📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 以賽亞書

以賽亞書 第 33 章

希臘文原文.24 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
33:1
οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους καὶ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ ἁλώσονται οἱ ἀθετοῦντες καὶ παραδοθήσονται καὶ ὡς σὴς ἐπὶ ἱματίου οὕτως ἡττηθήσονται
禍哉!你這毀滅人的, 自己倒不被毀滅; 行事詭詐的, 人倒不以詭詐待你。 你毀滅罷休了, 自己必被毀滅; 你行完了詭詐, 人必以詭詐待你。
Woe to you who destroy, but you weren’t destroyed, and who betray, but nobody betrayed you! When you have finished destroying, you will be destroyed; and when you have finished betrayal, you will be betrayed.
33:2
κύριε ἐλέησον ἡμᾶς ἐπὶ σοὶ γὰρ πεποίθαμεν ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως
耶和華啊,求你施恩於我們; 我們等候你。 求你每早晨作我們的膀臂, 遭難的時候為我們的拯救。
Yahweh, be gracious to us. We have waited for you. Be our strength every morning, our salvation also in the time of trouble.
33:3
διὰ φωνὴν τοῦ φόβου σου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου καὶ διεσπάρησαν τὰ ἔθνη
喧嚷的響聲一發,眾民奔逃; 你一興起,列國四散。
At the noise of the thunder, the peoples have fled. When you lift yourself up, the nations are scattered.
33:4
νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας οὕτως ἐμπαίξουσιν ὑμῖν
你們所擄的必被斂盡, 好像螞蚱吃 盡禾稼。 人要蹦在其上,好像蝗蟲一樣。
Your plunder will be gathered as the caterpillar gathers. Men will leap on it as locusts leap.
33:5
ἅγιος θεὸς κατοικῶν ἐν ὑψηλοῖς ἐνεπλήσθη Σιων κρίσεως καὶ δικαιοσύνης
耶和華被尊崇,因他居在高處; 他以公平公義充滿錫安。
Yahweh is exalted, for he dwells on high. He has filled Zion with justice and righteousness.
33:6
ἐν νόμῳ παραδοθήσονται ἐν θησαυροῖς σωτηρία ἡμῶν ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον οὗτοί εἰσιν θησαυροὶ δικαιοσύνης
你一生一世必得安穩- 有豐盛的救恩, 並智慧和知識; 你以敬畏耶和華為至寶。
There will be stability in your times, abundance of salvation, wisdom, and knowledge. The fear of Yahweh is your treasure.
33:7
ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται οὓς ἐφοβεῖσθε φοβηθήσονται ἀφ’ ὑμῶν ἄγγελοι γὰρ ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην πικρῶς κλαίοντες παρακαλοῦντες εἰρήνην
看哪,他們的豪傑在外頭哀號; 求和的使臣痛痛哭泣。
Behold, their valiant ones cry outside; the ambassadors of peace weep bitterly.
33:8
ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί πέπαυται φόβος τῶν ἐθνῶν καὶ πρὸς τούτους διαθήκη αἴρεται καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους
大路荒涼,行人止息; 敵人背約, 藐視城邑, 不顧人民。
The highways are desolate. The traveling man ceases. The covenant is broken. He has despised the cities. He doesn’t respect man.
33:9
ἐπένθησεν γῆ ᾐσχύνθη Λίβανος ἕλη ἐγένετο Σαρων φανερὰ ἔσται Γαλιλαία καὶ Κάρμηλος
地上悲哀衰殘; 黎巴嫩羞愧枯乾; 沙崙像曠野; 巴珊和迦密的樹林凋殘。
The land mourns and languishes. Lebanon is confounded and withers away. Sharon is like a desert, and Bashan and Carmel are stripped bare.
33:10
νῦν ἀναστήσομαι λέγει κύριος νῦν δοξασθήσομαι νῦν ὑψωθήσομαι
耶和華說: 現在我要起來; 我要興起; 我要勃然而興。
“Now I will arise,” says Yahweh. “Now I will lift myself up. Now I will be exalted.
33:11
νῦν ὄψεσθε νῦν αἰσθηθήσεσθε ματαία ἔσται ἰσχὺς τοῦ πνεύματος ὑμῶν πῦρ ὑμᾶς κατέδεται
你們要懷的是糠詷, 要生的是碎稭; 你們的氣就是吞滅自己的火。
You will conceive chaff. You will give birth to stubble. Your breath is a fire that will devour you.
33:12
καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη
列邦必像已燒的石灰, 像已割的荊棘在火中焚燒。
The peoples will be like the burning of lime, like thorns that are cut down and burned in the fire.
33:13
ἀκούσονται οἱ πόρρωθεν ἐποίησα γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου
你們遠方的人當聽我所行的; 你們近處的人當承認我的大能。
Hear, you who are far off, what I have done; and, you who are near, acknowledge my might.”
33:14
ἀπέστησαν οἱ ἐν Σιων ἄνομοι λήμψεται τρόμος τοὺς ἀσεβεῖς τίς ἀναγγελεῖ ὑμῖν ὅτι πῦρ καίεται τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον
錫安中的罪人都懼怕; 不敬虔的人被戰兢抓住。 我們中間誰能與吞滅的火同住? 我們中間誰能與永火同住呢?
The sinners in Zion are afraid. Trembling has seized the godless ones. Who among us can live with the devouring fire? Who among us can live with everlasting burning?
33:15
πορευόμενος ἐν δικαιοσύνῃ λαλῶν εὐθεῖαν ὁδόν μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων βαρύνων τὰ ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν
行事公義、說話正直、 憎惡欺壓的財利、 擺手不受賄賂、 塞耳不聽流血的話, 閉眼不看邪惡事的,
He who walks righteously and speaks blamelessly, he who despises the gain of oppressions, who gestures with his hands, refusing to take a bribe, who stops his ears from hearing of bloodshed, and shuts his eyes from looking at evil—
33:16
οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς ἄρτος αὐτῷ δοθήσεται καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν
他必居高處; 他的保障是磐石的堅壘; 他的糧必不缺乏 ; 他的水必不斷絕。
he will dwell on high. His place of defense will be the fortress of rocks. His bread will be supplied. His waters will be sure.
33:17
βασιλέα μετὰ δόξης ὄψεσθε καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωθεν
你的眼必見王的榮美, 必見遼闊之地。
Your eyes will see the king in his beauty. They will see a distant land.
33:18
ψυχὴ ὑμῶν μελετήσει φόβον ποῦ εἰσιν οἱ γραμματικοί ποῦ εἰσιν οἱ συμβουλεύοντες ποῦ ἐστιν ἀριθμῶν τοὺς τρεφομένους
你的心必思想那驚嚇的事, 自問說:記數目的在哪裏呢? 平貢銀的在哪裏呢? 數戍樓的在哪裏呢?
Your heart will meditate on the terror. Where is he who counted? Where is he who weighed? Where is he who counted the towers?
33:19
μικρὸν καὶ μέγαν λαόν οὐ συνεβουλεύσαντο οὐδὲ ᾔδει βαθύφωνον ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις
你必不見那強暴的民, 就是說話深奧,你不能明白, 言語呢喃,你不能懂得的。
You will no longer see the fierce people, a people of a deep speech that you can’t comprehend, with a strange language that you can’t understand.
33:20
ἰδοὺ Σιων πόλις τὸ σωτήριον ἡμῶν οἱ ὀφθαλμοί σου ὄψονται Ιερουσαλημ πόλις πλουσία σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῶσιν
你要看錫安-我們守聖節的城! 你的眼必見耶路撒冷為安靜的居所, 為不挪移的帳幕, 橛子永不拔出, 繩索一根也不折斷。
Look at Zion, the city of our appointed festivals. Your eyes will see Jerusalem, a quiet habitation, a tent that won’t be removed. Its stakes will never be plucked up, nor will any of its cords be broken.
33:21
ὅτι τὸ ὄνομα κυρίου μέγα ὑμῖν τόπος ὑμῖν ἔσται ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι οὐ πορεύσῃ ταύτην τὴν ὁδόν οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον
在那裏,耶和華必顯威嚴與我們同在, 當作江河寬闊之地; 其中必沒有盪槳搖櫓的船來往, 也沒有威武的船經過。
But there Yahweh will be with us in majesty, a place of wide rivers and streams, in which no galley with oars will go, neither will any gallant ship pass by there.
33:22
γὰρ θεός μου μέγας ἐστίν οὐ παρελεύσεταί με κύριος κριτὴς ἡμῶν κύριος ἄρχων ἡμῶν κύριος βασιλεὺς ἡμῶν κύριος οὗτος ἡμᾶς σώσει
因為,耶和華是審判我們的; 耶和華是給我們設律法的; 耶和華是我們的王; 他必拯救我們。
For Yahweh is our judge. Yahweh is our lawgiver. Yahweh is our king. He will save us.
33:23
ἐρράγησαν τὰ σχοινία σου ὅτι οὐκ ἐνίσχυσεν ἱστός σου ἔκλινεν οὐ χαλάσει τὰ ἱστία οὐκ ἀρεῖ σημεῖον ἕως οὗ παραδοθῇ εἰς προνομήν τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν
你的繩索鬆開: 不能栽穩桅杆, 也不能揚起篷來。 那時許多擄來的物被分了; 瘸腿的把掠物奪去了。
Your rigging is untied. They couldn’t strengthen the foot of their mast. They couldn’t spread the sail. Then the prey of a great plunder was divided. The lame took the prey.
33:24
καὶ οὐ μὴ εἴπῃ κοπιῶ λαὸς ἐνοικῶν ἐν αὐτοῖς ἀφέθη γὰρ αὐτοῖς ἁμαρτία
城內居民必不說:我病了; 其中居住的百姓,罪孽都赦免了。
The inhabitant won’t say, “I am sick.” The people who dwell therein will be forgiven their iniquity.
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566