← All books · Septuagint › Psalms
Psalms 42
Greek original · 12 verses · some words can be tapped for a gloss
← ch. 41ch. 43 → 📖 This chapter exists in 3 other originals —
side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
42:0
εἰς τὸ τέλος εἰς σύνεσιν τοῖς υἱοῖς Κορε
42:1
ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ ὁ θεός
42:2
ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ζῶντα πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ θεοῦ
42:3
ἐγενήθη μοι τὰ δάκρυά μου ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ’ ἑκάστην ἡμέραν ποῦ ἐστιν ὁ θεός σου
42:4
ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος
42:5
ἵνα τί περίλυπος εἶ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτῷ σωτήριον τοῦ προσώπου μου ὁ θεός μου
42:6
πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ιορδάνου καὶ Ερμωνιιμ ἀπὸ ὄρους μικροῦ
42:7
ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ’ ἐμὲ διῆλθον
42:8
ἡμέρας ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ καὶ νυκτὸς ᾠδὴ παρ’ ἐμοί προσευχὴ τῷ θεῷ τῆς ζωῆς μου
42:9
ἐρῶ τῷ θεῷ ἀντιλήμπτωρ μου εἶ διὰ τί μου ἐπελάθου ἵνα τί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου
42:10
ἐν τῷ καταθλάσαι τὰ ὀστᾶ μου ὠνείδισάν με οἱ θλίβοντές με ἐν τῷ λέγειν αὐτούς μοι καθ’ ἑκάστην ἡμέραν ποῦ ἐστιν ὁ θεός σου
42:11
ἵνα τί περίλυπος εἶ ψυχή καὶ ἵνα τί συνταράσσεις με ἔλπισον ἐπὶ τὸν θεόν ὅτι ἐξομολογήσομαι αὐτῷ ἡ σωτηρία τοῦ προσώπου μου ὁ θεός μου
← ch. 41ch. 43 →