1-26:26
Τρίτονδ ὅτι καὶ μετὰ τὴν ἀνέλευσιν τοῦ Χριστοῦ εἰς οὐρανὸν προεβάλλοντο οἱ δαίμονες ἀνθρώπους τινὰς λέγοντας ἑαυτοὺς εἶναι θεούς, οἳ οὐ μόνον οὐκ ἐδιώχθησαν ὑφ ὑμῶν, ἀλλὰ καὶ τιμῶν κατηξιώθησαν. Σίμωνα μέν τινα Σαμαρέα, τὸν ἀπὸ κώμης λεγομένης Γιττῶν, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν ἐνεργούντων δαιμόνων τέχνης δυνάμεις ποιήσας μαγικὰς ἐν τῇ πόλει ὑμῶν βασιλίδι Ῥώμῃ θεὸς ἐνομίσθη καὶ ἀνδριάντι παρ ὑμῶν ὡς θεὸς τετίμηται, ὃς ἀνδριὰς ἀνεγήγερται ἐν τῷ Τίβερι ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν, ἔχων ἐπιγραφὴν Ῥωμαϊκὴν ταύτην· Καὶ σχεδὸν πάντες μὲν Σαμαρεῖς, ὀλίγοι δὲ καὶ ἐν ἄλλοις ἔθνεσιν, ὡς τὸν πρῶτον θεὸν ἐκεῖνον ὁμολογοῦντες προσκυνοῦσι· καὶ Ἑλένην τινά, τὴν συμπερινοστήσασαν αὐτῷ κατ ἐκεῖνο τοῦ καιροῦ, πρότερον ἐπὶ τέγους σταθεῖσαν, τὴν ὑπ αὐτοῦ ἔννοιαν πρώτην γενομένην λέγουσι. Μένανδρον δέ τινα, καὶ αὐτὸν Σαμαρέα, τὸν ἀπὸ κώμης Καππαρεταίας, γενόμενον μαθητὴν τοῦ Σίμωνος, ἐνεργηθέντα καὶ αὐτὸν ὑπὸ τῶν δαιμονίων καὶ ἐν Ἀντιοχείᾳ γενόμενον, πολλοὺς ἐξαπατῆσαι διὰ μαγικῆς τέχνης οἴδαμεν, ὃς καὶ τοὺς αὐτῷ ἑπομένους ὡς μηδὲ ἀποθνήσκοιεν ἔπεισε· καὶ νῦν εἰσί τινες ἀπ ἐκείνου τοῦτο ὁμολογοῦντες. Μαρκίωνα δέ τινα Ποντικόν, ὃς καὶ νῦν ἔτι ἐστὶ διδάσκων τοὺς πειθομένους, ἄλλον τινὰ νομίζειν μείζονα τοῦ δημιουργοῦ θεόν· ὃς κατὰ πᾶν γένος ἀνθρώπων διὰ τῆς τῶν δαιμόνων συλλήψεως πολλοὺς πεποίηκε βλασφημίας λέγειν καὶ ἀρνεῖσθαι τὸν ποιητὴν τοῦδε τοῦ παντὸς θεὸν ἄλλον δέ τινα, ὡς ὄντα μείζονα, τὰ μείζονα παρὰ τοῦτον ὁμολογεῖν πεποιηκέναι. Πάντες οἱ ἀπὸ τούτων ὁρμώμενοι, ὡς ἔφημεν, Χριστιανοὶ καλοῦνται, ὃν τρόπον καὶ οἱ οὐ κοινωνοῦντες τῶν αὐτῶν δογμάτων ἐν τοῖς φιλοσόφοις τὸ ἐπικατηγορούμενον ὄνομα τῆς φιλοσοφίας κοινὸν ἔχουσιν. Εἰ δὲ καὶ τὰ δύσφημα ἐκεῖνα μυθολογούμενα ἔργα πράττουσι, λυχνίας μὲν ἀνατροπὴν καὶ τὰς ἀνέδην μίξεις καὶ ἀνθρωπείων σαρκῶν βοράς, οὐ γινώσκομεν· ἀλλ ὅτι μὴ διώκονται μηδὲ φονεύονται ὑφ ὑμῶν, κἂν διὰ τὰ δόγματα, ἐπιστάμεθα. Ἔστι δὲ ἡμῖν καὶ σύνταγμα κατὰ πασῶν τῶν γεγενημένων αἱρέσεων συντεταγμένον, (??) εἰ βούλεσθε ἐντυχεῖν, δώσομεν
其三:甚至在基督升天之後,眾鬼又推出某些人來,自稱是神,這等人不但未被你們逼迫,反倒被尊以榮譽。有一個撒瑪利亞人西門,是出於名叫吉同的村莊,他在革老丟凱撒時,藉著在他裏面運行之鬼的技倆,在你們的京城羅馬行了法術的大事,被當作神,並被你們立像尊為神——那像立在臺伯河兩橋之間,刻著這樣一行羅馬文字〔此處殘缺〕。幾乎所有撒瑪利亞人,以及別國中的少數人,都承認並敬拜他為第一位神;他們又說,那時與他周遊各地、先前曾站在屋頂上的一個名叫海倫的女子,乃是由他所生出的第一個「意念」。我們又知道有一個米南德,也是撒瑪利亞人,出於卡帕勒泰亞村,作了西門的門徒,照樣被眾鬼鼓動,住在安提阿,藉法術迷惑了許多人,並使跟從他的人相信永不會死;如今還有些跟從他、承認這事的人。還有一個本都人馬吉安,他如今仍在教導那些被他說服的人,要信另有一位比那造物主更大的神;他藉著眾鬼的協助,使各族各類的許多人說褻瀆的話,否認那造這宇宙的神是神,反承認另有一位、因更大、便比這位行了更大的事。凡從這些人起源的,正如我們所說,都被稱為基督徒,正如在哲學家中不持守相同教義的人,也同被加上「哲學」這共通的名。至於他們是否行那些臭名昭著、傳說中的事——推翻燈臺、雜亂的性交、並吃人的肉——我們並不知道;但我們確知他們既不被你們逼迫、也不被處死,至少不是為著他們的教義。我們也有一部著作,是駁斥一切已興起之異端而寫的,你們若願意查閱,我們就給你們。
Third, that even after the ascension of Christ into heaven the demons put forward certain men who said they themselves were gods, and these were not only not persecuted by you, but were even deemed worthy of honors. There was a certain Simon, a Samaritan from the village called Gitthon, who in the time of Claudius Caesar, through the art of the demons working in him, performed mighty deeds of magic in your imperial city of Rome, and was reckoned a god, and was honored by you with a statue as a god—which statue was erected in the river Tiber between the two bridges, bearing this Roman inscription [lacuna]. And nearly all the Samaritans, and a few also among other nations, confess and worship him as the first god; and they say that a certain Helen, who went about with him at that time, having previously stood upon a rooftop, was the first Thought brought forth by him. And we know that a certain Menander, also a Samaritan, from the village of Capparetaea, who became a disciple of Simon and was likewise energized by the demons, and who lived in Antioch, deceived many by his magic art, and persuaded those who followed him that they would never die; and even now there are some who, following him, confess this. And there is a certain Marcion, a man of Pontus, who is even now still teaching those who are persuaded to think that there is another God greater than the Maker; and he, by the help of the demons, has caused many of every race of men to utter blasphemies, and to deny that God the Maker of this universe is God, and to confess that some other, being greater, has done greater things than he. All who take their origin from these, as we said, are called Christians, just as those who do not share the same doctrines among the philosophers have in common the name 'philosophy' brought against them. And whether they do those infamous fabled deeds—the overturning of the lamp and promiscuous intercourse and the eating of human flesh—we do not know; but we do know that they are neither persecuted nor put to death by you, at least on account of their doctrines. And we have a treatise composed against all the heresies that have arisen, which, if you wish to consult it, we will give to you.