📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 耶利米書

耶利米書 第 52 章

希臘文原文.28 節.部分字詞可點開查義

← 第 51 章
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
52:1
ὄντος εἰκοστοῦ καὶ ἑνὸς ἔτους Σεδεκιου ἐν τῷ βασιλεύειν αὐτόν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αμιτααλ θυγάτηρ Ιερεμιου ἐκ Λοβενα
西底家登基的時候年二十一歲,在耶路撒冷作王十一年。他母親名叫哈慕她,是立拿人耶利米的女兒。
Zedekiah was twenty-one years old when he began to reign. He reigned eleven years in Jerusalem. His mother’s name was Hamutal the daughter of Jeremiah of Libnah.
52:4
καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν μηνὶ τῷ δεκάτῳ δεκάτῃ τοῦ μηνὸς ἦλθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα δύναμις αὐτοῦ ἐπὶ Ιερουσαλημ καὶ περιεχαράκωσαν αὐτὴν καὶ περιῳκοδόμησαν αὐτὴν τετραπέδοις λίθοις κύκλῳ
西底家背叛巴比倫王。他作王第九年十月初十日,巴比倫王尼布甲尼撒率領全軍來攻擊耶路撒冷,對城安營,四圍築壘攻城。
In the ninth year of his reign, in the tenth month, in the tenth day of the month, Nebuchadnezzar king of Babylon came, he and all his army, against Jerusalem, and encamped against it; and they built forts against it round about.
52:5
καὶ ἦλθεν πόλις εἰς συνοχὴν ἕως ἑνδεκάτου ἔτους τῷ βασιλεῖ Σεδεκια
於是城被圍困直到西底家王十一年。
So the city was besieged to the eleventh year of King Zedekiah.
52:6
ἐν τῇ ἐνάτῃ τοῦ μηνὸς καὶ ἐστερεώθη λιμὸς ἐν τῇ πόλει καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς
四月初九日,城裏有大饑荒,甚至百姓都沒有糧食。
In the fourth month, in the ninth day of the month, the famine was severe in the city, so that there was no bread for the people of the land.
52:7
καὶ διεκόπη πόλις καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς πύλης ἀνὰ μέσον τοῦ τείχους καὶ τοῦ προτειχίσματος ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως καὶ οἱ Χαλδαῖοι ἐπὶ τῆς πόλεως κύκλῳ καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Αραβα
城被攻破,一切兵丁就在夜間從靠近王園兩城中間的門,出城逃跑;迦勒底人正在四圍攻城。他們就往亞拉巴逃去。
Then a breach was made in the city, and all the men of war fled, and went out of the city by night by the way of the gate between the two walls, which was by the king’s garden. Now the Chaldeans were against the city all around. The men of war went toward the Arabah,
52:8
καὶ κατεδίωξεν δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως καὶ κατέλαβον αὐτὸν ἐν τῷ πέραν Ιεριχω καὶ πάντες οἱ παῖδες αὐτοῦ διεσπάρησαν ἀπ’ αὐτοῦ
迦勒底的軍隊追趕西底家王,在耶利哥的平原追上他。他的全軍都離開他四散了。
but the army of the Chaldeans pursued the king, and overtook Zedekiah in the plains of Jericho; and all his army was scattered from him.
52:9
καὶ συνέλαβον τὸν βασιλέα καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθα καὶ ἐλάλησεν αὐτῷ μετὰ κρίσεως
迦勒底人就拿住王,帶他到在哈馬地利比拉的巴比倫王那裏;巴比倫王便審判他。
Then they took the king, and carried him up to the king of Babylon to Riblah in the land of Hamath; and he pronounced judgment on him.
52:10
καὶ ἔσφαξεν βασιλεὺς Βαβυλῶνος τοὺς υἱοὺς Σεδεκιου κατ’ ὀφθαλμοὺς αὐτοῦ καὶ πάντας τοὺς ἄρχοντας Ιουδα ἔσφαξεν ἐν Δεβλαθα
巴比倫王在西底家眼前殺了他的眾子,又在利比拉殺了猶大的一切首領,
The king of Babylon killed the sons of Zedekiah before his eyes. He also killed all the princes of Judah in Riblah.
52:11
καὶ τοὺς ὀφθαλμοὺς Σεδεκιου ἐξετύφλωσεν καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν αὐτὸν βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα καὶ ἔδωκεν αὐτὸν εἰς οἰκίαν μύλωνος ἕως ἡμέρας ἧς ἀπέθανεν
並且剜了西底家的眼睛,用銅鍊鎖着他,帶到巴比倫去,將他囚在監裏,直到他死的日子。
He put out the eyes of Zedekiah; and the king of Babylon bound him in fetters, and carried him to Babylon, and put him in prison until the day of his death.
52:12
καὶ ἐν μηνὶ πέμπτῳ δεκάτῃ τοῦ μηνὸς ἦλθεν Ναβουζαρδαν ἀρχιμάγειρος ἑστηκὼς κατὰ πρόσωπον τοῦ βασιλέως Βαβυλῶνος εἰς Ιερουσαλημ
巴比倫王尼布甲尼撒十九年五月初十日,在巴比倫王面前侍立的護衛長尼布撒拉旦進入耶路撒冷,
Now in the fifth month, in the tenth day of the month, which was the nineteenth year of King Nebuchadnezzar, king of Babylon, Nebuzaradan the captain of the guard, who stood before the king of Babylon, came into Jerusalem.
52:13
καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάσας τὰς οἰκίας τῆς πόλεως καὶ πᾶσαν οἰκίαν μεγάλην ἐνέπρησεν ἐν πυρί
用火焚燒耶和華的殿和王宮,又焚燒耶路撒冷的房屋,就是各大戶家的房屋。
He burned Yahweh’s house, and the king’s house; and all the houses of Jerusalem, even every great house, he burned with fire.
52:14
καὶ πᾶν τεῖχος Ιερουσαλημ κύκλῳ καθεῖλεν δύναμις τῶν Χαλδαίων μετὰ τοῦ ἀρχιμαγείρου
跟從護衛長迦勒底的全軍就拆毀耶路撒冷四圍的城牆。
All the army of the Chaldeans, who were with the captain of the guard, broke down all the walls of Jerusalem all around.
52:16
καὶ τοὺς καταλοίπους τοῦ λαοῦ κατέλιπεν ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γεωργούς
但護衛長尼布撒拉旦留下些民中最窮的,使他們修理葡萄園,耕種田地。
But Nebuzaradan the captain of the guard left of the poorest of the land to be vineyard keepers and farmers.
52:17
καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ κυρίου καὶ τὰς βάσεις καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ κυρίου συνέτριψαν οἱ Χαλδαῖοι καὶ ἔλαβον τὸν χαλκὸν αὐτῶν καὶ ἀπήνεγκαν εἰς Βαβυλῶνα
耶和華殿的銅柱並殿內的盆座和銅海,迦勒底人都打碎了,將那銅運到巴比倫去了,
The Chaldeans broke the pillars of bronze that were in Yahweh’s house and the bases and the bronze sea that were in Yahweh’s house in pieces, and carried all of their bronze to Babylon.
52:18
καὶ τὴν στεφάνην καὶ τὰς φιάλας καὶ τὰς κρεάγρας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς
又帶去鍋、鏟子、蠟剪、盤子、調羹,並所用的一切銅器、
They also took away the pots, the shovels, the snuffers, the basins, the spoons, and all the vessels of bronze with which they ministered.
52:19
καὶ τὰ σαφφωθ καὶ τὰ μασμαρωθ καὶ τοὺς ὑποχυτῆρας καὶ τὰς λυχνίας καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους ἦν χρυσᾶ χρυσᾶ καὶ ἦν ἀργυρᾶ ἀργυρᾶ ἔλαβεν ἀρχιμάγειρος
杯、火鼎、碗、盆、燈臺、調羹、爵,無論金的銀的,護衛長也都帶去了。
The captain of the guard took away the cups, the fire pans, the basins, the pots, the lamp stands, the spoons, and the bowls; that which was of gold, as gold, and that which was of silver, as silver.
52:20
καὶ οἱ στῦλοι δύο καὶ θάλασσα μία καὶ οἱ μόσχοι δώδεκα χαλκοῖ ὑποκάτω τῆς θαλάσσης ἐποίησεν βασιλεὺς Σαλωμων εἰς οἶκον κυρίου οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ αὐτῶν
所羅門為耶和華殿所造的兩根銅柱、一個銅海,並座下的十二隻銅牛,這一切的銅多得無法可稱。
They took the two pillars, the one sea, and the twelve bronze bulls that were under the bases, which King Solomon had made for Yahweh’s house. The bronze of all these vessels was without weight.
52:21
καὶ οἱ στῦλοι τριάκοντα πέντε πηχῶν ὕψος τοῦ στύλου τοῦ ἑνός καὶ σπαρτίον δώδεκα πήχεων περιεκύκλου αὐτόν καὶ τὸ πάχος αὐτοῦ δακτύλων τεσσάρων κύκλῳ
這一根柱子高十八肘,厚四指,是空的,圍十二肘。
As for the pillars, the height of the one pillar was eighteen cubits; and a line of twelve cubits encircled it; and its thickness was four fingers. It was hollow.
52:22
καὶ γεῖσος ἐπ’ αὐτοῖς χαλκοῦν καὶ πέντε πήχεων τὸ μῆκος ὑπεροχὴ τοῦ γείσους τοῦ ἑνός καὶ δίκτυον καὶ ῥόαι ἐπὶ τοῦ γείσους κύκλῳ τὰ πάντα χαλκᾶ καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ ὀκτὼ ῥόαι τῷ πήχει τοῖς δώδεκα πήχεσιν
柱上有銅頂,高五肘;銅頂的周圍有網子和石榴,都是銅的。那一根柱子照此一樣,也有石榴。
A capital of bronze was on it; and the height of the one capital was five cubits, with network and pomegranates on the capital all around, all of bronze. The second pillar also had the same, with pomegranates.
52:23
καὶ ἦσαν αἱ ῥόαι ἐνενήκοντα ἓξ τὸ ἓν μέρος καὶ ἦσαν αἱ πᾶσαι ῥόαι ἐπὶ τοῦ δικτύου κύκλῳ ἑκατόν
柱子四面有九十六個石榴,在網子周圍,共有一百石榴。
There were ninety-six pomegranates on the sides; all the pomegranates were one hundred on the network all around.
52:24
καὶ ἔλαβεν ἀρχιμάγειρος τὸν ἱερέα τὸν πρῶτον καὶ τὸν ἱερέα τὸν δευτερεύοντα καὶ τοὺς τρεῖς τοὺς φυλάττοντας τὴν ὁδὸν
護衛長拿住大祭司西萊雅、副祭司西番亞,和三個把門的,
The captain of the guard took Seraiah the chief priest, and Zephaniah the second priest, and the three keepers of the threshold,
52:25
καὶ εὐνοῦχον ἕνα ὃς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν καὶ ἑπτὰ ἄνδρας ὀνομαστοὺς τοὺς ἐν προσώπῳ τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει καὶ τὸν γραμματέα τῶν δυνάμεων τὸν γραμματεύοντα τῷ λαῷ τῆς γῆς καὶ ἑξήκοντα ἀνθρώπους ἐκ τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν μέσῳ τῆς πόλεως
又從城中拿住一個管理兵丁的官 ,並在城裏所遇常見王面的七個人和檢點國民軍長的書記,以及城裏所遇見的國民六十個人。
and out of the city he took an officer who was set over the men of war; and seven men of those who saw the king’s face, who were found in the city; and the scribe of the captain of the army, who mustered the people of the land; and sixty men of the people of the land, who were found in the middle of the city.
52:26
καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδαν ἀρχιμάγειρος καὶ ἤγαγεν αὐτοὺς πρὸς βασιλέα Βαβυλῶνος εἰς Δεβλαθα
護衛長尼布撒拉旦將這些人帶到利比拉的巴比倫王那裏。
Nebuzaradan the captain of the guard took them, and brought them to the king of Babylon to Riblah.
52:27
καὶ ἐπάταξεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος ἐν Δεβλαθα ἐν γῇ Αιμαθ
巴比倫王就把他們擊殺在哈馬地的利比拉。這樣,猶大人被擄去離開本地。
The king of Babylon struck them, and put them to death at Riblah in the land of Hamath. So Judah was carried away captive out of his land.
52:31
καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει ἀποικισθέντος τοῦ Ιωακιμ βασιλέως Ιουδα ἐν τῷ δωδεκάτῳ μηνὶ ἐν τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς ἔλαβεν Ουλαιμαραδαχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ ἐβασίλευσεν τὴν κεφαλὴν Ιωακιμ βασιλέως Ιουδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἰκίας ἧς ἐφυλάττετο
猶大王約雅斤被擄後三十七年,巴比倫王以未‧米羅達元年十二月二十五日,使猶大王約雅斤抬頭,提他出監,
In the thirty-seventh year of the captivity of Jehoiachin king of Judah, in the twelfth month, in the twenty-fifth day of the month, Evilmerodach king of Babylon, in the first year of his reign, lifted up the head of Jehoiachin king of Judah, and released him from prison.
52:32
καὶ ἐλάλησεν αὐτῷ χρηστὰ καὶ ἔδωκεν τὸν θρόνον αὐτοῦ ἐπάνω τῶν θρόνων τῶν βασιλέων τῶν μετ’ αὐτοῦ ἐν Βαβυλῶνι
又對他說恩言,使他的位高過與他一同在巴比倫眾王的位,
He spoke kindly to him, and set his throne above the throne of the kings who were with him in Babylon,
52:33
καὶ ἤλλαξεν τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ καὶ ἤσθιεν ἄρτον διὰ παντὸς κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἔζησεν
給他脫了囚服。他終身在巴比倫王面前吃飯。
and changed his prison garments. Jehoiachin ate bread before him continually all the days of his life.
52:34
καὶ σύνταξις αὐτῷ ἐδίδοτο διὰ παντὸς παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐξ ἡμέρας εἰς ἡμέραν ἕως ἡμέρας ἧς ἀπέθανεν
巴比倫王賜他所需用的食物,日日賜他一分,終身是這樣,直到他死的日子。
For his allowance, there was a continual allowance given him by the king of Babylon, every day a portion until the day of his death, all the days of his life.
← 第 51 章
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152