📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 以賽亞書

以賽亞書 第 29 章

希臘文原文.24 節.部分字詞可點開查義

← 第 28 章第 30 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
29:1
οὐαὶ πόλις Αριηλ ἣν Δαυιδ ἐπολέμησεν συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ’ ἐνιαυτόν φάγεσθε γὰρ σὺν Μωαβ
唉!亞利伊勒,亞利伊勒, 大衛安營的城, 任憑你年上加年, 節期照常周流。
Woe to Ariel! Ariel, the city where David encamped! Add year to year; let the feasts come around;
29:2
ἐκθλίψω γὰρ Αριηλ καὶ ἔσται αὐτῆς ἰσχὺς καὶ τὸ πλοῦτος ἐμοί
我終必使亞利伊勒困難; 她必悲傷哀號, 我卻仍以她為亞利伊勒。
then I will distress Ariel, and there will be mourning and lamentation. She shall be to me as an altar hearth.
29:3
καὶ κυκλώσω ὡς Δαυιδ ἐπὶ σὲ καὶ βαλῶ περὶ σὲ χάρακα καὶ θήσω περὶ σὲ πύργους
我必四圍安營攻擊你, 屯兵圍困你, 築壘攻擊你。
I will encamp against you all around you, and will lay siege against you with posted troops. I will raise siege works against you.
29:4
καὶ ταπεινωθήσονται οἱ λόγοι σου εἰς τὴν γῆν καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς φωνή σου καὶ πρὸς τὸ ἔδαφος φωνή σου ἀσθενήσει
你必敗落,從地中說話; 你的言語必微細出於塵埃。 你的聲音必像那交鬼者的聲音出於地; 你的言語低低微微出於塵埃。
You will be brought down, and will speak out of the ground. Your speech will mumble out of the dust. Your voice will be as of one who has a familiar spirit, out of the ground, and your speech will whisper out of the dust.
29:5
καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τροχοῦ πλοῦτος τῶν ἀσεβῶν καὶ ὡς χνοῦς φερόμενος καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα
你仇敵的群眾,卻要像細塵; 強暴人的群眾,也要像飛糠。 這事必頃刻之間忽然臨到。
But the multitude of your foes will be like fine dust, and the multitude of the ruthless ones like chaff that blows away. Yes, it will be in an instant, suddenly.
29:6
παρὰ κυρίου σαβαωθ ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα
萬軍之耶和華必用雷轟、地震、大聲、旋風、暴風, 並吞滅的火焰,向她討罪。
She will be visited by Yahweh of Armies with thunder, with earthquake, with great noise, with whirlwind and storm, and with the flame of a devouring fire.
29:7
καὶ ἔσται ὡς ἐνυπνιαζόμενος ἐν ὕπνῳ πλοῦτος τῶν ἐθνῶν πάντων ὅσοι ἐπεστράτευσαν ἐπὶ Αριηλ καὶ πάντες οἱ στρατευσάμενοι ἐπὶ Ιερουσαλημ καὶ πάντες οἱ συνηγμένοι ἐπ’ αὐτὴν καὶ θλίβοντες αὐτήν
那時,攻擊亞利伊勒列國的群眾, 就是一切攻擊亞利伊勒和她的保障, 並使她困難的, 必如夢景,如夜間的異象;
The multitude of all the nations that fight against Ariel, even all who fight against her and her stronghold, and who distress her, will be like a dream, a vision of the night.
29:8
καὶ ἔσονται ὡς οἱ ἐν ὕπνῳ πίνοντες καὶ ἔσθοντες καὶ ἐξαναστάντων μάταιον αὐτῶν τὸ ἐνύπνιον καὶ ὃν τρόπον ἐνυπνιάζεται διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν οὕτως ἔσται πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σιων
又必像飢餓的人夢中吃飯, 醒了仍覺腹空; 或像口渴的人夢中喝水, 醒了仍覺發昏,心裏想喝。 攻擊錫安山列國的群眾也必如此。
It will be like when a hungry man dreams, and behold, he eats; but he awakes, and his hunger isn’t satisfied; or like when a thirsty man dreams, and behold, he drinks; but he awakes, and behold, he is faint, and he is still thirsty. The multitude of all the nations that fight against Mount Zion will be like that.
29:9
ἐκλύθητε καὶ ἔκστητε καὶ κραιπαλήσατε οὐκ ἀπὸ σικερα οὐδὲ ἀπὸ οἴνου
你們等候驚奇吧! 你們宴樂昏迷吧! 他們醉了,卻非因酒; 他們東倒西歪,卻非因濃酒。
Pause and wonder! Blind yourselves and be blind! They are drunken, but not with wine; they stagger, but not with strong drink.
29:10
ὅτι πεπότικεν ὑμᾶς κύριος πνεύματι κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν οἱ ὁρῶντες τὰ κρυπτά
因為耶和華將沉睡的靈澆灌你們, 封閉你們的眼, 蒙蓋你們的頭。 你們的眼就是先知; 你們的頭就是先見。
For Yahweh has poured out on you a spirit of deep sleep, and has closed your eyes, the prophets; and he has covered your heads, the seers.
29:11
καὶ ἔσονται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου τούτου ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες ἀνάγνωθι ταῦτα καὶ ἐρεῖ οὐ δύναμαι ἀναγνῶναι ἐσφράγισται γάρ
所有的默示,你們看如封住的書卷,人將這書卷交給識字的,說:「請念吧!」他說:「我不能念,因為是封住了。」
All vision has become to you like the words of a book that is sealed, which men deliver to one who is educated, saying, “Read this, please;” and he says, “I can’t, for it is sealed;”
29:12
καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα καὶ ἐρεῖ αὐτῷ ἀνάγνωθι τοῦτο καὶ ἐρεῖ οὐκ ἐπίσταμαι γράμματα
又將這書卷交給不識字的人,說:「請念吧!」他說:「我不識字。」
and the book is delivered to one who is not educated, saying, “Read this, please;” and he says, “I can’t read.”
29:13
καὶ εἶπεν κύριος ἐγγίζει μοι λαὸς οὗτος τοῖς χείλεσιν αὐτῶν τιμῶσίν με δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας
主說:因為這百姓親近我, 用嘴唇尊敬我, 心卻遠離我; 他們敬畏我, 不過是領受人的吩咐。
The Lord said, “Because this people draws near with their mouth and honors me with their lips, but they have removed their heart far from me, and their fear of me is a commandment of men which has been taught;
29:14
διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον καὶ μεταθήσω αὐτοὺς καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω
所以,我在這百姓中要行奇妙的事, 就是奇妙又奇妙的事。 他們智慧人的智慧必然消滅, 聰明人的聰明必然隱藏。
therefore, behold, I will proceed to do a marvelous work among this people, even a marvelous work and a wonder; and the wisdom of their wise men will perish, and the understanding of their prudent men will be hidden.”
29:15
οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ κυρίου οὐαὶ οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν καὶ ἐροῦσιν τίς ἡμᾶς ἑώρακεν καὶ τίς ἡμᾶς γνώσεται ἡμεῖς ποιοῦμεν
禍哉!那些向耶和華深藏謀略的, 又在暗中行事,說: 誰看見我們呢? 誰知道我們呢?
Woe to those who deeply hide their counsel from Yahweh, and whose deeds are in the dark, and who say, “Who sees us?” and “Who knows us?”
29:16
οὐχ ὡς πηλὸς τοῦ κεραμέως λογισθήσεσθε μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι οὐ σύ με ἔπλασας τὸ ποίημα τῷ ποιήσαντι οὐ συνετῶς με ἐποίησας
你們把事顛倒了, 豈可看窯匠如泥嗎? 被製作的物豈可論製作物的說: 他沒有製作我? 或是被創造的物論造物的說: 他沒有聰明?
You turn things upside down! Should the potter be thought to be like clay, that the thing made should say about him who made it, “He didn’t make me;” or the thing formed say of him who formed it, “He has no understanding”?
29:17
οὐκέτι μικρὸν καὶ μετατεθήσεται Λίβανος ὡς τὸ ὄρος τὸ Χερμελ καὶ τὸ ὄρος τὸ Χερμελ εἰς δρυμὸν λογισθήσεται
黎巴嫩變為肥田, 肥田看如樹林, 不是只有一點點時候嗎?
Isn’t it yet a very little while, and Lebanon will be turned into a fruitful field, and the fruitful field will be regarded as a forest?
29:18
καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν βλέψονται
那時,聾子必聽見這書上的話; 瞎子的眼必從迷矇黑暗中得以看見。
In that day, the deaf will hear the words of the book, and the eyes of the blind will see out of obscurity and out of darkness.
29:19
καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ κύριον ἐν εὐφροσύνῃ καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης
謙卑人必因耶和華增添歡喜; 人間貧窮的必因以色列的聖者快樂。
The humble also will increase their joy in Yahweh, and the poor among men will rejoice in the Holy One of Israel.
29:20
ἐξέλιπεν ἄνομος καὶ ἀπώλετο ὑπερήφανος καὶ ἐξωλεθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ
因為,強暴人已歸無有, 褻慢人已經滅絕, 一切找機會作孽的都被剪除。
For the ruthless is brought to nothing, and the scoffer ceases, and all those who are alert to do evil are cut off—
29:21
καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν καὶ ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον
他們在爭訟的事上定無罪的為有罪, 為城門口責備人的設下網羅, 用虛無的事屈枉義人。
who cause a person to be indicted by a word, and lay a snare for one who reproves in the gate, and who deprive the innocent of justice with false testimony.
29:22
διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ τὸν οἶκον Ιακωβ ὃν ἀφώρισεν ἐξ Αβρααμ οὐ νῦν αἰσχυνθήσεται Ιακωβ οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ Ισραηλ
所以,救贖亞伯拉罕的耶和華 論雅各家如此說: 雅各必不再羞愧, 面容也不致變色。
Therefore Yahweh, who redeemed Abraham, says concerning the house of Jacob: “Jacob shall no longer be ashamed, neither shall his face grow pale.
29:23
ἀλλ’ ὅταν ἴδωσιν τὰ τέκνα αὐτῶν τὰ ἔργα μου δῑ ἐμὲ ἁγιάσουσιν τὸ ὄνομά μου καὶ ἁγιάσουσιν τὸν ἅγιον Ιακωβ καὶ τὸν θεὸν τοῦ Ισραηλ φοβηθήσονται
但他看見他的眾子, 就是我手的工作在他那裏, 他們必尊我的名為聖, 必尊雅各的聖者為聖, 必敬畏以色列的上帝。
But when he sees his children, the work of my hands, in the middle of him, they will sanctify my name. Yes, they will sanctify the Holy One of Jacob, and will stand in awe of the God of Israel.
29:24
καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν καὶ αἱ γλώσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην
心中迷糊的必得明白; 發怨言的必受訓誨。
They also who err in spirit will come to understanding, and those who grumble will receive instruction.”
← 第 28 章第 30 章 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566