3-33:1
Καὶ τοῦτον τὸν ψαλμὸν ὅτι εἰς τὸν Ἐζεκίαν τὸν βασιλέα εἰρῆσθαι ἐξηγεῖσθαι τολμᾶτε, οὐκ ἀγνοῶ, ἐπεῖπον· ὅτι δὲ πεπλάνησθε, ἐξ αὐτῶν τῶν λόγων αὐτίκα ὑμῖν ἀποδείξω. Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, εἴρηται, καί· Σὸ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ, καὶ τὰ ἐπαγόμενα καὶ τὰ προάγοντα. Ἱερεὺς δὲ ὅτι οὔτε γέγονεν Ἐζεκίας οὔτε ἐστὶν αἰώνιος ἱερεὺς τοῦ θεοῦ, οὐδὲ ὑμεῖς ἀντειπεῖν τολμήσετε· ὅτι δὲ περὶ τοῦ ἡμετέρου Ἰησοῦ εἴρηται, καὶ αὐταὶ αἱ φωναὶ σημαίνουσι. Τὰ δὲ ὦτα ὑμῶν πέφρακται καὶ αἱ καρδίαι πεπώρωνται
"And I am not unaware," I added, "that you dare to interpret this psalm as having been spoken about King Hezekiah; but that you are mistaken, I will at once prove to you from the very words. 'The Lord has sworn and will not repent,' it says, and, 'You are a priest forever after the order of Melchizedek,' along with what follows and what precedes. Now that Hezekiah was neither a priest nor an eternal priest of God, not even you will dare to deny; and that it was spoken concerning our Jesus, these very utterances signify. But your ears are stopped and your hearts are hardened."
我又說:「我並非不知道你們竟敢解釋這篇詩篇是針對希西家王所說的;但你們是錯了,我即刻就要從這些話本身向你們證明。經上說:『耶和華起了誓,必不後悔』,又說:『你是照著麥基洗德的等次永遠為祭司』,連同前後的話。希西家既不曾作祭司,也不是神永遠的祭司,這事連你們也不敢反駁;而這話乃是論到我們的耶穌所說的,這些話語本身就指明了。然而你們的耳朵塞住了,你們的心也剛硬了。」
3-33:2
Τὸ γὰρ Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· μεθ ὅρκου ὁ θεὸς διὰ τὴν ἀπιστίαν ὑμῶν ἀρχιερέα αὐτὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ εἶναι ἐδήλωσε, τουτέστιν, ὃν τρόπον ὁ Μελχισεδὲκ ἱερεὺς ὑψίστου ὑπὸ Μωσέως ἀναγέγραπται γεγενῆσθαι, καὶ οὗτος τῶν ἐν ἀκροβυστίᾳ ἱερεὺς ἦν, καὶ τὸν ἐν περιτομῇ δεκάτας αὐτῷ προσενέγκαντα Ἀβραὰμ εὐλόγησεν, οὕτως τὸν αἰώνιον αὐτοῦ ἱερέα, καὶ κύριον ὑπὸ τοῦ ἁγίου πνεύματος καλούμενον, ὁ θεὸς τῶν ἐν ἀκροβυστίᾳ γενήσεσθαι ἐδήλου· καὶ τοὺς ἐν περιτομῇ προσιόντας αὐτῷ, τουτέστι πιστεύοντας αὐτῷ καὶ τὰς εὐλογίας παρ αὐτοῦ ζητοῦντας, καὶ αὐτοὺς προσδέξεται καὶ εὐλογήσει. Καὶ ὅτι ταπεινὸς ἔσται πρῶτον ἄνθρωπος, εἶτα ὑψωθήσεται, τὰ ἐπὶ τέλει τοῦ ψαλμοῦ δηλοῖ. Ἐκ χειμάρρου γὰρ ἐν ὁδῷ πίεται, καὶ ἅμα· Διὰ τοῦτο ὑψώσει κεφαλήν
"For the words, 'The Lord has sworn and will not repent: You are a priest forever after the order of Melchizedek'—God, with an oath, on account of your unbelief, declared him to be a high priest after the order of Melchizedek. That is to say, just as Melchizedek is recorded by Moses to have been a priest of the Most High—and he was a priest of those in uncircumcision, and blessed the circumcised Abraham who offered him tithes—so God indicated that his eternal priest, who is also called Lord by the Holy Spirit, would be a priest of those in uncircumcision; and those in circumcision who come to him—that is, who believe in him and seek blessings from him—these too he will receive and bless. And that he would first be a lowly man and then be exalted, the words at the end of the psalm show: for 'He shall drink of the brook by the way,' and together with it, 'Therefore he shall lift up his head.'"
「至於這話:『耶和華起了誓,必不後悔說:你是照著麥基洗德的等次永遠為祭司』——神因你們的不信,藉著誓言宣明他是照著麥基洗德的等次作大祭司。這就是說,正如摩西記載麥基洗德作了至高者的祭司——他是那些未受割禮之人的祭司,並且為那受了割禮、向他奉上十分之一的亞伯拉罕祝福——照樣,神也指明他那位永遠的祭司,就是聖靈所稱為主的,必作那些未受割禮之人的祭司;而那些受了割禮而歸向他的人——就是相信他並向他尋求祝福的人——他也必接納並祝福他們。至於他先要作卑微的人,然後被高舉,這在詩篇末了的話顯明了:因為『他要喝路旁的溪水』,又連同這話:『因此必抬起頭來。』」