1-34:34
Ὅπου δὲ καὶ τῆς γῆς γεννᾶσθαι ἔμελλεν, ὡς προεῖπεν ἕτερος προφήτης ὁ Μιχαίας, ἀκούσατε. Ἔφη δὲ οὕτως· Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου. Κώμη δέ τίς ἐστιν ἐν τῇ χώρᾳ Ἰουδαίων. ὀπέχουσα σταδίους τριάκοντα πέντε Ἱεροσολύμων, ἐν ᾗ ἐγεννήθη Ἰησοῦς Χριστός, ὡς καὶ μαθεῖν δύνασθε ἐκ τῶν ἀπογραφῶν τῶν γενομένων ἐπὶ Κυρηνίου, τοῦ ὑμετέρου ἐν Ἰουδαίᾳ πρώτου γενομένου ἐπιτρόπου
至於他要在地上何處降生,請聽另一位先知彌迦如何預言。他這樣說:「猶大地的伯利恆啊,你在猶大的君王中並不是最小的;因為將來必有一位掌權者從你那裡出來,牧養我的百姓。」在猶太人的境內有一個村莊,離耶路撒冷三十五斯塔狄亞(約數里),耶穌基督就生在那裡,這也是你們可以從居里扭作戶口登記時的冊籍中得知的——居里扭是你們在猶太地的第一任巡撫。
And in what place of the earth he was to be born, hear as another prophet, Micah, foretold. He spoke thus: "And you, Bethlehem, land of Judah, are by no means least among the rulers of Judah; for out of you shall come forth a leader who shall shepherd my people." Now there is a certain village in the country of the Jews, thirty-five stadia distant from Jerusalem, in which Jesus Christ was born, as you can also learn from the registers of the census made under Quirinius, who was your first procurator in Judea.