EnglishVerbum原文閱讀以賽亞書 · 🔍 搜尋

以賽亞書 第 43 章

希臘文原文.28 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
43:1
καὶ νῦν οὕτως λέγει κύριος θεὸς ποιήσας σε Ιακωβ πλάσας σε Ισραηλ μὴ φοβοῦ ὅτι ἐλυτρωσάμην σε ἐκάλεσά σε τὸ ὄνομά σου ἐμὸς εἶ σύ
雅各啊,創造你的耶和華, 以色列啊,造成你的那位, 現在如此說: 你不要害怕!因為我救贖了你。 我曾提你的名召你,你是屬我的。
But now Yahweh who created you, Jacob, and he who formed you, Israel, says: “Don’t be afraid, for I have redeemed you. I have called you by your name. You are mine.
43:2
καὶ ἐὰν διαβαίνῃς δῑ ὕδατος μετὰ σοῦ εἰμι καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε καὶ ἐὰν διέλθῃς διὰ πυρός οὐ μὴ κατακαυθῇς φλὸξ οὐ κατακαύσει σε
你從水中經過,我必與你同在; 你詵過江河,水必不漫過你; 你從火中行過,必不被燒, 火焰也不着在你身上。
When you pass through the waters, I will be with you, and through the rivers, they will not overflow you. When you walk through the fire, you will not be burned, and flame will not scorch you.
43:3
ὅτι ἐγὼ κύριος θεός σου ἅγιος Ισραηλ σῴζων σε ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν καὶ Σοήνην ὑπὲρ σοῦ
因為我是耶和華-你的上帝, 是以色列的聖者-你的救主; 我已經使埃及作你的贖價, 使古實和西巴代替你。
For I am Yahweh your God, the Holy One of Israel, your Savior. I have given Egypt as your ransom, Ethiopia and Seba in your place.
43:4
ἀφ’ οὗ ἔντιμος ἐγένου ἐναντίον μου ἐδοξάσθης κἀγώ σε ἠγάπησα καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου
因我看你為寶為尊; 又因我愛你, 所以我使人代替你, 使列邦人替換你的生命。
Since you have been precious and honored in my sight, and I have loved you, therefore I will give people in your place, and nations instead of your life.
43:5
μὴ φοβοῦ ὅτι μετὰ σοῦ εἰμι ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε
不要害怕,因我與你同在; 我必領你的後裔從東方來, 又從西方招聚你。
Don’t be afraid, for I am with you. I will bring your offspring from the east, and gather you from the west.
43:6
ἐρῶ τῷ βορρᾷ ἄγε καὶ τῷ λιβί μὴ κώλυε ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ’ ἄκρων τῆς γῆς
我要對北方說,交出來! 對南方說,不要拘留! 將我的眾子從遠方帶來, 將我的眾女從地極領回,
I will tell the north, ‘Give them up!’ and tell the south, ‘Don’t hold them back! Bring my sons from far away, and my daughters from the ends of the earth—
43:7
πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα καὶ ἐποίησα αὐτόν
就是凡稱為我名下的人, 是我為自己的榮耀創造的, 是我所做成,所造作的。
everyone who is called by my name, and whom I have created for my glory, whom I have formed, yes, whom I have made.’”
43:8
καὶ ἐξήγαγον λαὸν τυφλόν καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί καὶ κωφοὶ τὰ ὦτα ἔχοντες
你要將有眼而瞎、 有耳而聾的民都帶出來!
Bring out the blind people who have eyes, and the deaf who have ears.
43:9
πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν τίς ἀναγγελεῖ ταῦτα τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ
任憑萬國聚集; 任憑眾民會合。 其中誰能將此聲明, 並將先前的事說給我們聽呢? 他們可以帶出見證來,自顯為是; 或者他們聽見便說:這是真的。
Let all the nations be gathered together, and let the peoples be assembled. Who among them can declare this, and show us former things? Let them bring their witnesses, that they may be justified, or let them hear, and say, “That is true.”
43:10
γένεσθέ μοι μάρτυρες κἀγὼ μάρτυς λέγει κύριος θεός καὶ παῖς ὃν ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ’ ἐμὲ οὐκ ἔσται
耶和華說:你們是我的見證, 我所揀選的僕人。 既是這樣,便可以知道,且信服我, 又明白我就是耶和華。 在我以前沒有真神 ; 在我以後也必沒有。
“You are my witnesses,” says Yahweh, “With my servant whom I have chosen; that you may know and believe me, and understand that I am he. Before me there was no God formed, neither will there be after me.
43:11
ἐγὼ θεός καὶ οὐκ ἔστιν πάρεξ ἐμοῦ σῴζων
惟有我是耶和華; 除我以外沒有救主。
I myself am Yahweh. Besides me, there is no savior.
43:12
ἀνήγγειλα καὶ ἔσωσα ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος ὑμεῖς ἐμοὶ μάρτυρες κἀγὼ μάρτυς λέγει κύριος θεός
我曾指示,我曾拯救,我曾說明, 並且在你們中間沒有別神。 所以耶和華說: 你們是我的見證。 我也是上帝;
I have declared, I have saved, and I have shown, and there was no strange god among you. Therefore you are my witnesses”, says Yahweh, “and I am God.
43:13
ἔτι ἀπ’ ἀρχῆς καὶ οὐκ ἔστιν ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος ποιήσω καὶ τίς ἀποστρέψει αὐτό
自從有日子以來,我就是上帝; 誰也不能救人脫離我手。 我要行事誰能阻止呢?
Yes, since the day was, I am he. There is no one who can deliver out of my hand. I will work, and who can hinder it?”
43:14
οὕτως λέγει κύριος θεὸς λυτρούμενος ὑμᾶς ἅγιος Ισραηλ ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ πάντας φεύγοντας καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται
耶和華-你們的救贖主、 以色列的聖者如此說: 因你們的緣故, 我已經打發人到巴比倫去; 並且我要使迦勒底人如逃民, 都坐自己喜樂的船下來。
Yahweh, your Redeemer, the Holy One of Israel says: “For your sake, I have sent to Babylon, and I will bring all of them down as fugitives, even the Chaldeans, in the ships of their rejoicing.
43:15
ἐγὼ κύριος θεὸς ἅγιος ὑμῶν καταδείξας Ισραηλ βασιλέα ὑμῶν
我是耶和華-你們的聖者, 是創造以色列的,是你們的君王。
I am Yahweh, your Holy One, the Creator of Israel, your King.”
43:16
οὕτως λέγει κύριος διδοὺς ὁδὸν ἐν θαλάσσῃ καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον
耶和華在滄海中開道, 在大水中開路,
Yahweh, who makes a way in the sea, and a path in the mighty waters,
43:17
ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν ἀλλὰ ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον
使車輛、馬匹、軍兵、勇士都出來, 一同躺下,不再起來; 他們滅沒,好像熄滅的燈火。
who brings out the chariot and horse, the army and the mighty man (they lie down together, they shall not rise; they are extinct, they are quenched like a wick) says:
43:18
μὴ μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε
耶和華如此說: 你們不要記念從前的事, 也不要思想古時的事。
“Don’t remember the former things, and don’t consider the things of old.
43:19
ἰδοὺ ποιῶ καινὰ νῦν ἀνατελεῖ καὶ γνώσεσθε αὐτά καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς
看哪,我要做一件新事; 如今要發現,你們豈不知道嗎? 我必在曠野開道路, 在沙漠開江河。
Behold, I will do a new thing. It springs out now. Don’t you know it? I will even make a way in the wilderness, and rivers in the desert.
43:20
εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ σειρῆνες καὶ θυγατέρες στρουθῶν ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν
野地的走獸必尊重我; 野狗和鴕鳥也必如此。 因我使曠野有水, 使沙漠有河, 好賜給我的百姓、我的選民喝。
The animals of the field, the jackals and the ostriches, shall honor me, because I give water in the wilderness and rivers in the desert, to give drink to my people, my chosen,
43:21
λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι
這百姓是我為自己所造的, 好述說我的美德。
the people which I formed for myself, that they might declare my praise.
43:22
οὐ νῦν ἐκάλεσά σε Ιακωβ οὐδὲ κοπιᾶσαί σε ἐποίησα Ισραηλ
雅各啊,你並沒有求告我; 以色列啊,你倒厭煩我。
Yet you have not called on me, Jacob; but you have been weary of me, Israel.
43:23
οὐκ ἐμοὶ πρόβατα τῆς ὁλοκαρπώσεώς σου οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ
你沒有將你的羊帶來給我作燔祭, 也沒有用祭物尊敬我; 我沒有因供物使你服勞, 也沒有因乳香使你厭煩。
You have not brought me any of your sheep for burnt offerings, neither have you honored me with your sacrifices. I have not burdened you with offerings, nor wearied you with frankincense.
43:24
οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου
你沒有用銀子為我買菖蒲, 也沒有用祭物的脂油使我飽足; 倒使我因你的罪惡服勞, 使我因你的罪孽厭煩。
You have bought me no sweet cane with money, nor have you filled me with the fat of your sacrifices, but you have burdened me with your sins. You have wearied me with your iniquities.
43:25
ἐγώ εἰμι ἐγώ εἰμι ἐξαλείφων τὰς ἀνομίας σου καὶ οὐ μὴ μνησθήσομαι
惟有我為自己的緣故塗抹你的過犯; 我也不記念你的罪惡。
I, even I, am he who blots out your transgressions for my own sake; and I will not remember your sins.
43:26
σὺ δὲ μνήσθητι καὶ κριθῶμεν λέγε σὺ τὰς ἀνομίας σου πρῶτος ἵνα δικαιωθῇς
你要提醒我,你我可以一同辯論; 你可以將你的理陳明,自顯為義。
Put me in remembrance. Let us plead together. Declare your case, that you may be justified.
43:27
οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἱ ἄρχοντες αὐτῶν ἠνόμησαν εἰς ἐμέ
你的始祖犯罪; 你的師傅違背我。
Your first father sinned, and your teachers have transgressed against me.
43:28
καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου καὶ ἔδωκα ἀπολέσαι Ιακωβ καὶ Ισραηλ εἰς ὀνειδισμόν
所以,我要辱沒聖所的首領, 使雅各成為咒詛, 使以色列成為辱罵。
Therefore I will profane the princes of the sanctuary; and I will make Jacob a curse, and Israel an insult.”
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566