← All books · Septuagint › Psalms
Psalms 6
Greek original · 11 verses · some words can be tapped for a gloss
← ch. 5ch. 7 → 📖 This chapter exists in 3 other originals —
side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
6:0
εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυιδ
6:1
κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με
6:2
ἐλέησόν με κύριε ὅτι ἀσθενής εἰμι ἴασαί με κύριε ὅτι ἐταράχθη τὰ ὀστᾶ μου
6:3
καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα καὶ σύ κύριε ἕως πότε
6:4
ἐπίστρεψον κύριε ῥῦσαι τὴν ψυχήν μου σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου
6:5
ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι
6:6
ἐκοπίασα ἐν τῷ στεναγμῷ μου λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω
6:7
ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου
6:8
ἀπόστητε ἀπ’ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅτι εἰσήκουσεν κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου
6:9
εἰσήκουσεν κύριος τῆς δεήσεώς μου κύριος τὴν προσευχήν μου προσεδέξατο
6:10
αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους
← ch. 5ch. 7 →