📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Psalms

Psalms 53

Greek original · 7 verses · some words can be tapped for a gloss

← ch. 52ch. 54 →
📖 This chapter exists in 3 other originals — side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
53:0
εἰς τὸ τέλος ὑπὲρ μαελεθ συνέσεως τῷ Δαυιδ
53:1
εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ οὐκ ἔστιν θεός διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις οὐκ ἔστιν ποιῶν ἀγαθόν
53:2
θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἐκζητῶν τὸν θεόν
53:3
πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ποιῶν ἀγαθόν οὐκ ἔστιν ἕως ἑνός
53:4
οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν θεὸν οὐκ ἐπεκαλέσαντο
53:5
ἐκεῖ φοβηθήσονται φόβον οὗ οὐκ ἦν φόβος ὅτι θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων κατῃσχύνθησαν ὅτι θεὸς ἐξουδένωσεν αὐτούς
53:6
τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ
← ch. 52ch. 54 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150