58:1
Ὑπακούσωμεν οὖν τῷ παναγίῳ καὶ ἐνδόξῳ ὀνόματι αὐτοῦ φυγόντες τὰς προειρημένας διὰ τῆς σοφίας τοῖς ἀπειθοῦσιν ἀπειλάς, ἵνα κατασκηνώσωμεν πεποιθότες ἐπὶ τὸ ὁσιώτατον τῆς μεγαλωσύνης αὐτοῦ ὄνομα
Let us therefore obey his all-holy and glorious name, fleeing the threats foretold through wisdom to the disobedient, that we may dwell in confidence, trusting in the most holy name of his majesty.
所以讓我們順服祂那全聖榮耀的名,逃避那藉著智慧向悖逆之人所預言的威嚇,叫我們得以安然居住,倚靠祂威嚴中至聖之名。
58:2
δέξασθε τὴν συμβουλὴν ἡμῶν, καὶ ἔσται ἀμεταμέλητα ὑμῖν. ζῇ γὰρ ὁ θεὸς καὶ ζῇ ὁ κύριος Ἰησοῦς Χριστὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἥ τε πίστις καὶ ἡ ἐλπὶς τῶν ἐκλεκτῶν, ὅτι ὁ ποιήσας ἐν ταπεινοφροσύνῃ μετ̓ ἐκτενοῦς ἐπιεικείας ἀμεταμελήτως τὰ ὑπὸ τοῦ θεοῦ δεδομένα δικαιώματα καὶ προστάγματα, οὗτος ἐντεταγμένος καὶ ἐλλόγιμος ἔσται εἰς τὸν ἀριθμὸν τῶν σωζομένων διὰ Ἰησοῦ Χριστοῦ, δἰ οὖ ἐστὶν αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν
Receive our counsel, and it shall be to you without cause for regret. For as God lives, and as the Lord Jesus Christ lives, and the Holy Spirit—the faith and hope of the elect—he who in humility, with persistent gentleness and without regret, has performed the ordinances and commandments given by God, this one shall be enrolled and accounted in the number of those who are saved through Jesus Christ, through whom is the glory to him unto the ages of ages. Amen.
你們要接受我們的勸告,這對你們必無可後悔。因為神是活的,主耶穌基督是活的,聖靈也是活的——這也是選民的信心與盼望——凡存謙卑、以恆切的溫和、毫不後悔地遵行神所賜之典章誡命的,這人必被列入、被算在那藉著耶穌基督得救之人的數目中;願榮耀藉著祂歸與神,直到世世代代。阿們。