1-45:45
Ὅτι δὲ ἀγαγεῖν τὸν Χριστὸν εἰς τὸν οἰρανὸν ὁ πατὴρ τῶν πάντων θεὸς μετὰ τὸ ἀναστῆσαι ἐκ νεκρῶν αὐτὸν ἔμελλε, καὶ κατέχειν, ἕως ἂν πατάξῃ τοὺς ἐχθραίνοντας αὐτῷ δαίμονας, καὶ συντελεσθῇ ὁ ἀριθμὸς τῶν προεγνωσμένων αὐτῷ ἀγαθῶν γινομένων καὶ ἐναρέτων, δι οὓς καὶ μηδέπω τὴν ἐκπύρωσιν πεποίηται, ἐπακούσατε τῶν εἰρημένων διὰ Δαυῒδ τοῖ προφήτου. Ἔστι δὲ ταῦτα· Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ράβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐξ Ἱερουσαλήμ· καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνόμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Τὸ οἶν εἰρημένον Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι ἐξ Ἱερουσαλήμ προαγγελτικὸν τοῦ λόγου τοῦ ἰσχυροῦ, ὃν ἀπὸ Ἱερσυσαλὴμ οἱ ἀπόστολοι αἰτοῖ ἐξελθόντες πανταχοῦ ἐκήρυξαν, καί, καίπερ θανάτου ὁρισθέντος κατὰ τῶν διδασκόντων ἢ ὅλως ὁμολογούντων τὸ ὄνομα τοῦ Χριστοῦ, ἡμεῖς πανταχοῦ καὶ ἀσπαζόμεθα καὶ διδάσκομεν. Εἰ δὲ καὶ ὑμεῖς ὡς ἐχθροὶ ἐντεύξεσθε τοῖσδε τοῖς λόγοις, οὐ πλέον τι δύνασθε, ὡς προέφημεν, τοῖ φονεύειν· ὅπερ ἡμῖν μὲν οὐδεμίαν βλάβην φέρει, ὑμῖν δὲ καὶ πᾶσι τοῖς ἀδίκως ἐχθραίνουσι καὶ μὴ μετατιθεμένοις κόλασιν διὰ πυρὸς αἰωνίαν ἐργάζεται
And that God the Father of all was about to bring Christ up into heaven after raising him from the dead, and to keep him there until he should smite the demons who are his enemies, and the number of those foreknown by him as good and virtuous should be completed — for whose sake he has not yet brought about the conflagration — hear the words spoken through David the prophet. These are they: "The Lord said to my Lord, Sit at my right hand until I make your enemies the footstool of your feet. The Lord shall send forth from Jerusalem a rod of power for you; and rule in the midst of your enemies. With you is dominion in the day of your power, in the splendors of your saints; from the womb before the morning star I have begotten you." Now the saying "He shall send forth for you a rod of power from Jerusalem" is a prediction of the mighty word which the apostles, going forth from Jerusalem, proclaimed everywhere; and although death has been decreed against those who teach, or in any way confess, the name of Christ, we everywhere both embrace and teach it. And if you too read these words as enemies, you can do no more, as we said before, than to kill us — which brings no harm at all to us, but to you and to all who unjustly hate us and do not repent it works everlasting punishment through fire.
至於萬有之父神,要在叫基督從死裡復活之後,把他帶上天去,並留他在那裡,直等到他擊打那些與他為敵的鬼魔,又等到他所預知為善為德之人的數目滿足——正是為這些人的緣故,他至今還未施行那烈火的焚燒——請聽藉先知大衛所說的話。其話如下:「耶和華對我主說:你坐在我的右邊,等我使你的仇敵作你的腳凳。耶和華必從耶路撒冷使你權能的杖伸出來;你要在仇敵中掌權。當你掌權的日子,你的民要在聖潔的威光中甘心犧牲;在黎明之前、從母腹中,我已生了你。」「他必從耶路撒冷使你權能的杖伸出來」這話,乃是預言那有能力的道,就是眾使徒從耶路撒冷出去,到處傳揚的;雖然死刑被定在那些教導或以任何方式承認基督之名的人身上,我們卻處處既接受又傳講這道。你們縱然像仇敵一樣讀這些話,正如我們先前所說,也不過能殺害我們而已——這對我們毫無損害,倒是對你們、並一切不義地恨惡我們而不悔改的人,藉著火施行永遠的刑罰。