📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 七十士譯本 › 歷代志下

True

歷代志下 第 36 章

希臘文原文.23 節.部分字詞可點開查義

← 第 35 章
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
播放整章原文誦讀(本站合成語音)–:––下載 mp3
36:1
καὶ ἔλαβεν ὁ λαὸς τῆς γῆς τὸν Ιωαχαζ υἱὸν Ιωσιου καὶ ἔχρισαν αὐτὸν καὶ κατέστησαν αὐτὸν εἰς βασιλέα ἀντὶ τοῦ πατρὸς αὐτοῦ ἐν Ιερουσαλημ
那地的百姓立約西亞的兒子約哈斯,膏他接續他父親在耶路撒冷作王。
And the people of the land took Joachaz son of Josias, and anointed him, and made him king in his father's place in Jerusalem.
36:2
υἱὸς εἴκοσι καὶ τριῶν ἐτῶν Ιωαχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Αμιταλ θυγάτηρ Ιερεμιου ἐκ Λοβενα καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου κατὰ πάντα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ ἔδησεν αὐτὸν Φαραω Νεχαω ἐν Δεβλαθα ἐν γῇ Εμαθ τοῦ μὴ βασιλεύειν αὐτὸν ἐν Ιερουσαλημ
約哈斯登基的時候年二十三歲,在耶路撒冷作王三個月。他母親名叫亞米他,是羅比拿人耶利米的女兒。他行耶和華眼中看為惡的事,效法他列祖一切所行的。法老尼哥把他鎖在哈馬地的底伯拉他,使他不得在耶路撒冷作王。
Joachaz was twenty-three years old when he began to reign, and he reigned three months in Jerusalem. And his mother's name was Amital, daughter of Jeremias of Lobena. And he did what was evil before the Lord, according to all that his fathers had done. And Pharao Nechao bound him in Deblatha in the land of Emath, that he should not reign in Jerusalem.
36:3
καὶ μετήγαγεν αὐτὸν ὁ βασιλεὺς εἰς Αἴγυπτον καὶ ἐπέβαλεν φόρον ἐπὶ τὴν γῆν ἑκατὸν τάλαντα ἀργυρίου καὶ τάλαντον χρυσίου
王又把他帶到埃及去,並罰那地納貢銀一百他連得、金一他連得。
And the king removed him to Egypt, and laid a tribute upon the land, a hundred talents of silver and a talent of gold.
36:4
καὶ κατέστησεν Φαραω Νεχαω τὸν Ελιακιμ υἱὸν Ιωσιου βασιλέα Ιουδα ἀντὶ Ιωσιου τοῦ πατρὸς αὐτοῦ καὶ μετέστρεψεν τὸ ὄνομα αὐτοῦ Ιωακιμ καὶ τὸν Ιωαχαζ ἀδελφὸν αὐτοῦ ἔλαβεν Φαραω Νεχαω καὶ εἰσήγαγεν αὐτὸν εἰς Αἴγυπτον καὶ ἀπέθανεν ἐκεῖ καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον ἔδωκαν τῷ Φαραω τότε ἤρξατο ἡ γῆ φορολογεῖσθαι τοῦ δοῦναι τὸ ἀργύριον ἐπὶ στόμα Φαραω καὶ ἕκαστος κατὰ δύναμιν ἀπῄτει τὸ ἀργύριον καὶ τὸ χρυσίον παρὰ τοῦ λαοῦ τῆς γῆς δοῦναι τῷ Φαραω Νεχαω
法老尼哥立約西亞的兒子以利雅敬接續他父親約西亞作猶大王,給他改名叫約雅敬;法老尼哥又把他兄弟約哈斯擄去,帶到埃及,他就死在那裡。他們把金銀交給法老;那時這地開始被徵稅,要照法老的吩咐交出銀子。各人按著力量向那地的百姓索取金銀,好交給法老尼哥。
And Pharao Nechao made Eliakim son of Josias king of Judah in place of Josias his father, and changed his name to Joakim. And Joachaz his brother Pharao Nechao took and brought into Egypt, and he died there. And they gave the silver and the gold to Pharao; then the land began to be taxed, to give the silver at the mouth of Pharao; and each one exacted the silver and the gold from the people of the land according to his ability, to give to Pharao Nechao.
36:5
ὢν εἴκοσι καὶ πέντε ἐτῶν Ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ζεχωρα θυγάτηρ Νηριου ἐκ Ραμα καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ ἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος εἰς τὴν γῆν καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη καὶ ἀπέστη ἀπ’ αὐτοῦ καὶ ἀπέστειλεν κύριος ἐπ’ αὐτοὺς τοὺς Χαλδαίους καὶ λῃστήρια Σύρων καὶ λῃστήρια Μωαβιτῶν καὶ υἱῶν Αμμων καὶ τῆς Σαμαρείας καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν πλὴν θυμὸς κυρίου ἦν ἐπὶ Ιουδαν τοῦ ἀποστῆσαι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ τὰς ἁμαρτίας Μανασση ἐν πᾶσιν οἷς ἐποίησεν καὶ ἐν αἵματι ἀθῴῳ ᾧ ἐξέχεεν Ιωακιμ καὶ ἔπλησεν τὴν Ιερουσαλημ αἵματος ἀθῴου καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρεῦσαι αὐτούς
約雅敬登基的時候年二十五歲,在耶路撒冷作王十一年。他母親名叫西歌拉,是拉瑪人尼利亞的女兒。他行耶和華眼中看為惡的事,效法他列祖一切所行的。在他的日子,巴比倫王尼布甲尼撒上到這地,約雅敬服事他三年,然後背叛他。耶和華差遣迦勒底人和敘利亞的群匪、摩押的群匪、亞捫子孫和撒瑪利亞的群匪來攻擊他們;照著耶和華藉他僕人眾先知所說的話,他們在這話之後就退去了。然而耶和華的忿怒仍臨到猶大,要把猶大從他面前除掉,是因瑪拿西一切所行的罪,又因約雅敬所流無辜人的血;他使耶路撒冷充滿了無辜人的血,耶和華卻不願滅絕他們。
Joakim was twenty-five years old when he began to reign, and he reigned eleven years in Jerusalem; and his mother's name was Zechora, daughter of Nerios of Rama. And he did what was evil before the Lord, according to all that his fathers had done. In his days Nabouchodonosor king of Babylon came into the land, and he was subject to him three years, and then revolted from him. And the Lord sent against them the Chaldeans, and bands of Syrians, and bands of Moabites, and of the sons of Ammon, and of Samaria; and after this word they withdrew, according to the word of the Lord by the hand of his servants the prophets. Nevertheless the wrath of the Lord was upon Judah, to remove him from his presence, because of the sins of Manasseh in all that he did, and because of the innocent blood which Joakim shed, and he filled Jerusalem with innocent blood; yet the Lord was not willing to destroy them utterly.
36:6
καὶ ἀνέβη ἐπ’ αὐτὸν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ ἔδησεν αὐτὸν ἐν χαλκαῖς πέδαις καὶ ἀπήγαγεν αὐτὸν εἰς Βαβυλῶνα
巴比倫王尼布甲尼撒上來攻擊他,用銅鍊鎖著他,把他帶到巴比倫去。
And Nabouchodonosor king of Babylon came up against him, and bound him with bronze fetters, and carried him away to Babylon.
36:7
καὶ μέρος τῶν σκευῶν οἴκου κυρίου ἀπήνεγκεν εἰς Βαβυλῶνα καὶ ἔθηκεν αὐτὰ ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι
尼布甲尼撒又將耶和華殿裡一部分的器皿運到巴比倫,放在巴比倫他自己的廟裡。
And he carried away part of the vessels of the house of the Lord to Babylon, and put them in his temple in Babylon.
36:8
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωακιμ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα καὶ ἐκοιμήθη Ιωακιμ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Γανοζα μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐβασίλευσεν Ιεχονιας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
約雅敬其餘的事,和他所行的一切,看哪,豈不都寫在猶大列王記的書上嗎?約雅敬與他列祖同睡,葬在迦挪撒他列祖那裡;他兒子耶哥尼雅接續他作王。
And the rest of the acts of Joakim, and all that he did, behold, are not these written in the book of the words of the days for the kings of Judah? And Joakim slept with his fathers, and was buried in Ganoza with his fathers; and Jechonias his son reigned in his place.
36:9
υἱὸς ὀκτωκαίδεκα ἐτῶν Ιεχονιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ τρίμηνον καὶ δέκα ἡμέρας ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου
耶哥尼雅登基的時候年十八歲,在耶路撒冷作王三個月零十天。他行耶和華眼中看為惡的事。
Jechonias was eighteen years old when he began to reign, and he reigned three months and ten days in Jerusalem; and he did what was evil before the Lord.
36:10
καὶ ἐπιστρέφοντος τοῦ ἐνιαυτοῦ ἀπέστειλεν ὁ βασιλεὺς Ναβουχοδονοσορ καὶ εἰσήνεγκεν αὐτὸν εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν τῶν ἐπιθυμητῶν οἴκου κυρίου καὶ ἐβασίλευσεν Σεδεκιαν ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ ἐπὶ Ιουδαν καὶ Ιερουσαλημ
到了年初,尼布甲尼撒王差遣人把他帶到巴比倫,連同耶和華殿裡寶貴的器皿一同帶去,又立他父親的兄弟西底家作猶大和耶路撒冷的王。
And at the turn of the year king Nabouchodonosor sent and brought him to Babylon, with the precious vessels of the house of the Lord, and made Sedekias his father's brother king over Judah and Jerusalem.
36:11
ἐτῶν εἴκοσι ἑνὸς Σεδεκιας ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ
西底家登基的時候年二十一歲,在耶路撒冷作王十一年。
Sedekias was twenty-one years old when he began to reign, and he reigned eleven years in Jerusalem.
36:12
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου θεοῦ αὐτοῦ οὐκ ἐνετράπη ἀπὸ προσώπου Ιερεμιου τοῦ προφήτου καὶ ἐκ στόματος κυρίου
他行耶和華他神眼中看為惡的事;在先知耶利米面前,並在耶和華口中所出的話面前,他都不肯自覺羞愧。
And he did what was evil before the Lord his God; he was not abashed before the face of Jeremias the prophet, nor at the mouth of the Lord.
36:13
ἐν τῷ τὰ πρὸς τὸν βασιλέα Ναβουχοδονοσορ ἀθετῆσαι ἃ ὥρκισεν αὐτὸν κατὰ τοῦ θεοῦ καὶ ἐσκλήρυνεν τὸν τράχηλον αὐτοῦ καὶ τὴν καρδίαν αὐτοῦ κατίσχυσεν τοῦ μὴ ἐπιστρέψαι πρὸς κύριον θεὸν Ισραηλ
他背棄了向尼布甲尼撒王所立的事,就是王曾指著神叫他起誓的;他竟硬著頸項,剛愎自心,不肯歸向耶和華以色列的神。
in that he set at nought the things toward king Nabouchodonosor, which he had made him swear by God; and he stiffened his neck and hardened his heart, so as not to return to the Lord God of Israel.
36:14
καὶ πάντες οἱ ἔνδοξοι Ιουδα καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς τῆς γῆς ἐπλήθυναν τοῦ ἀθετῆσαι ἀθετήματα βδελυγμάτων ἐθνῶν καὶ ἐμίαναν τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ
猶大一切尊貴的人、祭司和那地的百姓,也多多犯罪,效法外邦人一切可憎的惡行,玷污耶和華在耶路撒冷的殿。
And all the honourable men of Judah, and the priests, and the people of the land multiplied transgressions, the abominable transgressions of the nations, and defiled the house of the Lord which is in Jerusalem.
36:15
καὶ ἐξαπέστειλεν κύριος ὁ θεὸς τῶν πατέρων αὐτῶν ἐν χειρὶ προφητῶν ὀρθρίζων καὶ ἀποστέλλων τοὺς ἀγγέλους αὐτοῦ ὅτι ἦν φειδόμενος τοῦ λαοῦ αὐτοῦ καὶ τοῦ ἁγιάσματος αὐτοῦ
耶和華他們列祖的神藉著眾先知差遣使者,從早起來不住地差遣,因為他顧惜自己的百姓和自己的聖所。
And the Lord God of their fathers sent by the hand of the prophets, rising up early and sending his messengers, because he was sparing of his people and of his sanctuary.
36:16
καὶ ἦσαν μυκτηρίζοντες τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐξουδενοῦντες τοὺς λόγους αὐτοῦ καὶ ἐμπαίζοντες ἐν τοῖς προφήταις αὐτοῦ ἕως ἀνέβη ὁ θυμὸς κυρίου ἐν τῷ λαῷ αὐτοῦ ἕως οὐκ ἦν ἴαμα
他們卻嗤笑他的使者,藐視他的言語,戲弄他的先知,以致耶和華的忿怒向他的百姓發作,甚至無法可醫。
But they mocked his messengers, and despised his words, and scoffed at his prophets, until the wrath of the Lord rose up against his people, until there was no healing.
36:17
καὶ ἤγαγεν ἐπ’ αὐτοὺς βασιλέα Χαλδαίων καὶ ἀπέκτεινεν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ ἐν οἴκῳ ἁγιάσματος αὐτοῦ καὶ οὐκ ἐφείσατο τοῦ Σεδεκιου καὶ τὰς παρθένους αὐτῶν οὐκ ἠλέησαν καὶ τοὺς πρεσβυτέρους αὐτῶν ἀπήγαγον τὰ πάντα παρέδωκεν ἐν χερσὶν αὐτῶν
他就使迦勒底人的王上來攻擊他們,在他聖所的殿裡用刀殺了他們的少年人,也不顧惜西底家;他們不憐憫他們的處女,又把他們的長老擄去;神將一切都交在他們手中。
And he brought against them the king of the Chaldeans, and he killed their young men with the sword in the house of his sanctuary, and did not spare Sedekias; and they had no mercy on their virgins, and they led away their elders: he delivered all things into their hands.
36:18
καὶ πάντα τὰ σκεύη οἴκου θεοῦ τὰ μεγάλα καὶ τὰ μικρὰ καὶ τοὺς θησαυροὺς καὶ πάντας τοὺς θησαυροὺς βασιλέως καὶ μεγιστάνων πάντα εἰσήνεγκεν εἰς Βαβυλῶνα
神殿裡一切的器皿,無論大小,以及庫房和王與眾大臣一切的財寶,他都帶到巴比倫去。
And all the vessels of the house of God, the great and the small, and the treasuries, and all the treasures of the king and of the nobles, he brought all to Babylon.
36:19
καὶ ἐνέπρησεν τὸν οἶκον κυρίου καὶ κατέσκαψεν τὸ τεῖχος Ιερουσαλημ καὶ τὰς βάρεις αὐτῆς ἐνέπρησεν ἐν πυρὶ καὶ πᾶν σκεῦος ὡραῖον εἰς ἀφανισμόν
他又焚燒耶和華的殿,拆毀耶路撒冷的城牆,用火燒了城內的宮堡,把一切華美的器皿都毀壞了。
And he burned the house of the Lord, and pulled down the wall of Jerusalem, and burned her fortresses with fire, and every beautiful vessel he brought to destruction.
36:20
καὶ ἀπῴκισεν τοὺς καταλοίπους εἰς Βαβυλῶνα καὶ ἦσαν αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς δούλους ἕως βασιλείας Μήδων
他把剩下的人擄到巴比倫去,作他和他子孫的僕人,直到瑪代國興起的時候。
And he carried away the remnant to Babylon; and they were servants to him and to his sons until the kingdom of the Medes.
36:21
τοῦ πληρωθῆναι λόγον κυρίου διὰ στόματος Ιερεμιου ἕως τοῦ προσδέξασθαι τὴν γῆν τὰ σάββατα αὐτῆς σαββατίσαι πάσας τὰς ἡμέρας τῆς ἐρημώσεως αὐτῆς ἐσαββάτισεν εἰς συμπλήρωσιν ἐτῶν ἑβδομήκοντα
這就應驗了耶和華藉耶利米口所說的話,直到這地享受了它的安息;在荒涼的一切日子,這地都守了安息,直到滿了七十年。
to fulfil the word of the Lord by the mouth of Jeremias, until the land had accepted its sabbaths: all the days of its desolation it kept sabbath, to the fulfilment of seventy years.
36:22
ἔτους πρώτου Κύρου βασιλέως Περσῶν μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου διὰ στόματος Ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ παρήγγειλεν κηρύξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων
波斯王古列元年,耶和華藉耶利米口所說的話既已應驗,耶和華就激動波斯王古列的靈,使他在通國中傳令,並且下詔書說:
In the first year of Cyrus king of the Persians, after the word of the Lord by the mouth of Jeremias was fulfilled, the Lord stirred up the spirit of Cyrus king of the Persians, and he gave orders to make a proclamation throughout all his kingdom in writing, saying,
36:23
τάδε λέγει Κῦρος βασιλεὺς Περσῶν πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ αὐτὸς ἐνετείλατό μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ ἐν τῇ Ιουδαίᾳ τίς ἐξ ὑμῶν ἐκ παντὸς τοῦ λαοῦ αὐτοῦ ἔσται ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ ἀναβήτω
波斯王古列如此說:天上的神耶和華已將地上萬國賜給我,又囑咐我在猶大的耶路撒冷為他建造殿宇。你們中間凡作他子民的,有誰願意呢?願他的神與他同在,願他上去。
Thus says Cyrus king of the Persians: All the kingdoms of the earth the Lord God of heaven has given me, and he himself has commanded me to build him a house in Jerusalem in Judea. Who is there among you, of all his people? May his God be with him — and let him go up.
← 第 35 章
123456789101112131415161718192021222324252627282930313233343536

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。