📜 Verbum
Scripture and the Fathers, read aloud in the original
♥ Support

← All books · Greek Fathers › Symposium & Fragments

Symposium & Fragments 1-8 part 2/2

Greek original · 5 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1-8:13–1-8:17 (17 verses in all)

← ch. 1-7ch. 1-9 →
← prev part
ℹ️ This corpus has no verse-level morphological tagging. Lemmas come mainly from word-level tagging of other books in the same language (not from this verse), falling back to dictionary form-matching for the rest. Rare homographs can still be misread; verify against the original and a specialist lexicon where precision matters.
ℹ️ The Chinese and English alongside are this site's own translation, made directly from the original text on this page (not the CUV or the WEB, which follow the Masoretic Text and a different textual tradition).
1-8:13
Διὸ θυμὸν ἄρρενα λαβοῦσαι καὶ νήφοντα ἐναντία θέσθε τῷ θηρὶ σφριγῶντι τὰ ὅπλα, μηδὲ ὑποχωρήσητε τὸ σύνολον, ἐφ οἷς θρασύνεται ταραχθεῖσαι· μυρίον γὰρ ἕξετε κλέος, ἐὰν ἀφέλητε νικήσασαι τοὺς ἐπ αὐτῷ στεφάνους ἑπτά, δι οὓς ὁ ἀγὼν ἡμῖν πρόκειται καὶ ἡ πάλη κατὰ τὸν διδάσκαλον Παῦλον. ἡ γὰρ καταγωνισαμένη τὸν διάβολον πρότερον καὶ νεκρώσασα τὰς ἑπτὰ κεφαλὰς τῶν ἑπτὰ στεφάνων τῆς ἀρετῆς ἐγκρατὴς γίνεται, τοὺς ἑπτὰ μεγάλους ἀγῶνας διαθλήσασα τῆς ἁγνείας. κεφαλὴ γὰρ τοῦ δράκοντός ἐστιν ἡ ἀκρασία καὶ ἡ τρυφή· ὁ ταύτην θλάσας ἀναδεῖται τὸν στέφανον τῆς σωφροσύνης. κεφαλή ἐστι καὶ ἡ δειλία καὶ ἡ θρύφις· ὁ ταύτην πατήσας τὸν στέφανον ἀναιρεῖταιτοῦ μαρτυρίου. κεφαλή ἐστι καὶ ἡ ἀπιστία καὶ ἡ ἄνοια καὶ τὰ ἄλλα ὡσαύτως τῆς πονηρίας πλεονεκτήματα· ματα· ὁ ταῦτα κατεργασάμενος καὶ ἀνελὼν τὰς ἐπ αὐτοῖς τιμὰς ἀποφέρεται, πολυτρόπως ἐκκεραϊζομένης τοῦ δράκοντος τῆς ἰσχύος. καὶ γὰρ καὶ τὰ δέκα κέρατα καὶ κέντρα, ἅπερ ἐπὶ ταῖς κεφαλαῖς ἐλέχθη φέρειν, αἱ δέκα ἀντιθέσεις εἰσίν, ὦ καλλιπάρθενοι, τῆς δεκαλόγου, αἷς ἀνακερατίζειν εἴωθε καὶ βάλλειν τὰς τῶν πλείστων ψυχάς, τῇ ἀγαπήσεις ἐντολῇ κύριον τὸν θεόν σου τὰ ἐναντία φρονῶν καὶ τεκταινόμενος καὶ τοῖς ἑξῆς νομοθετήμασιν. ἰδὲ γὰρ κέρας αὐτοῦ διάπυρον καὶ πικρὸν τὴν πορνείαν, ᾧ τοὺς ἀκράτορας βάλλει, ἰδὲ τὴν μοιχείαν, ἰδὲ τὸ ψεῦδος, ἰδὲ τὴν φιλαργυρίαν, ἰδὲ τὴν κλοπὴν καὶ τὰ ἄλλα τούτων ἀδελφὰ καὶ συγγενῆ, ὁπόσα ἐξισχύουσιν ἀμφὶ ταῖς κεφαλαῖς αὐτοῦ ταῖς ἀνθρωποκτόνοις πεφυκότα· ἃς ὑμεῖς συμμαχήσαντος μαχήσαντος Χριστοῦ ἐκκεραΐσασαι λήψεσθε, τοῖς κατὰ τοῦ δράκοντος κατανθεμοῦσαι στεφανώμασιν ὑμῶν τὰς θείας κεφαλάς. ἡμέτερον κροκρίνειν γὰρ τὰ κρείττω καὶ προτάσσειν πρὸ τῶν γηγενῶν, αὐτοκράτορα καὶ αὐτεξούσιον τὸν λογισμὸν εἰληφότας καὶ πάσης ἀνάγκης ἐκτὸς εἰς τὸ αὐτοδεσπότως αἱρεῖσθαι τὰ ἀρέσκοντα, οὐ δουλεύοντας εἱμαρμένῃ καὶ τύχαις... ὡς οὐκ ἄνθρωπος ἀλλ ὡς μακάριος ἔσοιτο καὶ ἀγαθός, εἰ [μὴ] τῷ ἀνθρωπίνῳ παραδείγματι χρώμενος τοῦ Χριστοῦ καὶ πρὸς ἐκεῖνον ἑαυτὸν ζωγραφῶν κἀκεῖνον μιμούμενος βιώσει. πάντων γὰρ κακῶν μέγιστον ἔμφυτον τοῖς πολλοῖς τὸ τὰς αἰτίας τῶν ἁμαρτημάτων εἰς τὰς τῶν ἀστέρων κινήσεις ἀναφέρειν καὶ τὸν βίον ἡμῶν οἰακίζεσθαι τῆς εἱμαρμένης ταῖς ἀνάγκαις λέγειν, καθάπερ οἱ μετὰ ἀλαζονείας πολλῆς ἀστεροσκοπήσαντες· ὑπονοίᾳ γὰρ μᾶλλον ἢ τῷ φρονεῖν πεπιστευκότες, ὃ μεταξὺ τῆς ἀληθείας ἐστὶ καὶ τοῦ ψεύδους, πολὺ τῆς τῶν ὄντως ὄντων θέας ἐξηπατήθησαν. ὅθεν εἰ παρείης, ὦ Ἀρετή, πληρωθέντος ἤδη μοι τοῦ λόγου, ὃν αὐτὴ προσέταξας, δέσποινα, ῥηθῆναι, πειράσομαι δὴ συναγωνιζομένης σου καὶ συμπνεούσης πρὸς τοὺς χαλεπαίνοντας καὶ ἀμφισβητοῦντας, ὡς οὐκ ἀληθῆ λέγομεν αὐτεξούσιον εἶναι φάσκουσαι τὸν ἄνθρωπον, διευκρινήσασθαι ὅτι σφῇσιν ἀτασθαλίῃσιν ὑπέρμορον ἄλγε ἔχουσιν, αἱρούμενοι τὰ ἡδέα πρὸ τῶν συμφερόντων. ΑΡΕΤΗ. Ἀλλὰ παρίημι καὶ συναγωνίζομαι· τελέως γὰρ ὁ λόγος κεκοσμήσεται καὶ τούτων προσαφθέντων
Wherefore, taking up a manly and sober spirit, set your weapons in opposition to the beast that bristles with arms, and do not give way at all, troubled by the things in which it grows bold; for you will have untold glory if, conquering, you carry off from it the seven crowns, for the sake of which the contest and the wrestling lies before us, according to the teacher Paul. For she who has first beaten down the devil and put to death the seven heads becomes mistress of the seven crowns of virtue, having striven through the seven great contests of chastity. For one head of the dragon is incontinence and luxury; she who crushes this is wreathed with the crown of self-control. Another head is cowardice and effeminacy; she who tramples this carries off the crown of martyrdom. Another head is unbelief and folly and likewise the other advantages of wickedness; she who has worked these down and destroyed them carries off the honors set upon them, the strength of the dragon being thus variously shattered. For indeed the ten horns and stings which it was said to bear upon its heads are the ten oppositions, O fair virgins, to the Decalogue, with which it is wont to gore and strike the souls of most people, devising and contriving the contrary to the commandment, 'You shall love the Lord your God,' and to the subsequent ordinances. For behold its horn, fiery and bitter—fornication—with which it strikes the incontinent; behold adultery, behold falsehood, behold avarice, behold theft, and the others kindred and akin to these, as many as have power about its man-slaying heads; which you, when Christ fights alongside you, shall shatter and receive, garlanding your divine heads with the crowns of victory over the dragon. For it is ours to prefer the better things and to set them before the things earthborn, having received reason as sovereign and self-determining and outside all necessity, so as to choose what pleases us with self-mastery, not slaving to fate and chance... so that a person would be not merely human but blessed and good, if, using the human example of Christ and portraying himself after him and imitating him, he would live. For the greatest of all evils ingrained in most people is to refer the causes of their sins to the motions of the stars and to say that our life is steered by the necessities of fate, just as those who with great arrogance gaze at the stars; for, having trusted in conjecture rather than in thinking—which lies between truth and falsehood—they were greatly deceived from the vision of the things that truly are. Wherefore, if you are present, O Virtue, now that the discourse which you yourself commanded, O mistress, to be spoken has been fulfilled by me, I will then try, with you contending and breathing alongside me, against those who are harsh and dispute, saying that we do not speak truly when we assert that man is self-determining, to make clear that 'by their own presumptuous deeds they have griefs beyond their portion,' choosing the pleasant before the profitable. VIRTUE: But I am present and I contend alongside you; for the discourse will be perfectly adorned once these things too are appended.
因此,要取一個剛健清醒的心志,將你們的兵器擺出來對抗那披甲昂揚的獸,絕不退讓分毫,不因牠所恃以放肆的事而驚慌;因為你們若得勝,從牠奪取那七個冠冕,便要得無量的榮耀——按教師保羅所說,這爭戰與角力正擺在我們面前,正是為了這七冠。因為那位先擊倒魔鬼、治死那七頭的,便成了美德七冠的主人,因為她已通過貞潔的七場大競賽。因為龍的一個頭是放縱與奢逸;壓碎這頭的,便戴上自制的冠冕。又一個頭是怯懦與柔弱;踐踏這頭的,便奪得殉道的冠冕。又一個頭是不信與愚昧,以及其餘各樣邪惡的伎倆;制伏並除滅這些的,便奪得加於其上的尊榮,龍的力量便如此被多方擊碎。因為那被說成生在牠頭上的十角與十刺,啊,美麗的童女們,就是對十誡的十項抵觸,牠慣用這些去牴撞、擊打大多數人的靈魂,謀劃並構陷那與「你要愛主你的神」這誡命及其後續律例相反的事。看哪,牠那火熱苦毒的角——淫亂——牠用它擊打那不能自制的人;看哪,姦淫;看哪,謊言;看哪,貪財;看哪,偷竊,以及其餘與這些同類相親的,凡圍繞牠那殺人之頭所生出而有力的;這些角,當基督與你們並肩作戰時,你們必擊碎並奪取,以勝過龍的冠冕為你們神聖的頭加冠。因為揀選那更美的、把它置於屬地之物之先,乃是我們分內的事,因為我們領受了理智,它是自主、自決、超乎一切必然之外的,使我們能以自我作主地揀選所喜悅的,不作命運與機遇的奴隸……以致一個人若以基督這人作榜樣、照祂描畫自己、效法祂而活,他便不僅是人,而是蒙福良善的了。因為大多數人根深蒂固的最大之惡,就是把自己罪過的緣由歸於星辰的運行,並說我們的生命是被命運的必然所操控,正如那些極其狂傲地仰觀星象的人;因為他們信靠臆測過於信靠思想——而臆測介於真理與虛謊之間——便大大被欺,遠離了對那真正存有之物的觀照。因此,啊,美德啊,倘若你在場——既然你親自吩咐我說的論述,主母啊,已被我說完了——我便要試著,靠你與我並肩爭戰、同心吐氣,去對付那些苛刻爭辯、說我們主張人有自決之能並非真話的人,闡明「他們因自己放肆的行為,受了過分的痛苦」,揀選了快樂過於有益的事。美德:我在場,並與你並肩爭戰;因為這些事一旦補上,這論述便要得完全的妝飾。
1-8:14
ΘΕΚΛΑ. Πάλιν οὖν δὴ πρῶτον περὶ τῶν τοιούτων εἰς δύναμιν εἴπωμεν, τὴν γοητείαν αὐτῶν, ἐφᾑ θρασύνονται, γυμνώσαντες, ὡς μόνοιν κατειληφότων ἐς οἵων ὁ οὐρανὸς κεόσμηται σχημάτων κατὰ τὰς Χαλδαϊκὰς ὑποθέσεις. φάσκουσι γὰρ ὥσπερ σφαίρας ἐντόρνου στροφαῖς ἀπεικάζεσθαι τὴν περιφέρειαν τοῦ κόσμου, τῆς γῆς κέντρου καὶ σημείου τόπον ἐχούσης. περιφορᾶς γὰρ οὔσης σφαιρικῆς, ἀνάγκη, φασί, κατὰ τὰς ὁμοίας διαστάσεις τῶν αὐτῶν ὄντων διαστημάτων μέσην τοῦ παντὸς τὴν γῆν τυγχάνειν, περὶ ἣν ὁ οὐρανὸς περιδινεῖται προγενεστέραν οὐσαν. εἰ γὰρ ἐκ σημείου καὶ κέντρου περιφέρεια συνέστηκεν, ὃ δὴ κύκλος εἶναι δοκεῖ, ἀδύνατον δὲ χωρὶς σημείου καταγραφῆναι κύκλον, κύκλονδ ἔσεσθαι ἀδύνατον ἄνευ σημείου, πῶς οὐ πρὸ πάντων ἡ γῆ, φασί, συνέστηκε καὶ τὸ κατ αὐτὴν χάος καὶ βάθος; εἰς χάος γὰρ ὄντως καὶ βάθος κατωλίσθησαν οἱ σχέτλιοι πλάνης, ὅτι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία, καὶ ταῦτα καὶ τῶν παρ αὐτοῖς εἰρηκότων σοφῶν ὡς οὐδὲν Ὀλυμπίων ἐντιμότερον γηγενὲς καὶ πρεσβύτερον. ὅθεν οὐκ ἀεὶ παῖδες ὄντως οἱ Χριστὸν ἐγνωκότες, καθάπερ Ἕλληνες οἱ μύθοις μᾶλλον καὶ πλάσμασιν ἢ τέχνῃ τῶν λόγων τὴν ἀλήθειαν χώσαντες καὶ τοῖς οὐρανίοις τὰς τῶν ἀνθρώπων προσαρμόσαντες συμφοράς, οὐδὲν αἰσχύνονται καταγράφοντες τὴν τῆς οἰκουμένης περιφορὰν γεωμετρικοῖς θεωρήμασι καὶ σχήμασι. καὶ τὸν οὐρανὸν εἰδώλοις πτηνῶν καὶ νηκτῶν καὶ χερσαίων εἰσηγούμενοι κεκοσμῆσθαι καὶ τὰς ποιότητας τῶν ἀστέρων ἐκ τῶν περὶ τοὺς ἀρχαίους ἀνθρώπους συμφορῶν κατεσκευάσθαι, ὥστε τὰς τῶν πλανητῶν αὐτοῖς κινήσεις ἐκ τῶν τοιούτων ἡρτῆσθαι σωμάτων. εἱλίσσεσθαι γὰρ περὶ τὴν τῶν δώδεκα ζωδίων φύσιν φασὶ τοὺς ἀστέρας, ἑλκομένους τοῦ ζωδιακοῦ κύκλου τῇ φορᾷ, ὡς καὶ διὰ τῆς συγκράσεως αὐτῶν ὁρᾶσθαι τὰ ἀποβαίνοντα πολλοῖς κατὰ τὰς πρὸς ἀλλήλους αὐτῶν συναφείας τε καὶ ἀπορροίας, ἀνατολάς τε αὖ καὶ δύσεις. σφαιροειδὴς γὰρ ὑπάρχων πᾶς ὁ οὐρανὸς καὶ κέντρῳ καὶ σημείῳ κατ αὐτοὺς τῇ γῇ χρώμενος, διὰ τὸ πάσας ἀπὸ τῆς περιφορᾶς τὰς προσπιπτούσας εὐθείας ἐπὶ τὴν γῆν ἔσας ἀλλήλαις εἶναι, ὑπὸ τῶν περιεχόντων αὐτὸν <ται> κύκλων· ὧν μείζων μὲν ὁ μεσημβρινὸς καὶ δεύτερος ὁ εἰς ἴσα τέμνων μέρη καλούμενος ὁρίζων, τρίτος δὲ ὁ τούτους ἐπιδιαιρῶν ἰσημερινός. παρ ἑκάτερα δὲ τούτου τροπικοὶ δύο, θερινὸς καὶ χειμερινός· καὶ ὁ μὲν πρὸς τοῖς ἀρκτίοις, ὁ δὲ πρὸς τοῖς νοτίοις. κατὰ δὲ τούτων ὁ λεγόμενος ἄζων, περὶ ὃν αἵ τε Αρκτοι, ὅ τε ἀνταρκτικὸς ἔξωθεν τῶν τροπικῶν. καὶ αἱ μὲν Ἄρκτοι περὶ αὑτὰς στρεφόμεναι καὶ βρίθουσαι τὸν διὰ τῶν πόλων ἄξονα τὴν τοῦ παντὸς ἀπεργάζονται κίνησιν κόσμου, κατὰ τὰς ἀλλήλων ἰξύας ἔχουσαι τὰς κεφαλὰς καὶ ἄχραντοι τοῦ καθ ἡμᾶς ὁρίζοντος οὖσαι, τῷ τὸν ζωδιακὸν κύκλον πάντων ἐφάπτεσθαι τῶν κύκλων, λοξὴν ποιούμενον τὴν κίνησιν· εἶναί τε ἐν αὐτῷ ζωδίων ἀριθμόν,ἃ καλεῖται δωδεκατημόρια δώδεκα, ἀπὸ Κριοῦ τὴν ἀρχὴν ἔχοντα μέχρι τῶν Ἰχθύων·ἃ κατηστερίσθαι παριστᾶσιν ἐχεμύθοις αἰτίαις· τὸν μὲν Κριὸν φάσκοντες τὸν τὴν Ἕλλην εἶναι τὴν Ἀθάμαντος διακομίσαντα καὶ Φρίξον εἰς Σκύθας, τὸ δὲ Βούκρανον, εἰς τιμὴν Διός, τοῦ τὴν Εὐρώπην ταύρου διαπεραιώσαντος εἰς τὴν Κρήτην· καὶ τὸν καλούμενον δὲ Γαλαξίαν κύκλον, ὃς τὴν ἀρχὴν ἀπὸ τοῦ συνδέσμου τῶν Ἰχθύων ἐπὶ τὸν Κριὸν Κριὸν ἐκ τῶν τῆς Ἥρας μαζῶν Ἡρακλεῖ προχυθῆναι λόγος Διὸς ταγαῖς. ὥστε κατ αὐτοὺς πρὸ τῆς Εὐρώπης καὶ Φρίξου καὶ τοῖν Διοσκούροιν καὶ τῶν ἄλλων ζωδίων τῶν ἐξ ἀνθρώπων καὶ θηρίων καταστερισθέντων οὔπω γένεσις ἦν, ἀλλὰ χωρὶς γενέσεως ἐβίωσαν ἡμῶν οἱ παλαιότεροι. ἐπιχειρητέον γὰρ μή πως τὸ ψεῦδος ἰσχύσωμεν ὥσπερ ἰατροὶ φαρμάκοις τῶν λόγων ἀμβλύνοντες ἰατικοῖς σβέσαι, τῇδε σκοποῦσαι τὴν ἀλήθειαν
THECLA: Again, then, let us first speak as best we can about such matters, laying bare their charlatanry, in which they grow bold, as though they alone had comprehended with what sorts of figures the heaven is adorned, according to the Chaldean hypotheses. For they say that the circumference of the world is likened to the revolutions of a turned sphere, with the earth holding the place of center and point. For since the revolution is spherical, they say it is necessary that, according to the like distances of the same intervals, the earth happens to be at the middle of the whole, around which the heaven, being older than it, revolves. For if from a point and center a circumference is constituted, which seems to be a circle, and it is impossible for a circle to be drawn without a point—a circle being impossible without a point—how, they say, was not the earth constituted before all things, and the chaos and depth in it? For into chaos indeed and depth the wretches have slipped down in their error, because, though knowing God, they did not glorify or thank him as God, but became vain in their reasonings, and their senseless heart was darkened—and that too when even the wise among them have said that nothing earthborn is more honored or more ancient than the Olympians. Wherefore those who have known Christ are not, in truth, always children, as are the Greeks, who, having buried the truth under myths and fictions rather than under skill of arguments, and having fitted the misfortunes of men to the heavenly things, are in no way ashamed to map out the circuit of the inhabited world with geometrical theorems and figures. And introducing that the heaven is adorned with images of winged creatures and swimming creatures and land creatures, and that the qualities of the stars were fashioned from the misfortunes that befell men of old, so that the motions of the planets depend, according to them, upon such bodies. For they say the stars revolve about the nature of the twelve signs of the zodiac, drawn by the motion of the zodiacal circle, so that through their commingling the things that happen to many are seen, according to their conjunctions and effluences with one another, and their risings and settings. For all the heaven, being spherical and using the earth as center and point according to them—because all the straight lines falling from the circumference to the earth are equal to one another—is encompassed by the circles surrounding it; of which the greatest is the meridian, and second the one called the horizon that cuts it into equal parts, and third the equator that further divides these. On either side of this are two tropics, the summer and the winter; the one toward the northern, the other toward the southern. According to these is the so-called axis, about which are the Bears, and the antarctic outside the tropics. And the Bears, revolving about themselves and weighing down the axis through the poles, accomplish the motion of the whole world, having their heads toward each other's flanks and being undefiled by our horizon, since the zodiacal circle touches all the circles, making its motion oblique; and in it there is a number of signs, which are called the twelve twelfth-parts, having their beginning from Aries down to Pisces; which they represent as having been set among the stars for reasons kept secret—saying that Aries is the one that carried Helle daughter of Athamas and Phrixus across to the Scythians, and the Bull's-head was set, in honor of Zeus, for the bull that ferried Europa across to Crete; and the so-called Galaxy (Milky Way) circle, which is said to have flowed forth from the breasts of Hera for Heracles, from the joining of Pisces up to Aries, by the commands of Zeus. So that, according to them, before Europa and Phrixus and the Dioscuri and the other signs set among the stars from men and beasts, there was as yet no genesis (birth-fate), but without genesis our more ancient forebears lived. For we must make the attempt, lest somehow the falsehood prevail, blunting it like physicians with the curative drugs of arguments and so quenching it, viewing the truth in this way.
特克拉:那麼,讓我們再盡力先論這類事,揭穿他們所恃以放肆的江湖之術,彷彿惟獨他們按迦勒底人的假說,領會了天是以怎樣的形狀妝飾的。因為他們說,世界的圓周好比一個旋轉的球體之轉動,地球佔據中心與點的位置。因為既然旋轉是球形的,他們說,按相同間距之相等距離,地球必然處於全體的中央,那比它更古老的天就繞著它旋轉。因為若從一個點與中心構成一個圓周——這似乎就是圓——而沒有點便無法畫圓,沒有點圓便不可能存在,那麼他們說,地豈不是先於萬物而構成的嗎?還有其中的混沌與深淵?因為這些可悲的人實在在謬妄中滑入了混沌與深淵,因為他們雖然知道神,卻不當作神榮耀祂、感謝祂,反倒在他們的思念上變為虛妄,無知的心就昏暗了——況且連他們中間的智者也曾說,沒有什麼屬地之物比奧林匹斯諸神更尊貴、更古老。因此,那些認識基督的人,並非像希臘人那樣始終是孩童;希臘人把真理埋在神話與虛構之下,而非埋在言辭技巧之下,又把人間的災禍套在屬天的事物上,竟毫不羞愧地用幾何定理與圖形描繪所居世界的圓周。他們還主張天是以飛禽、游魚、走獸的形像妝飾的,眾星的性質是從古人所遭的災禍構成的,以致行星的運行按他們所說乃繫於這類星體。因為他們說,眾星繞著十二宮的本性旋轉,被黃道圈的運行所牽引,以致藉著它們的交融,便看見許多人所遭遇的事,按它們彼此的會合與流射,以及它們的升起與沉落。因為按他們所說,整個天既是球形、以地為中心與點——因為從圓周落到地上的一切直線都彼此相等——便被環繞它的諸圈所包圍;其中最大的是子午圈,第二是那把它分成相等部分、稱為地平圈的,第三是進一步分割這些的赤道圈。在這圈兩側有兩條回歸線,夏至圈與冬至圈;一條向北,一條向南。按這些有所謂的軸,環繞它有大小熊座,以及在回歸線之外的南極圈。大小熊座繞著自身旋轉、壓著穿過兩極的軸,便成就整個世界的運行,它們的頭朝向彼此的腰側,且不被我們的地平圈所玷,因為黃道圈觸及一切圈,使其運行傾斜;其中有若干星座,稱為十二等分宮,從白羊宮起,直到雙魚宮;他們以諱莫如深的緣由解說這些被列為星座之事——說白羊就是那把阿塔瑪斯之女赫勒與弗里克索斯馱過到斯基泰人那裡的;而牛首則是為尊崇宙斯,紀念那把歐羅巴渡到克里特的公牛而設的;又有所謂的銀河圈,據說是奉宙斯之命,從赫拉的乳房為赫拉克勒斯流出,從雙魚的連接處直到白羊。以致按他們所說,在歐羅巴、弗里克索斯、雙子,以及其餘從人與獸列為星座的諸宮之前,尚無「命運」可言,乃是我們更古老的先人無需命運而活。因為我們必須作此嘗試,免得這虛謊得勢,要像醫生用言辭的治療之藥使它鈍化、把它撲滅,如此察看真理。
1-8:15
Εἰ κρεῖσσον ἦν τὸ ὑπὸ γένεσιν εἶναι τοὺς ἀνθρώπους,ὠ σχέτλιοι, τοῦ μὴ εἶναι, δι ἣν αἰτίαν οὐκ αὐτόθεν, ἀφ οὗπερ τὸ γένος ἔφυ τὸ τῶν ἀνθρώπων, γένεσις ἦν; εἰ δὲ ἦν, τίς χρεία τῶν ὑπόγυιον καταστερισθέντων, Λέοντος Καρκίνου, Διδύμων, Παρθένου, Ταύρου, Ζυγοῦ, Σκορπίου, Κριοῦ, Τοξότου, Ἰχθύων, Αἰγόκερω, Ὑδροχόου, Περσέως, Κασσιοπείας, Κηφέως, Πηγάσου, Ὕδρου, Κόρακος, Κρατῆρος, Λύρας. Δράκοντος, καὶ τῶν ἄλλων, ἐξ ὡν εἰσηγεῖσθε κατακοσμηθέντων τοὺς πολλοὺς κατειληφέναι τὴν μαθηματικὴν ταύτην, μᾶλλον δὲ καταθεματικήν, πρόγνωσιν; ἤτοι οὐν καὶ ἐπὶ τῶν ἔμπροσθεν γένεσις ἦν, καὶ μάταιος ἡ τούτων σύστασις, ἢ οὐκ ἦν, καὶ εἰς τὴν κρείσσονα κατάστασιν καὶ διαγωγὴν ὁ θεὸς τὸν βίον μετέστησε, τῶν ἔμπροσθεν χείρονα βιωσάντων χρόνον. ἀλλὰ κρείττους οἱ παλαιότεροι τῶν νῦν, ὅθεν καὶ χρυσοῦν ἐκλήθησαν γένος. οὐκ ἄραγένεσις. εἰ ὁ ἥλιος καθιππεύων τοὺς κύκλους καὶ ἐπιπορευόμενος ἐτησίοις τε ζώδια περιόδοις τὰς μεταβολὰς ἀποτελεῖ καὶ τὰς τροπὰς τῶν καιρῶν, οἱ πρὸ τοῦ καταστερισθῆναι τὰ ζώδια γεγονότες καὶ κοσμηθῆναι τούτοις τὸν οὐρανὸν πῶς διήρκεσαν, μηδέπω θέρους, μετοπώρου, χειμῶνος, ἔαρος διακεκριμένων, δι ὡν ἡ τοῦ σώματος αὔξεται καὶ συγκρατεῖται φύσις; ἀλλ ἐξήρκεσαν καὶ πολυχρονιώτεροι γεγόνασι καὶ ῥωμαλεώτεροι παρὰ τοὺς νῦν, ὁμοίως καὶ τότε διευθύναντος τοὺς καιροὺς τοῦ θεοῦ. οὐκ ἄρα ἐκ τοιούτων ὁ οὐρανὸς πεποίκιλται σχημάτων. εἰ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ τὰ ἄλλα ἄστρα, τὰ εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γεγονότα καὶ κόσμον οὐρανοῦ καὶ τροπὰς καιρῶν, θεῖά ἐστι καὶ κρείττονα τῶν ἀνθρώπων, ἀνάγκη καὶ κρείττονα βίον καὶ μακάριον αὐτὰ καὶ εἰρηνικὸν καὶ πολλῷ τοῦ ἡμετέρου βίου διαλλάττοντα δικαιοσύνῃ καἰ ἀρετῇ διάγειν, κινούμενα κίνησιν εὔτακτον καὶ εὐδαίμονα. εἰ δὲ τἀς τῶν θνητῶν συμφορὰς καὶ κακοφροσύνας αὐτὰ τεκταίνεται καὶ ἐνεργεῖ, περὶ τὰς ἀσελγείας ἀσχολούμενα καὶ τὰς μεταβολὰς καὶ τροπὰς τοῦ βίου ἄρα ἀθλιώτερα τῶν ἀνθρώπων ἐστίν, εἰς τὴν γῆν βλέποντα καὶ τὰς ἐπικήρους καὶ ἀθέσμους πράξεις καὶ μηδὲν κρεῖττον τῶν ἀνθρώπων διάγοντα, εἴ γε τῆς ἐκείνων ἀπορροίας καὶ κινήσεως ὁ ἡμέτερος ἤρτηται βίος
If it were better for men to be subject to genesis (birth-fate) than not to exist, O wretches, for what reason was there not genesis from the very moment when the race of men first sprang up? But if there was, what need of those recently set among the stars—Lion, Crab, Twins, Virgin, Bull, Scales, Scorpion, Ram, Archer, Fishes, Goat-horned, Water-pourer, Perseus, Cassiopeia, Cepheus, Pegasus, Hydra, Crow, Cup, Lyre, Dragon, and the rest—through which, when the heaven was, as you allege, adorned, the many comprehended this 'mathematical,' or rather 'accursed,' foreknowledge? Either, then, there was genesis even among those before, and the constituting of these signs is vain; or there was not, and God transferred life into a better state and conduct, since those before lived a worse span of time. But the more ancient were better than those of now, whence they were also called the golden race. There is no genesis, then. If the sun, coursing over the circles and traversing the signs in its annual revolutions, accomplishes the changes and the turnings of the seasons, how did those who came to be before the signs were set among the stars and the heaven was adorned with them survive, when as yet summer, autumn, winter, spring had not been distinguished, by which the nature of the body grows and is held together? But they did survive, and became longer-lived and more robust than those of now, God likewise then directing the seasons. The heaven, then, is not embroidered with such figures. If the sun and the moon and the other stars—which came to be for the determining and guarding of the numbers of time and the order of heaven and the turnings of the seasons—are divine and better than men, it is necessary that they too lead a better and blessed and peaceful life, differing much from our life in righteousness and virtue, moving with a well-ordered and happy motion. But if they contrive and effect the misfortunes and evil-mindedness of mortals, busying themselves about licentiousness and the changes and turnings of life, then they are more wretched than men, looking down to the earth and to the perishable and lawless deeds, and conducting themselves in no way better than men—if indeed our life depends on their effluence and motion.
啊,可悲的人哪,倘若人受制於「命運」勝過不存在,那麼為何不從人類起源的那一刻就有命運呢?但若曾有命運,又何需那些晚近才被列為星座的——獅子、巨蟹、雙子、室女、金牛、天秤、天蠍、白羊、人馬、雙魚、摩羯、寶瓶、英仙、仙后、仙王、飛馬、長蛇、烏鴉、巨爵、天琴、天龍以及其餘的——你們竟說,當天被這些妝飾時,眾人才藉它們領會了這「占星之學」,或更該說「咒詛之學」的預知?那麼,要麼在那些星座之前也曾有命運,這些星座的構成便是枉然;要麼當時並無命運,乃是神把生命遷入更美的狀態與境況,因為從前的人所過的時光較差。但更古老的人比如今的人更好,所以他們也被稱為黃金種族。可見並無命運。倘若日頭馳騁諸圈、年復一年地巡行諸宮,成就季節的更替與回轉,那麼在諸星座被列、天被它們妝飾之前出生的人,當夏、秋、冬、春尚未分別——身體的本性正是靠這些得以生長維繫——他們是怎麼存活的呢?然而他們確實存活了,而且比如今的人更長壽、更強健,因為當時神同樣引導著季節。可見天並非由這類形狀構成。倘若日、月與其餘的星辰——它們是為界定並守護時間之數、天的秩序與季節的回轉而造的——是神聖的、比人更美,那麼它們也必然過著更美、蒙福、平安的生命,在公義與美德上遠勝我們的生命,以井然而有福的運行而動。但若它們竟謀劃並施行世人的災禍與惡念,忙於放蕩、忙於生命的變遷與回轉,那麼它們就比人更可悲了,因為它們俯視地面、俯視那必朽不法的行為,所過的並不比人更美——倘若我們的生命真繫於它們的流射與運行的話。
1-8:16
Εἰ πᾶσα πρᾶξις χωρὶς ἐπιθυμίας οὐ γίνεται, οὐδὲ μὴν ἐπιθυμία χωρὶς ἐνδείας, ἀνενδεὲς δὲ τὸ θεῖον, ἀνεννόητον ἄρα πονηρίας. καὶ εἰ ἡ τῶν ἄστρων φύσις ἐγγυτέρω τέτακται τοῦ θεοῦ, κρείσσων οὐσα τῆς τῶν κρεισσόνων ἀνθρώπων ἀρετῆς, ἀνεννόητα κακίας ἐστὶ καὶ ἀνενδεῆ τὰ ἄστρα. καὶ ἄλλως· πᾶς ἡμῖν ὁμολογήσει τῶν πεπεισμένων τὸν ἥλιον καὶ ιὴν σελήνην καὶ τοὺς ἀστέρας εἶναι θεῖα καὶ μακρὰν ἀπῳκίσθαι κακίας καὶ τῶν γηγενῶν πράξεων ἀνεπίδεκτα πάθους ἡδονῆς ὄντα καὶ λύπης· οὐ γὰρ προσεῖναι τοῖς οὐρανίοις τοιαύτας ὀρέξεις βδελυκτάς. εἰ δὲ τούτων ἐκτὸς καὶ ἀνενδεῆ πεφύκασι, πῶς τοῖς ἀν θρώποιςἄ μὴ αὐτὰ βούλονται καὶ ὧν ἐκτός εἰσι τεκταίνονται; οἱ διοριζόμενοι μὴ εἶναι τὸν ἄνθρωπον αὐτεξούσιον, ἀλλ' ἀνάγκαις ἀφύκτοις εἱμαρμένης λέγοντες οἰακίζεσθαι καὶ ἀγράφοις προστάγμασιν, εἰς αὐτὸν ἀσεβοῦσι τὸν θεόν, παρεκτικὸν τῶν ἀνθρωπίνων αὐτὸν κακῶν καὶ ποιητὴν εἰσηγούμενοι. εἰ γὰρ τὴν τῶν ἀστέρων ἅπασαν κυκλικὴν κίνησιν ἐμμελῶς αὐτὸς ἀφράκτῳ σοφίᾳ καὶ ἀνεννοήτῳ διέπει, κατευθύνων τὸν οἴακα τῆς οἰκουμένης, οἱ δὲ ἀστέρες τὰς ποιότητας τῆς κακίας καὶ τῆς ἀρετῆς ἐκτελοῦσι τῷ βίῳ, ἀνάγκης δεδμοῖς τοὺς ἀνθρώπους ἕλκοντες εἰς ταῦτα, αἴτιον τῶν κακῶν τὸν θεὸν ἀποφαίνονται καὶ δότην. ἀλλ ἀναίτιος πᾶσι πάσης βλάβης ὁ θεός. οὐκ ἄρα γένεσις. πᾶς ὅστις κἂν βραχὺ συνετὸς ὁμολογήσει τὸ θεῖον δίκαιον, ἀγαγόν, σοφόν, ἀληθές, ὠφέλιμον, ἀναίτιον κακῶν, ἀσύμπλοκον πάθους καὶ πᾶν ὅ τι τοιοῦτον. καὶ εἰ οἱ δίκαιοι κρείσσους εἰσὶ τῶν ἀδίκων καὶ ἔστιν αὐτοῖς ἡ ἀδικία βδελυκτή, χαίρει δὲ ὁ θεὸς τῇ δικαιοσύνῃ, δίκαιος ὤν, στυγητὴ δὲ αὐτῷ ἡ ἀδικία, ἐναντίον οὐσα καὶ ἐΜ·ὸν τῇ δικαιοσύνῃ, οὐκ ἄρα ἀδικίας αἴτιος ὁ θεός. — εἰ τὸ ὠφελοῦν πάντως ἐστὶν ἀγαθόν, ἀφέλιμον δὲ σωφροσύνῃ καὶ οἴκῳ καὶ βίῳ καὶ φίλοις. ἀγαθὸν ἄρα ἐστὶν ἡ σωφροσύνη. καὶ εἰ ἡ σψφροσύνη φύσει ἀγαθόν, ἀκολασία δὲ ἐναντίον σωφροσύνῃ, τὸ δὲ ἀναντίον τῷ ἀγαθῷ κακόν, κακὸν ἄρα ἡ ἀκολασία. καὶ εἰ ἡ ἀκολασία φύσει κακόν, κατὰ ἀκολασίαν δὲ μοιχεῖαι γίνονται καὶ κλοπαὶ καὶ ὀργαὶ καὶ φόνοι, φόνοι, φύσει κακόν ἐστιν ὁ ἀκόλαστος βίος· τὸ δὲ θεῖον παθῶν ἀσύμπλοκον. οὐκ ἄρα γένεσις. — εἰ οἰ σώφρονες βελτίους εἰσὶ τῶν ἀκρατῶν καὶ ἔστιν αὐτοῖς ἡ ἀκρασία βδελυκτή. χαίρει Τε ὁ θεὸς τῇ σωφροσύνῃ, παθῶν ἀνεννόητος ὤν, στυγητὴ ἄρα καὶ τῷ θεῷ ἡ ἀκρασία. ὅτι δὲ ἡ κατὰ σωφροσύνην πρᾶξις, ἀρετὴ οὖσα, κρείττων ἐστὶ τῆς κατὰ ἀκρασίαν, κακίας οὔσης, μαθεῖν ἔστιν ἀπὸ βασιλέων, ἀπὸ ἀρχόντων, ἀπὸ στρατηγῶν, ἀπὸ γυναικῶν, ἀπὸ τέκνων, ἀπὸ πολιτῶν, ἀπὸ δεσποτῶν, ἀπὸ οἰκετῶν, ἀπὰ παιδαγωγῶν, ἀπὸ διδασκάλων· ἕκαστος γὰρ τούτων καὶ ἑαυτῷ καὶ τῷ κοινῷ ὠφέλιμος σωφρονῶν, σωφρονῶν, ἀκολασταίνων δὲ καὶ ἑαυτῷ καὶ τῷ κοινῷ βλαβερός. καὶ εἰ ἴσαι διαφορά τις κιναίδων καὶ ἀνδρῶν καὶ ἀκολάστων καὶ σωφρόνων, καὶ ἔστι κρείσσων ἡ τῶν ἀνδρείων καὶ σωφρόνων, χείρων δὲ ἡ τῶν ἑναντίων, οἱ δὲ τῆς κρείσσονος ἐγγύς εἰσι καὶ φίλοι θεοῦ, οἱ δὲ τῆς χείρονος μακρὰν καὶ ἐχθροί, οἱ λέγοντες γένεσιν τὸ αὐτὸ τὴν ἀδικίαν εἶναι καὶ τὴν δικαιοσύνην διορίζονται, κιναιδίαν καὶ ἀνδρείαν, ἀδρασίαν καὶ σωφροσύνην, ὅπερ ἀδύνατον. εἰ γὰρ τῷ κακῷ τὸ ἀγαθὸν ἐναντίον, τὸ δὲ ἄδικον κακόν, τούτῳ δὲ ἐναντίον τὸ δίκαιον, τὸ δὲ δίκαιον ἀγαθόν, τὸ δὲ ἀγαθὸν ἐχθρὸν τοῦ κακοῦ ἀνόμοιον δὲ τὸ κακὸν τῷ ἀγαθῷ, ἕτερον ἄρα τὸ δίκαιον τοῦ ἀδίκου. οὐκ ἄρα αἵτιος κακῶν ὁ θεός, οὐ χαίρει τοῖς κακοῖς — ὡς συνέστησεν αὐτὸς ὁ λόγος — ἀγαθὸς ὤν. εἰ εἰσὶ δὲ πονηροί τινες, κατὰ ἔνδειαν φρενῶν εἰσιν οὗτοι πονηροὶ καὶ οὐ κατὰ γένεσιν, σφῇσιν ἀτασθαλίῃσιν ὑπέρμορον ἄλγε' ἔχοντες. εἰ τὸ ἀνελεῖν τινα καὶ φόνῳ τὰς χεῖρας αἱμάξαι γένεσις ἀργάζεται, τοῦτο δὲ νόμος κωλύει, κολάζων τοὺς ἀλάστορας καὶ δι ἀπειλῆς ἀπ[είργων τὰ τῆς γενέσεως δόγματα, οἷον τὸ ἀδικῆσαι, μοιχεύσασθαι, καέψαι, φαρμακεῦσαι, ἐναντίον ἄρα νόμος γενέσει. ὅσα μὲν γὰρ γένεσις ὥρικε, ταῦτα νόμος κωλύει, ὄσα δὲ νόμος κωλύει, ταῦτα γένεσις ποιρῖν βιάζεται. πολέμιον ἄρα γενέσει νόμος. εἰ δὲ πολέμιον, οὐκ ἄρα κατὰ γένεσιν οἱ νομοθέται νομοθέται· τὰ γὰρ ἐναντία δογματίζοντες ζοντες γενέσει γένεσιν λύουσιν. ἤτοι οὖν γένεσις ἔστι καὶ οὐκ ἐχρῆν εἶναι νόμους, ἢ εἰσὶ νόμοι, καὶ οὐκ εἰσὶ κατὰ γένεσιν. ἀλλὰ ἀμήχανον χωρὶς γενέσεως φῦναί τινα καὶ διαπλάσασθαί τι· οὐδὲ γὰρ τὸν δάκτυλου ἀξεῖναί φασι χωρὶς εἱμαρμένης κινῆσαί τινι. κατὰ γένεσιν ἄρα καὶ Μίνως καὶ Δράκων καὶ Λυκοῦργος καὶ Σόλων καὶ Ζάλευκος νομοθέται φύντες διεάξοντο τοὺς νόμους, ἀπαγορεύοντες μοιχείας, φόνους βίας, ἁρπαγάς, κλοπάς, ὡς οὐκ ὄντων τούτων καὶ γινομένων κατὰ γένεσιν. εἰ δὲ κατὰ γένεσιν καὶ ταῦτα, οὐ κατὰ γένεσιν οἱ νόμοι· οἳ γὰρ ἂν αὐτὴ ὑφ ἑαυτῆς ἀνῃρεῖτο γένεσις, αὐτὴ ἑαυτὴν ἀκυροῦσα καὶ αὐτὴ ἑαυτῇ μαχομένη, καὶ ἐνταῦθα μὲν ἀπαγορευτικοὺς μοιχείας καὶ φόνων νόμους τιθεμένη καὶ τιμωρουμένη καὶ ἀπεξερχομένη τοὺς κακούς, ἐνταῦθα δὲ φόνους καὶ μοιχείας ἐργαζομένη. ἀλλὰ τοῦτο ἀδύνατον· οὐδὲν γὰρ ἀλλόκοτον αὐτὸ ἑαυτοῦ καὶ αὐτὸ ἑαυτῷ ἀπεχθανόμενον καὶ αὐτὸ ἑαυτὸ καταλύον καὶ ἀσύμφορον αὐτὸ ἑαυτῷ. οὐκ ἄρα γένεσις. — εἰ κατὰ γένεσιν πᾶν ὅ τί ποτ οὖν γίνεται καὶ ἔστι δίχα γενέσεως οὐδέν, ἀνάγκη καὶ τὸν νόμον γενέσει γεγονέναι. ἀλλὰ νόμος γένεσιν ἀναιρεῖ, διδακτήν διδάσκων τὴν ἀρετὴν καὶ ἐξ ἐπιμελείας προσγινομένην, φευκτὴν δὲ τὴν κακίαν καὶ ἐξ ἀπαιδευσίας φυομένην. οὐκ ἄρα γένεσις. — εἰ τὸ ἀλλήλους ἀδικεῖν καὶ τὸ ὑπ ἀλλήλων ἀδικεῖσθαι γένεσις ποιεῖ, τίς χρεία νόμων; εἰ δὲ ἵνα τοὺς ἁμαρτάνοντας ἀμύνωνται, φροντίζοντος τοῦ θεοῦ τῶν ἀδικουμένων, ἄμεινον ἦν κακοὺς μὴ ποιῆσαι καθ εἱμαρμένην ἢ μετὰ τὸ ποιῆσαι νόμοις ἀπανορθοῦσαι. ἀλλ' ἀγαθὸς ὁ θεὸς καὶ σοφὸς καὶ τὰ κρείσσω ποιῶν. οὐκ ἄρα γένεσις. — ἤτοι ἀνατροφαὶ καὶ τὰ ἔθη τῶν ἁμαρτημάτων εἰσὶν αἴτια, ἢ τὰ πάθη τῆς ψυχῆς καὶ αἱ διὰ σώματος ἐπιθυμίαι. ὁπότερονδ ἂν τούτωνᾖ τὸ αἴτιον, ὁ θεὸς ἀναίτιος. — εἰ κρεῖσσόν ἐστι τὸ δίκαιον εἶναι τοῦ ἄδικον διὰ τί τοιοῦτος αὐτόθεν ὁ ἄνθρωπος ἀπὸ τῆς γενέσεως οὐ γίνεται; εἰ δὲ ὕστερον, ὅπως ἀμείνων γενηθῇ, σωφρονίζεται μαθήμασι καὶ νόμοις, ὡς αὐτεξούσιος ἄρα σωφρονίζεται καὶ οὐχ ὡς ἐκ φύσεως ὥν κακός. — εἰ οἱ πονηροὶ πονηροὶ κατὰ γένεσιν πεφύκασι προνοίας ταγαῖς, οὐκ εἰσὶ μεμπτοὶ καὶ ἄξιοι τιμωρίας τῆς ἐκ τῶν νόμων, ζῶντες κατὰ τὴν οἰκείαν φύσιν, ἐπεὶμ̀ι δεδύνηνται μεταβληθῆναι. — καὶ ἄλλως· εἰ οἱ ἀγαθοὶ κατὰ τὴν οἰκείαν φύσιν ζῶντές εἰσιν ἐπαινετοί, τῆς γενέσεως οὔσης αἰτίας τοῦ εἶναι τοὺς ἀγαθοὺς ἀγαθούς, οὐδὲ οἱ πονηροὶ ἄραι κατὰ τὴν οἰκείαν φύσιν ζῶντες, αἰτιατέοι παρὰ δικαίῳ κριτῇ. καὶ εἰ χρὴ διαρρήδην εἰπεῖν, ὁ κατὰ τὴν προσοῦσαν αὐτῷ φύσιν ζῶν οὐδὲν ἁμαρτάνει· οὐ γὰρ ἑαυτὸν ἀποίησε τοιοῦτον, ἀλλ' ἡ εἱμαρμένη, καὶ ζῇ κατὰ τὴν ταύτης κίνησιν ἀγόμενος ἀφύκτοις ἀνάγκαις. οὐδεὶς οὑν κακός. ἀλλ' εἰσὶ κακοί, καὶ ἡ μὲν κακία ψεκτὴ καὶ ἐχθρὰ τῷ θεῷ, ὡς συνέστησεν ὁ λόγος ἡ δὲ ἀρετὴ προσφιλὴς καὶ ἐπαινετή, θεοῦ διατάξαντος νόμον τιμωρὸν τῶν κακῶν. οὐκ ἄρα εἱμαρμένη
If every action does not come about without desire, nor indeed desire without lack, but the Divine is without lack, then it is unconceiving of wickedness. And if the nature of the stars is ranked nearer to God, being better than the virtue of the better men, then the stars are unconceiving of vice and without lack. And otherwise: everyone of those who are persuaded will agree with us that the sun and the moon and the stars are divine and far removed from vice and incapable of the earthborn deeds, being unsusceptible of the passion of pleasure and grief; for such abominable cravings do not belong to the heavenly things. But if they are outside these and are by nature without lack, how do they contrive for men the things which they themselves do not will and outside of which they are? Those who define that man is not self-determining, but say that he is steered by the inescapable necessities of fate and by unwritten ordinances, commit impiety against God himself, introducing him as the bestower and maker of human evils. For if he himself harmoniously governs all the circular motion of the stars by an unfailing and unconceiving wisdom, directing the helm of the inhabited world, but the stars accomplish for life the qualities of vice and virtue, dragging men by the bonds of necessity into these, they declare God to be the cause and giver of evils. But God is to all the cause of no harm whatsoever. There is no genesis, then. Everyone who is even a little intelligent will agree that the Divine is just, good, wise, true, beneficial, the cause of no evils, unmingled with passion, and everything of the sort. And if the just are better than the unjust, and injustice is abominable to them, and God rejoices in righteousness, being just, while injustice is hateful to him, being contrary and inimical to righteousness, then God is not the cause of injustice. — If the beneficial is in every way good, and self-control is beneficial to household and life and friends, then self-control is good. And if self-control is by nature good, and licentiousness is contrary to self-control, and what is contrary to the good is evil, then licentiousness is evil. And if licentiousness is by nature evil, and according to licentiousness adulteries and thefts and angers and murders come about, then the licentious life is by nature evil; but the Divine is unmingled with passions. There is no genesis, then. — If the self-controlled are superior to the incontinent, and incontinence is abominable to them, and God rejoices in self-control, being unconceiving of passions, then incontinence is hateful even to God. And that the action according to self-control, being a virtue, is superior to that according to incontinence, being a vice, one may learn from kings, from rulers, from generals, from women, from children, from citizens, from masters, from servants, from tutors, from teachers; for each of these, exercising self-control, is beneficial both to himself and to the community, but being licentious is harmful both to himself and to the community. And if there is some difference between catamites and men, and between the licentious and the self-controlled, and the way of the brave and self-controlled is superior, while that of the contrary is worse, and the former are near to God and friends of God, but the latter are far off and enemies, then those who assert genesis define injustice and righteousness to be the same thing, effeminacy and manliness, incontinence and self-control—which is impossible. For if the good is contrary to the evil, and the unjust is evil, and to this the just is contrary, and the just is good, and the good is an enemy of the evil, and the evil is unlike the good, then the just is other than the unjust. God, then, is not the cause of evils, nor does he rejoice in evils—as the argument itself has established—being good. And if there are some who are wicked, they are wicked according to a deficiency of mind, and not according to genesis, having griefs beyond their portion by their own presumptuous deeds. If genesis brings it about that someone slays another and bloodies his hands with murder, but the law forbids this, punishing the murderers and by threat warning off the decrees of genesis—such as to do wrong, to commit adultery, to steal, to poison—then the law is contrary to genesis. For whatever genesis decrees, these the law forbids, and whatever the law forbids, these genesis compels to be done. The law, then, is at war with genesis. And if it is at war, then the lawgivers are not lawgivers according to genesis; for in laying down decrees contrary to genesis they dissolve genesis. Either, then, there is genesis and there ought not to be laws, or there are laws and they are not according to genesis. But it is impossible for anyone to be born and for anything to be formed without genesis; for they say that one cannot even move a finger without fate. According to genesis, then, Minos and Draco and Lycurgus and Solon and Zaleucus, being born lawgivers, framed laws forbidding adulteries, murders, violence, plunderings, thefts—as though these did not exist and come about according to genesis. But if these too are according to genesis, then the laws are not according to genesis; for then genesis would be abolished by itself, annulling itself and warring with itself, here laying down laws forbidding adulteries and murders and punishing and exterminating the wicked, and there working murders and adulteries. But this is impossible; for nothing is so monstrous as to be at enmity with itself and hostile to itself and dissolving itself and disadvantageous to itself. There is no genesis, then. — If everything whatsoever comes about according to genesis, and nothing is apart from genesis, then the law too must have come about by genesis. But the law abolishes genesis, teaching virtue to be teachable and to accrue from diligence, and vice to be avoidable and to grow from lack of instruction. There is no genesis, then. — If genesis makes us wrong one another and be wronged by one another, what need of laws? But if it is so that they may requite those who sin, God caring for those who are wronged, it would have been better not to make men wicked according to fate than, after making them, to correct them by laws. But God is good and wise and does the better things. There is no genesis, then. — Either upbringings and habits are the causes of sins, or the passions of the soul and the desires through the body. Whichever of these is the cause, God is not the cause. — If it is better to be just than unjust, why does not man become such of himself from his genesis? But if afterward, in order that he may become better, he is brought to soberness by lessons and laws, then he is brought to soberness as self-determining, and not as being evil by nature. — If the wicked are by nature wicked according to genesis by the appointments of providence, they are not blameworthy and worthy of punishment from the laws, living according to their own nature, since they are unable to be changed. — And otherwise: if the good, living according to their own nature, are praiseworthy, genesis being the cause of the good being good, then neither are the wicked, living according to their own nature, to be blamed before a just judge. And if it must be said plainly, he who lives according to the nature that belongs to him sins in nothing; for he did not make himself such, but fate did, and he lives borne along by its motion under inescapable necessities. No one, then, is wicked. But there are wicked, and vice is blameworthy and hateful to God, as the argument has established, while virtue is dear and praiseworthy, God having ordained a law avenging evils. There is no fate, then.
倘若任何行動非因渴望而不發生,渴望又非因缺乏而不存在,而那神聖者卻是無缺乏的,那麼祂便無從構想邪惡。而倘若眾星的本性被排在更近神之處,比那更美之人的美德更美,那麼眾星便無從構想罪惡、也無缺乏。再者:凡被說服的人都會同意我們,日、月與眾星是神聖的、遠離罪惡、不能行屬地的事,因為它們不受歡愉與憂愁之情的影響;因為這類可憎的慾望不屬於屬天之物。但若它們超乎這些、本性無缺乏,又怎能為人謀劃那些它們自身不願、且它們所不沾之事呢?那些斷言人並非自決、卻說人受命運不可逃脫的必然與無形成文之命令所操控的人,乃是干犯神自己,把祂說成是人類諸惡的賜予者與製造者。因為祂若以那不衰、無從構想之惡的智慧和諧地治理眾星一切圓周運行,掌握所居世界的舵,而眾星卻為生命施行罪惡與美德的性質,以必然的鎖鏈把人拖入這些,他們便是宣稱神是諸惡的原因與賜予者。但神對眾人從不是任何傷害的原因。可見並無命運。凡稍有理智的人都會同意,那神聖者是公義、良善、智慧、真實、有益的,不是諸惡的原因,不攙雜情慾,凡屬此類的皆然。而倘若義人勝過不義之人,不義對他們是可憎的,神既是公義的便喜悅公義,不義既與公義相反相敵便為祂所憎,那麼神就不是不義的原因。——倘若那有益的全然是善,而自制對家庭、生命與朋友是有益的,那麼自制就是善。而倘若自制本性為善,放縱與自制相反,凡與善相反的便為惡,那麼放縱就是惡。而倘若放縱本性為惡,姦淫、偷竊、忿怒、兇殺皆按放縱而生,那麼放縱的生活本性為惡;但那神聖者不攙雜情慾。可見並無命運。——倘若自制的人勝過不能自制的人,放縱對他們是可憎的,神既無從構想情慾便喜悅自制,那麼放縱連對神也是可憎的。而那按自制的行動既是美德,勝過那按放縱的行動之為惡,這可從君王、官長、將帥、婦女、兒女、公民、主人、僕役、塾師、教師身上學到;因為這些人各自若自制,便對自己並對群體有益,若放縱,便對自己並對群體有害。而倘若孌童與男子、放縱者與自制者之間有所分別,剛勇自制者之道更美、相反者之道更差,前者親近神、為神的朋友,後者遠離神、為仇敵,那麼那些主張命運的人便把不義與公義、柔弱與剛健、放縱與自制定為一回事——這是不可能的。因為若善與惡相反,不義為惡,公義與此相反,公義為善,善是惡的仇敵,惡與善不同,那麼公義便異於不義。可見神不是諸惡的原因,祂既是良善的,便不喜悅諸惡——正如這論證自身所確立的。而若有些人是邪惡的,他們之邪惡乃是按心智的缺乏,而非按命運,他們因自己放肆的行為,受了過分的痛苦。倘若命運使人殺害他人、以兇殺染血雙手,而律法卻禁止這事,懲罰兇手並以威嚇攔阻命運的命令——諸如行不義、行姦淫、偷竊、下毒——那麼律法便與命運相反。因為凡命運所命定的,律法都禁止;凡律法所禁止的,命運都強迫人去行。可見律法與命運交戰。而既然交戰,立法者便不是按命運而為立法者;因為他們既頒布與命運相反的命令,便廢除了命運。那麼,要麼有命運而不該有律法,要麼有律法而律法並非按命運。但任何人若無命運便不能出生、任何物若無命運便不能成形;因為他們說,沒有命運連動一根指頭也不能。那麼按命運說,米諾斯、德拉古、來古格士、梭倫與札琉古生為立法者,便制定律法禁止姦淫、兇殺、強暴、擄掠、偷竊——彷彿這些並非按命運存在並發生似的。但若這些也按命運,那麼律法便不是按命運;因為那樣命運就會自我廢除,自取消、自相爭戰,在此立下禁止姦淫兇殺的律法、懲罰並剷除惡人,在彼又施行兇殺與姦淫。但這是不可能的;因為沒有什麼怪異到與自身為敵、敵對自身、自我消解、自相不利。可見並無命運。——倘若凡發生的一切都按命運,無一在命運之外,那麼律法也必是由命運而生的。但律法廢除命運,它教導美德是可教的、由勤勉而來,邪惡是當逃避的、由缺乏教導而生。可見並無命運。——倘若命運使我們彼此相害、彼此受害,又何需律法?但若是為叫他們懲治犯罪的人,神顧念受害者,那麼按命運不造惡人,總比造了之後再以律法矯正更好。但神是良善智慧的,行那更美的事。可見並無命運。——要麼養育與習慣是罪過的原因,要麼是靈魂的情慾與藉身體而來的慾望。無論這二者中哪一個是原因,神都不是原因。——倘若為義勝過為不義,人為何不從出生起便自然如此?但若是後來為使他變得更好,藉教訓與律法被警戒歸正,那麼他便是作為自決者被警戒歸正,而非作為本性為惡者。——倘若惡人按命運、憑天意的安排而本性為惡,那麼他們照自己的本性而活,便不該受責、不配受律法的刑罰,因為他們無法改變。——再者:倘若善人照自己的本性而活便配受稱讚,命運又是善人為善的原因,那麼惡人照自己的本性而活,在公義的審判者面前也就不該受責。若必須坦白直說,那照其所具本性而活的人便毫無犯罪;因為不是他使自己如此,乃是命運使然,他被命運的運行牽引,在不可逃脫的必然之下而活。如此就沒有人是惡的了。但確有惡人,邪惡是可責、為神所憎的,正如這論證所確立的,而美德是可愛、可讚的,神既已設立刑罰諸惡的律法。可見並無命運。
1-8:17
Καὶ τί τοσοῦτον ἐπιδιατρίβουσα τοῖς ἀλέγχοις εἰς μῆκος ἐξάγω τὸν λόγον, τὰ ἀναγκαιότερα καὶ χρήσιμα πρὸς πειθὼ καὶ συγκατάθεσιν τοῦ συμφέροντος ἐκθεμένη καὶ πρόδηλον πᾶσι καὶ ἐξ ἀλίγων τὴν διαφωνίαν τοῦ τεχνάσματος αὐτῶν ἐξεργασαμένη; ὥστε διορᾶν καὶ ἐπαισθάνεσθαι τὴν πλάνην ἤδη καὶ παιδίον, ὡς ἐφ ἡμῖν ἐστι τὸ διαπράξασθαι τὸ καλὸν ἢ τὸ κακὸν καὶ οὐκ ἐν τοῖς ἀστράσι. δύο γὰρ κινήσεε ἐν ἡμῖν ἐστόν· ἐπιθυμία πεφυκότε σαρκὸς καὶ ψυχῆς, διαφέρετον ἀλλήλοιν. ὅθεν καὶ δύο ἐλαβέτην ὀνόματε· ἡ μὲν γὰρ ἀρετῆς, ἡ δὲ κακίας. δεῖν δὲ τῇ καλλίστῃ καὶ χρυσῇ πείθεσθαι τῆς ἀρετῇς ἀγωγῇ, τὰ βέλτιστα πρὸ τῶν φαύλων αἱρουμένους. — ἀλλὰ περὶ τούτων ἅλις ἤδη, καὶ ἐφέξω τὸν λόγον. αἰδοῦμαι γὰρ μετὰ τοὺς τῆς ἁγνείας λόγους καὶ ἐγκαλύπτομαι, τὰς τῶν μετεωρολόγων ἢ ματαιοσκόπων ἀνθρώπων ἀναγκαζομένη δόξας εἰσηγεῖσθαι, οἳ τὸν τῆς ζωῆς μετ οἰήσεως καταναλίσκουσι χρόνον, οὐδενὶ ἢ μυθικοῖς ἐνδιατρίβοντες πλάσμασι. Ταῦτά σοι καὶ παρ ἡμῶν, ὦ δέσποινα Ἀρετή, ἀπὸ θεορρήτων συγκαθυφασμένα λόγων προσκομιζέσθω τὰ δῶρα. ΕΥΒΟΥΛ. Ὡς λίαν ἀγωνιστικῶς ἡ Θέκλα καὶ ἐνδόξως, ὦ Γρηγόριον. ΓΡΗΓΟΡ. Τί οὖν, εἰ αὐτῆς ἐκείνης ἀκηκόεις ῥύδην καὶ εὐτρόχῳ τῇ γλώττῃ μετὰ τὰ πολλῆς χάριτος καὶ ἡδονῆς διαλεγομένης; ὥστε ἀγασθῆναί τινα προσέχοντα, καὶ τῆς μορφῆς ἀπανθούσης τοῖς λόγοις, ὡς ἀνδιαθέτως καὶ τῷ ὄντι φανταζομένη περὶ οἷν ἀφηγεῖτο διετέλει, ὑπερυθραινομένης αὐτῇ τῆς ὄψεως αἰδοῖ· ὅλη γὰρ εἲναι πέφυκε λευκὴ καὶ σῶμα καὶ Ψυχήν. ΕΥΒΟΥΛ. Ὀρθῶς,ὡ Γρηγόριον τοῦτα φᾐς, καὶ οὐδὲν αὐτῶν ψεῦδος. ἔγνων γὰρ καὶ ἀπὸ τῶν ἄλλων ἀνδραγαθημάτων μῆτιν αὐτῆς, καὶ λέγειν ὅσα καὶ οἳα κατώρθωσεν, ὑπερβαλλούσης ἀπάπης ἐπίδειξιν ποιουμένη Χριστῷ, καὶ ὡς διαπρεπὴς πολλάκις ἐφάνη τοῖς μεγάλοις καὶ πρώτοις ἄθλοις ὑπαντῶσα τῶν μαρτύρων ἴσην τῇ προθυμίᾳ τὴν σπουδὴν κεκτημένη καὶ τῇ ἀκμῇ τῶν βουλευμάτων ιην ρωμην του οωματος. ΓΡΗΓΟΡ̣ Ἀληθέστατα καὶ σὺ φῄς· ἀλλὰ μὴ διατρίβωμεν. τούτων γὰρ πέρι καὶ αὐθις ἔσται πολλάκις ἡμᾶς διαλέξασθαι. νῦν δὲ πρῶτον καὶ τῶν ἑξῆς παρθένων ἀξαγγεῖλαί με δεῖ σοι τοὺς λόγους, καθὼς ὑπέστην, μᾶλλον δὲ Τυσιανῆς καὶ Δομνίνας· αὗται γὰρ ὔτι περιλείπονται
But why do I dwell so long upon these refutations and draw out my discourse to such length, when I have already set forth the more necessary and useful points for persuasion and for assent to what is profitable, and have made plain to all, even from a few arguments, the inconsistency of their contrivance? So that even a child may now clearly see and perceive the error: namely, that it lies with us to do good or evil, and not in the stars. For there are two impulses within us: the desire that belongs by nature to the flesh, and that which belongs to the soul, and these two differ from one another. Hence they have received two names: the one of virtue, the other of vice. And we ought to obey the most beautiful and golden guidance of virtue, choosing what is best in preference to what is base. But of these things enough now, and I will check my discourse. For after the words on chastity I am ashamed, and I blush, to be forced to bring forward the opinions of the astrologers, or of those vain speculators among men, who waste the time of their life in conceit, busying themselves with nothing but mythical fictions. These gifts, then, O lady Virtue, let them be brought to you from us also, woven together from God-spoken words. EUBOULION: How exceedingly combative and glorious Thecla was, O Gregorion! GREGORION: What then, if you had heard her herself discoursing fluently and with a nimble tongue, with great grace and delight? So that one who attended would be filled with wonder, and her beauty bloomed forth in her words, since she carried on as though truly and vividly picturing the things she described, while her face flushed deep red with modesty; for she is by nature wholly white, both in body and in soul. EUBOULION: Rightly do you say these things, O Gregorion, and there is no falsehood in any of them. For I came to know her wisdom also from her other noble deeds, and I could tell how many and what kind of things she accomplished, making display of her surpassing love toward Christ, and how often she appeared illustrious, confronting the great and foremost trials of the martyrs, possessing zeal equal to her eagerness and bodily strength matching the vigor of her resolves. GREGORION: Most true is what you too say; but let us not linger. For concerning these matters there will often be occasion for us to converse again. Now, however, I must first report to you the discourses of the remaining virgins, as I undertook to do—rather, those of Tysiane and Domnina; for these are the ones who still remain.
但我為何在這些駁斥上停留如此之久,把講論拖延得這般冗長呢?我既已陳明了那更為必要、更為有益、足以使人信服並認同有益之事的論點,並且僅憑幾項論證便向眾人顯明了他們詭計的自相矛盾,以致連孩童如今也能清楚看見、覺察那謬誤:就是行善或作惡乃在乎我們自己,並不在乎星宿。因為我們裡面有兩種衝動:一種是本性屬乎肉體的情慾,一種是屬乎靈魂的,這二者彼此不同。因此它們得了兩個名字:一個屬於美德,一個屬於邪惡。我們當順從美德那最美好、如金子般的引導,選擇至善而棄絕卑劣。但這些事如今已說得夠了,我要止住我的話。因為在論貞潔的言語之後,我感到羞愧、面紅,竟被迫要引述那些占星者、或人間虛妄空談者的見解;他們在自負中虛度此生的光陰,除了神話的虛構之外,什麼也不研究。聖潔女主啊,願這些從神所默示之言語編織而成的禮物,也從我們獻給你。尤布留:革利貴利俄,特格拉是何等奮力爭戰、何等榮耀啊!革利貴利俄:那又如何呢?倘若你親耳聽見她流暢地、口齒伶俐地、帶著極大恩慈與喜悅講論呢?以致凡留心傾聽的人都驚嘆不已,她的美貌在言語中綻放,因她講述所敘之事時,彷彿真切而生動地將之描繪出來,同時她的臉因羞澀而漲得通紅;因為她天生通體潔白,無論身體或靈魂。尤布留:革利貴利俄,你說得對,這些話沒有一句虛假。因為我也從她別的善行中認識她的智慧,並能述說她成就了何等多、何等樣的事,顯出她對基督超凡的愛,又如何屢次顯為卓越,迎向殉道者那偉大而首要的爭戰,懷著與其熱忱相稱的殷勤,又有與其堅決心志相配的身體力量。革利貴利俄:你所說的也極為真實;但我們不要耽延。因為關於這些事,我們日後必有許多機會再談。如今我必須先按我所應許的,向你報告其餘童女的講論——確切說,是提西亞尼與多米娜的講論;因為她們是僅存的兩位。
← prev part
← ch. 1-7ch. 1-9 →
1-11-21-31-41-51-61-71-81-91-101-112-12-22-32-42-52-62-72-82-92-102-112-122-132-152-162-172-182-192-223-13-23-33-43-53-63-73-83-93-103-113-124-14-24-34-44-55-15-25-35-45-55-65-75-85-95-105-115-125-135-145-155-165-175-185-195-205-215-225-235-245-25

Tell me when new readings are published

One email per new chapter reading. Double opt-in; one-click unsubscribe.