1-50:50
Ὅτι δὲ καὶ ὑπὲρ ἡμῶν γενόμενος ἄνθρωπος παθεῖν καὶ ἀτιμασθῆναι ὑπέμεινε καὶ πάλιν μετὰ δόξης παραγενήσεται, ἀκούσατε τῶν εἰρημένων εἰς τοῦτο προφητειῶν. Ἔστι δὲ ταῦτα· Ἀνθ ὧν παρέδωκαν εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ, καὶ μετὰ τῶν ἀνόμων ἐλογίσθη, αὐτὸς ἁμαρτίας πολλῶν εἴληφε καί τοῖς ἀνόμοις ἐξιλάσεται. Ἴδε γὰρ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται καὶ δοξασθήσεται σφόδρα. Ὃν τρόπον ἐκστήσονται πολλοὶ ἐπὶ σέ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων, οὕτως θαυμάσονται ἔθνη πολλά, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αἰτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ. Οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δέξα· καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς ἀνθρώπους. Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἐπ αὐτόν, τῷ μώλωπι αἰτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη· καὶ παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίας ἡμῶν, καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Μετὰ οἶν τὸ σταυρωθῆναι αὐτὸν καὶ οἱ γνώριμοι αὐτοῦ πάντες ἀπέστησαν, ἀρνησάμενοι αὐτόν· ὕστερον δέ, ἐκ νεκρῶν ἀναστάντος καὶ ὀφθέντος αὐτοῖς καὶ ταῖς προφητείαις ἐντυχεῖν, ἐν αἷς πάντα ταῦτα προείρητο γενησόμενα, διδάξαντος, καὶ εἰς οὐρανὸν ἀνερχόμενον ἰδόντες καὶ πιστεύσαντες καὶ δύναμιν ἐκεῖθεν αἰτοῖς πεμφθεῖσαν παρ αὐτοῦ λαβόντες καὶ εἰς πᾶν γένος ἀνθρώπων ἐλθόντες, ταῦτα ἐδίδαξαν καὶ ἀπόστολοι προσηγορεύθησαν
And that, having become man for our sake, he endured to suffer and to be dishonored, and shall come again with glory, hear the prophecies spoken to this effect. These are they: "Because they delivered his soul to death, and he was reckoned among the lawless, he himself bore the sins of many and shall make atonement for the lawless. For behold, my servant shall understand, and shall be exalted and greatly glorified. As many shall be astonished at you, so shall your appearance be without honor among men, and your glory be despised by men; so shall many nations marvel, and kings shall shut their mouths; for those to whom no report concerning him was made shall see, and those who have not heard shall understand. Lord, who has believed our report? and to whom has the arm of the Lord been revealed? We announced him before his presence as a little child, as a root in a thirsty ground. He has no form nor glory; and we saw him, and he had no form nor beauty, but his form was without honor and failing beyond that of men. A man stricken and acquainted with bearing sickness, because his face is turned away, he was dishonored and not esteemed. This one bears our sins and suffers pain for us, and we accounted him to be in toil and stricken and afflicted. But he was wounded for our transgressions and bruised for our sins; the chastisement of our peace was upon him, and by his stripes we were healed. We all like sheep went astray; every man went astray in his own way; and he gave him up for our sins, and he, because of being afflicted, opens not his mouth. As a sheep is led to the slaughter, and as a lamb dumb before the one who shears it, so he opens not his mouth. In his humiliation his judgment was taken away." Now after he was crucified, all his acquaintances also fell away, having denied him; but later, when he had risen from the dead and appeared to them and taught them to study the prophecies in which all these things had been foretold as to happen, and when they had seen him ascending into heaven and had believed and received from him the power sent to them from there, they went to every race of mankind, taught these things, and were called apostles.
至於他為我們的緣故成為人,甘願受苦受辱,並要再次帶著榮耀降臨,請聽為此所說的眾預言。其話如下:「因他們將他的性命交付於死,他也被列在罪犯之中,他卻擔當了多人的罪,又要為罪犯代求。看哪,我的僕人必行事有智慧,他必被高舉上升,且成為至高。許多人怎樣因你而驚奇,照樣,你的面貌在人中要這樣無有尊榮,你的榮美也要被人藐視;這樣,許多國的人要驚奇,君王要因他閉口;因為那未曾得報關於他之事的,必要看見,未曾聽見的,必要明白。主啊,我們所傳的有誰信呢?耶和華的膀臂向誰顯露呢?他在主面前生長如嬰孩,像根出於乾地。他無佳形美容,我們看見他的時候,也無美貌可羨慕;他的面貌枯槁無尊榮,遠不如人。他是受了傷、又熟悉擔當病痛的人;因他掩面,他被藐視,我們也不尊重他。他誠然擔當我們的罪,為我們受痛苦,我們卻以為他受勞苦、遭擊打、受苦難。哪知他為我們的過犯受害,為我們的罪孽壓傷;因他受的責罰我們得平安,因他受的鞭傷我們得醫治。我們都如羊走迷,各人偏行己路;主使他為我們的罪受害,他因受苦,卻不開口;他像羊被牽到宰殺之地,又像羊羔在剪毛的人手下無聲,他也是這樣不開口。因受欺壓,他的審判被奪去了。」他被釘十字架之後,他所有的門徒都跌倒了,否認了他;但後來,他從死裡復活、向他們顯現,並教導他們查考那些早已預言這一切要發生的預言;他們又看見他升天,便信了,並從那裡領受了從他差來的能力,就往各族人中去,教導這些事,被稱為使徒。