν Ιωναδαβ ὁ πατὴρ ἡμῶν
我們住帳棚,聽從並遵行我們先祖約拿達所吩咐我們的一切話。
And we dwelt in tents and listened and did according to all that Ionadab our father commanded us.
42:11▷ ⧉ ⤴︎
καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονοσορ ἐπὶ τὴν γῆν καὶ εἴπαμεν εἰσέλθατε καὶ εἰσέλθωμεν εἰς Ιερουσαλημ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Ἀσσυρίων καὶ ᾠκοῦμεν ἐκεῖ
但尼布甲尼撒上來攻擊這地的時候,我們就說:來吧,我們躲避迦勒底人的軍隊和亞述人的軍隊,進耶路撒冷去;我們就住在那裡。
But it happened, when Nabouchodonosor came up against the land, that we said: Come in, and let us go into Jerusalem from before the force of the Chaldeans and from before the force of the Assyrians; and we dwelt there.
42:12▷ ⧉ ⤴︎
καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
耶和華的話臨到我說:
And a word of the Lord came to me, saying:
42:13▷ ⧉ ⤴︎
οὕτως λέγει κύριος πορεύου καὶ εἰπὸν ἀνθρώπῳ Ιουδα καὶ τοῖς κατοικοῦσιν Ιερουσαλημ οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου
耶和華如此說:你去對猶大人和耶路撒冷的居民說:你們豈不領受管教,聽從我的話嗎?
Thus says the Lord: Go and say to the man of Judah and to those inhabiting Jerusalem: Will you not receive instruction so as to hear my words?
42:14▷ ⧉ ⤴︎
ἔστησαν ῥῆμα υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ ὃ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἶνον καὶ οὐκ ἐπίοσαν καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρθρου καὶ ἐλάλησα καὶ οὐκ ἠκούσατε
利甲的兒子約拿達的子孫,堅守了他吩咐子孫不可喝酒的話,他們就不喝;我清早對你們說話,又再三地說,你們卻不聽從。
The sons of Ionadab son of Rechab established the word which he commanded his children, not to drink wine, and they did not drink; but I spoke to you early in the morning and spoke, and you did not listen.
42:15▷ ⧉ ⤴︎
καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας λέγων ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν καὶ οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς καὶ οἰκήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν καὶ οὐκ ἠκούσατε
我又差遣我的僕人眾先知到你們那裡去,說:你們各人要回頭離開自己的惡道,改正你們的行為,不可隨從別神去事奉他們,你們就得住在我所賜給你們和你們列祖的地上。你們卻不側耳而聽,也不聽從。
And I sent to you my servants the prophets, saying: Turn back, each from his evil way, and make your practices better, and do not go after other gods to serve them, and you shall dwell upon the land which I gave to you and to your fathers. But you did not incline your ears and did not listen.
42:16▷ ⧉ ⤴︎
καὶ ἔστησαν υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσάν μου
利甲的兒子約拿達的子孫堅守了他們先祖的吩咐,這百姓卻不聽從我。
And the sons of Ionadab son of Rechab upheld the commandment of their father, but this people did not listen to me.
42:17▷ ⧉ ⤴︎
διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ φέρω ἐπὶ Ιουδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ πάντα τὰ κακά ἃ ἐλάλησα ἐπ’ αὐτούς
所以耶和華如此說:看哪,我要使我論到猶大和耶路撒冷居民所說的一切災禍臨到他們。
Therefore thus said the Lord: Behold, I am bringing upon Judah and upon those inhabiting Jerusalem all the evils which I spoke concerning them.
42:18▷ ⧉ ⤴︎
διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπειδὴ ἤκουσαν υἱοὶ Ιωναδαβ υἱοῦ Ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν
所以耶和華如此說:因利甲的兒子約拿達的子孫聽從了他們先祖的吩咐,照著他們先祖所吩咐的去行,
Therefore thus said the Lord: Since the sons of Ionadab son of Rechab listened to the commandment of their father, to do according as their father commanded them,
42:19▷ ⧉ ⤴︎
οὐ μὴ ἐκλίπῃ ἀνὴρ τῶν υἱῶν Ιωναδαβ υἱοῦ Ρηχαβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς
利甲的兒子約拿達的子孫中,必永不斷絕有人站在我面前,盡這地存留的日子。
there shall not fail a man of the sons of Ionadab son of Rechab standing before my face all the days of the earth.
← 第 41 章 第 1 章 第 2 章 第 3 章 第 4 章 第 5 章 第 6 章 第 7 章 第 8 章 第 9 章 第 10 章 第 11 章 第 12 章 第 13 章 第 14 章 第 15 章 第 16 章 第 17 章 第 18 章 第 19 章 第 20 章 第 21 章 第 22 章 第 23 章 第 24 章 第 25 章 第 26 章 第 27 章 第 28 章 第 29 章 第 30 章 第 31 章 第 32 章 第 33 章 第 34 章 第 35 章 第 36 章 第 37 章 第 38 章 第 39 章 第 40 章 第 41 章 第 42 章 第 43 章 第 44 章 第 45 章 第 46 章 第 47 章 第 48 章 第 49 章 第 50 章 第 51 章 第 52 章 第 43 章 → 新的原文誦讀上線時通知我 每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。
訂閱