← All books · Septuagint › Psalms
Psalms 54
Greek original · 8 verses · some words can be tapped for a gloss
← ch. 53ch. 55 → 📖 This chapter exists in 3 other originals —
side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
54:0
ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ σαουλ οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ’ ἡμῖν
54:1
ὁ θεός ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με
54:2
ὁ θεός εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου
54:3
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ’ ἐμέ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν διάψαλμα
54:4
ἰδοὺ γὰρ ὁ θεὸς βοηθεῖ μοι καὶ ὁ κύριος ἀντιλήμπτωρ τῆς ψυχῆς μου
54:5
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς
54:6
ἑκουσίως θύσω σοι ἐξομολογήσομαι τῷ ὀνόματί σου κύριε ὅτι ἀγαθόν
54:7
ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου
← ch. 53ch. 55 →