📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 耶利米書

耶利米書 第 38 章

希臘文原文.40 節.部分字詞可點開查義

← 第 37 章第 39 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
38:1
ἐν τῷ χρόνῳ ἐκείνῳ εἶπεν κύριος ἔσομαι εἰς θεὸν τῷ γένει Ισραηλ καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν
瑪坦的兒子示法提雅、巴施戶珥的兒子基大利、示利米雅的兒子猶甲、瑪基雅的兒子巴施戶珥聽見耶利米對眾人所說的話,說:
Shephatiah the son of Mattan, Gedaliah the son of Pashhur, Jucal the son of Shelemiah, and Pashhur the son of Malchijah heard the words that Jeremiah spoke to all the people, saying,
38:2
οὕτως εἶπεν κύριος εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ βαδίσατε καὶ μὴ ὀλέσητε τὸν Ισραηλ
「耶和華如此說:住在這城裏的必遭刀劍、饑荒、瘟疫而死;但出去歸降迦勒底人的必得存活,就是以自己命為掠物的,必得存活。
“Yahweh says, ‘He who remains in this city will die by the sword, by the famine, and by the pestilence, but he who goes out to the Chaldeans will live. He will escape with his life and he will live.’
38:3
κύριος πόρρωθεν ὤφθη αὐτῷ ἀγάπησιν αἰωνίαν ἠγάπησά σε διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτίρημα
耶和華如此說:這城必要交在巴比倫王軍隊的手中,他必攻取這城。」
Yahweh says, ‘This city will surely be given into the hand of the army of the king of Babylon, and he will take it.’”
38:4
ἔτι οἰκοδομήσω σε καὶ οἰκοδομηθήσῃ παρθένος Ισραηλ ἔτι λήμψῃ τύμπανόν σου καὶ ἐξελεύσῃ μετὰ συναγωγῆς παιζόντων
於是首領對王說:「求你將這人治死;因他向城裏剩下的兵丁和眾民說這樣的話,使他們的手發軟。這人不是求這百姓得平安,乃是叫他們受災禍。」
Then the princes said to the king, “Please let this man be put to death, because he weakens the hands of the men of war who remain in this city, and the hands of all the people, in speaking such words to them; for this man doesn’t seek the welfare of this people, but harm.”
38:5
ἔτι φυτεύσατε ἀμπελῶνας ἐν ὄρεσιν Σαμαρείας φυτεύσατε καὶ αἰνέσατε
西底家王說:「他在你們手中,無論何事,王也不能與你們反對。」
Zedekiah the king said, “Behold, he is in your hand; for the king can’t do anything to oppose you.”
38:6
ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογουμένων ἐν ὄρεσιν Εφραιμ ἀνάστητε καὶ ἀνάβητε εἰς Σιων πρὸς κύριον τὸν θεὸν ἡμῶν
他們就拿住耶利米,下在哈米勒的兒子 瑪基雅的牢獄裏;那牢獄在護衛兵的院中。他們用繩子將耶利米繫下去。牢獄裏沒有水,只有淤泥,耶利米就陷在淤泥中。
Then they took Jeremiah and threw him into the dungeon of Malchijah the king’s son, that was in the court of the guard. They let down Jeremiah with cords. In the dungeon there was no water, but mire; and Jeremiah sank in the mire.
38:7
ὅτι οὕτως εἶπεν κύριος τῷ Ιακωβ εὐφράνθητε καὶ χρεμετίσατε ἐπὶ κεφαλὴν ἐθνῶν ἀκουστὰ ποιήσατε καὶ αἰνέσατε εἴπατε ἔσωσεν κύριος τὸν λαὸν αὐτοῦ τὸ κατάλοιπον τοῦ Ισραηλ
在王宮的太監古實人以伯‧米勒,聽見他們將耶利米下了牢獄(那時王坐在便雅憫門口),
Now when Ebedmelech the Ethiopian, a eunuch, who was in the king’s house, heard that they had put Jeremiah in the dungeon (the king was then sitting in Benjamin’s gate),
38:8
ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ βορρᾶ καὶ συνάξω αὐτοὺς ἀπ’ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ φασεκ καὶ τεκνοποιήσῃ ὄχλον πολύν καὶ ἀποστρέψουσιν ὧδε
以伯‧米勒就從王宮裏出來,對王說:
Ebedmelech went out of the king’s house, and spoke to the king, saying,
38:9
ἐν κλαυθμῷ ἐξῆλθον καὶ ἐν παρακλήσει ἀνάξω αὐτοὺς αὐλίζων ἐπὶ διώρυγας ὑδάτων ἐν ὁδῷ ὀρθῇ καὶ οὐ μὴ πλανηθῶσιν ἐν αὐτῇ ὅτι ἐγενόμην τῷ Ισραηλ εἰς πατέρα καὶ Εφραιμ πρωτότοκός μού ἐστιν
「主-我的王啊,這些人向先知耶利米一味地行惡,將他下在牢獄中;他在那裏必因飢餓而死,因為城中再沒有糧食。」
“My lord the king, these men have done evil in all that they have done to Jeremiah the prophet, whom they have cast into the dungeon. He is likely to die in the place where he is, because of the famine; for there is no more bread in the city.”
38:10
ἀκούσατε λόγον κυρίου ἔθνη καὶ ἀναγγείλατε εἰς νήσους τὰς μακρότερον εἴπατε λικμήσας τὸν Ισραηλ συνάξει αὐτὸν καὶ φυλάξει αὐτὸν ὡς βόσκων τὸ ποίμνιον αὐτοῦ
王就吩咐古實人以伯‧米勒說:「你從這裏帶領三十人,趁着先知耶利米未死以前,將他從牢獄中提上來。」
Then the king commanded Ebedmelech the Ethiopian, saying, “Take from here thirty men with you, and take up Jeremiah the prophet out of the dungeon, before he dies.”
38:11
ὅτι ἐλυτρώσατο κύριος τὸν Ιακωβ ἐξείλατο αὐτὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ
於是以伯‧米勒帶領這些人同去,進入王宮,到庫房以下,從那裏取了些碎布和破爛的衣服,用繩子縋下牢獄去到耶利米那裏。
So Ebedmelech took the men with him, and went into the house of the king under the treasury, and took from there rags and worn-out garments, and let them down by cords into the dungeon to Jeremiah.
38:12
καὶ ἥξουσιν καὶ εὐφρανθήσονται ἐν τῷ ὄρει Σιων καὶ ἥξουσιν ἐπ’ ἀγαθὰ κυρίου ἐπὶ γῆν σίτου καὶ οἴνου καὶ καρπῶν καὶ κτηνῶν καὶ προβάτων καὶ ἔσται ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον καὶ οὐ πεινάσουσιν ἔτι
古實人以伯‧米勒對耶利米說:「你用這些碎布和破爛的衣服放在繩子上,墊你的胳肢窩。」耶利米就照樣行了。
Ebedmelech the Ethiopian said to Jeremiah, “Now put these rags and worn-out garments under your armpits under the cords.” Jeremiah did so.
38:13
τότε χαρήσονται παρθένοι ἐν συναγωγῇ νεανίσκων καὶ πρεσβῦται χαρήσονται καὶ στρέψω τὸ πένθος αὐτῶν εἰς χαρμονὴν καὶ ποιήσω αὐτοὺς εὐφραινομένους
這樣,他們用繩子將耶利米從牢獄裏拉上來。耶利米仍在護衛兵的院中。
So they lifted Jeremiah up with the cords, and took him up out of the dungeon; and Jeremiah remained in the court of the guard.
38:14
μεγαλυνῶ καὶ μεθύσω τὴν ψυχὴν τῶν ἱερέων υἱῶν Λευι καὶ λαός μου τῶν ἀγαθῶν μου ἐμπλησθήσεται
西底家王打發人帶領先知耶利米,進耶和華殿中第三門裏見王。王就對耶利米說:「我要問你一件事,你絲毫不可向我隱瞞。」
Then Zedekiah the king sent and took Jeremiah the prophet to himself into the third entry that is in Yahweh’s house. Then the king said to Jeremiah, “I will ask you something. Hide nothing from me.”
38:15
οὕτως εἶπεν κύριος φωνὴ ἐν Ραμα ἠκούσθη θρήνου καὶ κλαυθμοῦ καὶ ὀδυρμοῦ Ραχηλ ἀποκλαιομένη οὐκ ἤθελεν παύσασθαι ἐπὶ τοῖς υἱοῖς αὐτῆς ὅτι οὐκ εἰσίν
耶利米對西底家說:「我若告訴你,你豈不定要殺我嗎?我若勸戒你,你必不聽從我。」
Then Jeremiah said to Zedekiah, “If I declare it to you, will you not surely put me to death? If I give you counsel, you will not listen to me.”
38:16
οὕτως εἶπεν κύριος διαλιπέτω φωνή σου ἀπὸ κλαυθμοῦ καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων σου ὅτι ἔστιν μισθὸς τοῖς σοῖς ἔργοις καὶ ἐπιστρέψουσιν ἐκ γῆς ἐχθρῶν
西底家王就私下向耶利米說:「我指着那造我們生命之永生的耶和華起誓:我必不殺你,也不將你交在尋索你命的人手中。」
So Zedekiah the king swore secretly to Jeremiah, saying, “As Yahweh lives, who made our souls, I will not put you to death, neither will I give you into the hand of these men who seek your life.”
38:17
μόνιμον τοῖς σοῖς τέκνοις
耶利米對西底家說:「耶和華-萬軍之上帝、以色列的上帝如此說:你若出去歸降巴比倫王的首領,你的命就必存活,這城也不致被火焚燒,你和你的全家都必存活。
Then Jeremiah said to Zedekiah, “Yahweh, the God of Armies, the God of Israel, says: ‘If you will go out to the king of Babylon’s princes, then your soul will live, and this city will not be burned with fire. You will live, along with your house.
38:18
ἀκοὴν ἤκουσα Εφραιμ ὀδυρομένου ἐπαίδευσάς με καὶ ἐπαιδεύθην ἐγώ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην ἐπίστρεψόν με καὶ ἐπιστρέψω ὅτι σὺ κύριος θεός μου
你若不出去歸降巴比倫王的首領,這城必交在迦勒底人手中。他們必用火焚燒,你也不得脫離他們的手。」
But if you will not go out to the king of Babylon’s princes, then this city will be given into the hand of the Chaldeans, and they will burn it with fire, and you won’t escape out of their hand.’”
38:19
ὅτι ὕστερον αἰχμαλωσίας μου μετενόησα καὶ ὕστερον τοῦ γνῶναί με ἐστέναξα ἐφ’ ἡμέρας αἰσχύνης καὶ ὑπέδειξά σοι ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου
西底家王對耶利米說:「我怕那些投降迦勒底人的猶大人,恐怕迦勒底人將我交在他們手中,他們戲弄我。」
Zedekiah the king said to Jeremiah, “I am afraid of the Jews who have defected to the Chaldeans, lest they deliver me into their hand, and they mock me.”
38:20
υἱὸς ἀγαπητὸς Εφραιμ ἐμοί παιδίον ἐντρυφῶν ὅτι ἀνθ’ ὧν οἱ λόγοι μου ἐν αὐτῷ μνείᾳ μνησθήσομαι αὐτοῦ διὰ τοῦτο ἔσπευσα ἐπ’ αὐτῷ ἐλεῶν ἐλεήσω αὐτόν φησὶν κύριος
耶利米說:「迦勒底人必不將你交出。求你聽從我對你所說耶和華的話,這樣你必得好處,你的命也必存活。
But Jeremiah said, “They won’t deliver you. Obey, I beg you, Yahweh’s voice, in that which I speak to you; so it will be well with you, and your soul will live.
38:21
στῆσον σεαυτήν Σιων ποίησον τιμωρίαν δὸς καρδίαν σου εἰς τοὺς ὤμους ὁδὸν ἣν ἐπορεύθης ἀποστράφητι παρθένος Ισραηλ ἀποστράφητι εἰς τὰς πόλεις σου πενθοῦσα
你若不肯出去,耶和華指示我的話乃是這樣:
But if you refuse to go out, this is the word that Yahweh has shown me:
38:22
ἕως πότε ἀποστρέψεις θυγάτηρ ἠτιμωμένη ὅτι ἔκτισεν κύριος σωτηρίαν εἰς καταφύτευσιν καινήν ἐν σωτηρίᾳ περιελεύσονται ἄνθρωποι
猶大王宮裏所剩的婦女必都帶到巴比倫王的首領那裏。這些婦女必說: 你知己的朋友催逼你, 勝過你; 見你的腳陷入淤泥中, 就轉身退後了。
‘Behold, all the women who are left in the king of Judah’s house will be brought out to the king of Babylon’s princes, and those women will say, “Your familiar friends have turned on you, and have prevailed over you. Your feet are sunk in the mire, they have turned away from you.”
38:23
οὕτως εἶπεν κύριος ἔτι ἐροῦσιν τὸν λόγον τοῦτον ἐν γῇ Ιουδα καὶ ἐν πόλεσιν αὐτοῦ ὅταν ἀποστρέψω τὴν αἰχμαλωσίαν αὐτοῦ εὐλογημένος κύριος ἐπὶ δίκαιον ὄρος τὸ ἅγιον αὐτοῦ
「人必將你的后妃和你的兒女帶到迦勒底人那裏;你也不得脫離他們的手,必被巴比倫王的手捉住;你也必使這城被火焚燒。」
They will bring out all your wives and your children to the Chaldeans. You won’t escape out of their hand, but will be taken by the hand of the king of Babylon. You will cause this city to be burned with fire.’”
38:24
καὶ ἐνοικοῦντες ἐν ταῖς πόλεσιν Ιουδα καὶ ἐν πάσῃ τῇ γῇ αὐτοῦ ἅμα γεωργῷ καὶ ἀρθήσεται ἐν ποιμνίῳ
西底家對耶利米說:「不要使人知道這些話,你就不至於死。
Then Zedekiah said to Jeremiah, “Let no man know of these words, and you won’t die.
38:25
ὅτι ἐμέθυσα πᾶσαν ψυχὴν διψῶσαν καὶ πᾶσαν ψυχὴν πεινῶσαν ἐνέπλησα
首領若聽見了我與你說話,就來見你,問你說:『你對王說甚麼話不要向我們隱瞞,我們就不殺你。王向你說甚麼話也要告訴我們。』
But if the princes hear that I have talked with you, and they come to you, and tell you, ‘Declare to us now what you have said to the king; don’t hide it from us, and we will not put you to death; also tell us what the king said to you;’
38:26
διὰ τοῦτο ἐξηγέρθην καὶ εἶδον καὶ ὕπνος μου ἡδύς μοι ἐγενήθη
你就對他們說:『我在王面前懇求不要叫我回到約拿單的房屋死在那裏。』」
then you shall tell them, ‘I presented my supplication before the king, that he would not cause me to return to Jonathan’s house, to die there.’”
38:27
διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ σπερῶ τὸν Ισραηλ καὶ τὸν Ιουδαν σπέρμα ἀνθρώπου καὶ σπέρμα κτήνους
隨後眾首領來見耶利米,問他,他就照王所吩咐的一切話回答他們。他們不再與他說話,因為事情沒有洩漏。
Then all the princes came to Jeremiah, and asked him; and he told them according to all these words that the king had commanded. So they stopped speaking with him, for the matter was not perceived.
38:28
καὶ ἔσται ὥσπερ ἐγρηγόρουν ἐπ’ αὐτοὺς καθαιρεῖν καὶ κακοῦν οὕτως γρηγορήσω ἐπ’ αὐτοὺς τοῦ οἰκοδομεῖν καὶ καταφυτεύειν φησὶν κύριος
於是耶利米仍在護衛兵的院中,直到耶路撒冷被攻取的日子。
So Jeremiah stayed in the court of the guard until the day that Jerusalem was taken.
38:29
ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσιν οἱ πατέρες ἔφαγον ὄμφακα καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν
於是耶利米仍在護衛兵的院中,直到耶路撒冷被攻取的日子。
So Jeremiah stayed in the court of the guard until the day that Jerusalem was taken.
38:30
ἀλλ’ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ
於是耶利米仍在護衛兵的院中,直到耶路撒冷被攻取的日子。
So Jeremiah stayed in the court of the guard until the day that Jerusalem was taken.
38:31
ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ διαθήσομαι τῷ οἴκῳ Ισραηλ καὶ τῷ οἴκῳ Ιουδα διαθήκην καινήν
於是耶利米仍在護衛兵的院中,直到耶路撒冷被攻取的日子。
So Jeremiah stayed in the court of the guard until the day that Jerusalem was taken.
38:32
οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου καὶ ἐγὼ ἠμέλησα αὐτῶν φησὶν κύριος
於是耶利米仍在護衛兵的院中,直到耶路撒冷被攻取的日子。
So Jeremiah stayed in the court of the guard until the day that Jerusalem was taken.
38:33
ὅτι αὕτη διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ισραηλ μετὰ τὰς ἡμέρας ἐκείνας φησὶν κύριος διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτούς καὶ ἔσομαι αὐτοῖς εἰς θεόν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν
於是耶利米仍在護衛兵的院中,直到耶路撒冷被攻取的日子。
So Jeremiah stayed in the court of the guard until the day that Jerusalem was taken.
38:34
καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων γνῶθι τὸν κύριον ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου αὐτῶν ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι
於是耶利米仍在護衛兵的院中,直到耶路撒冷被攻取的日子。
So Jeremiah stayed in the court of the guard until the day that Jerusalem was taken.
38:35
ἐὰν ὑψωθῇ οὐρανὸς εἰς τὸ μετέωρον φησὶν κύριος καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω καὶ ἐγὼ οὐκ ἀποδοκιμῶ τὸ γένος Ισραηλ φησὶν κύριος περὶ πάντων ὧν ἐποίησαν
於是耶利米仍在護衛兵的院中,直到耶路撒冷被攻取的日子。
So Jeremiah stayed in the court of the guard until the day that Jerusalem was taken.
38:36
οὕτως εἶπεν κύριος δοὺς τὸν ἥλιον εἰς φῶς τῆς ἡμέρας σελήνην καὶ ἀστέρας εἰς φῶς τῆς νυκτός καὶ κραυγὴν ἐν θαλάσσῃ καὶ ἐβόμβησεν τὰ κύματα αὐτῆς κύριος παντοκράτωρ ὄνομα αὐτῷ
於是耶利米仍在護衛兵的院中,直到耶路撒冷被攻取的日子。
So Jeremiah stayed in the court of the guard until the day that Jerusalem was taken.
38:37
ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἀπὸ προσώπου μου φησὶν κύριος καὶ τὸ γένος Ισραηλ παύσεται γενέσθαι ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας
於是耶利米仍在護衛兵的院中,直到耶路撒冷被攻取的日子。
So Jeremiah stayed in the court of the guard until the day that Jerusalem was taken.
38:38
ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ οἰκοδομηθήσεται πόλις τῷ κυρίῳ ἀπὸ πύργου Αναμεηλ ἕως πύλης τῆς γωνίας
於是耶利米仍在護衛兵的院中,直到耶路撒冷被攻取的日子。
So Jeremiah stayed in the court of the guard until the day that Jerusalem was taken.
38:39
καὶ ἐξελεύσεται διαμέτρησις αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνῶν Γαρηβ καὶ περικυκλωθήσεται κύκλῳ ἐξ ἐκλεκτῶν λίθων
於是耶利米仍在護衛兵的院中,直到耶路撒冷被攻取的日子。
So Jeremiah stayed in the court of the guard until the day that Jerusalem was taken.
38:40
καὶ πάντες ασαρημωθ ἕως ναχαλ Κεδρων ἕως γωνίας πύλης ἵππων ἀνατολῆς ἁγίασμα τῷ κυρίῳ καὶ οὐκέτι οὐ μὴ ἐκλίπῃ καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος
於是耶利米仍在護衛兵的院中,直到耶路撒冷被攻取的日子。
So Jeremiah stayed in the court of the guard until the day that Jerusalem was taken.
← 第 37 章第 39 章 →
12345678910111213141516171819202122232425262728293031323334353637383940414243444546474849505152