📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 以賽亞書

以賽亞書 第 39 章

希臘文原文.8 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
39:1
ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχ υἱὸς τοῦ Λααδαν βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα Εζεκια ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη
那時,巴比倫王巴拉但的兒子米羅達‧巴拉但聽見希西家病而痊癒,就送書信和禮物給他。
At that time, Merodach-baladan the son of Baladan, king of Babylon, sent letters and a present to Hezekiah, for he heard that he had been sick, and had recovered.
39:2
καὶ ἐχάρη ἐπ’ αὐτοῖς Εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθα καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ καὶ οὐκ ἦν οὐθέν οὐκ ἔδειξεν Εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ
希西家喜歡見使者,就把自己寶庫的金子、銀子、香料、貴重的膏油,和他武庫的一切軍器,並所有的財寶都給他們看;他家中和全國之內,希西家沒有一樣不給他們看的。
Hezekiah was pleased with them, and showed them the house of his precious things, the silver, the gold, the spices, and the precious oil, and all the house of his armor, and all that was found in his treasures. There was nothing in his house, nor in all his dominion, that Hezekiah didn’t show them.
39:3
καὶ ἦλθεν Ησαιας προφήτης πρὸς τὸν βασιλέα Εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἶπεν Εζεκιας ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλῶνος
於是先知以賽亞來見希西家王,問他說:「這些人說甚麼?他們從哪裏來見你?」希西家說:「他們從遠方的巴比倫來見我。」
Then Isaiah the prophet came to King Hezekiah, and asked him, “What did these men say? From where did they come to you?” Hezekiah said, “They have come from a country far from me, even from Babylon.”
39:4
καὶ εἶπεν Ησαιας τί εἴδοσαν ἐν τῷ οἴκῳ σου καὶ εἶπεν Εζεκιας πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου οὐκ εἴδοσαν ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου
以賽亞說:「他們在你家裏看見了甚麼?」希西家說:「凡我家中所有的,他們都看見了;我財寶中沒有一樣不給他們看的。」
Then he asked, “What have they seen in your house?” Hezekiah answered, “They have seen all that is in my house. There is nothing among my treasures that I have not shown them.”
39:5
καὶ εἶπεν αὐτῷ Ησαιας ἄκουσον τὸν λόγον κυρίου σαβαωθ
以賽亞對希西家說:「你要聽萬軍之耶和華的話:
Then Isaiah said to Hezekiah, “Hear the word of Yahweh of Armies:
39:6
ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν εἶπεν δὲ θεὸς
日子必到,凡你家裏所有的,並你列祖積蓄到如今的,都要被擄到巴比倫去,不留下一樣;這是耶和華說的。
‘Behold, the days are coming when all that is in your house, and that which your fathers have stored up until today, will be carried to Babylon. Nothing will be left,’ says Yahweh.
39:7
ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων
並且從你本身所生的眾子,其中必有被擄去、在巴比倫王宮裏當太監的。」
‘They will take away your sons who will issue from you, whom you shall father, and they will be eunuchs in the king of Babylon’s palace.’”
39:8
καὶ εἶπεν Εζεκιας πρὸς Ησαιαν ἀγαθὸς λόγος κυρίου ὃν ἐλάλησεν γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου
希西家對以賽亞說:「你所說耶和華的話甚好,因為在我的年日中必有太平和穩固的景況。」
Then Hezekiah said to Isaiah, “Yahweh’s word which you have spoken is good.” He said moreover, “For there will be peace and truth in my days.”
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566