1-28:28
Παρ ἡμῖν μὲν γὰρ ὁ ἀρχηγέτης τῶν κακῶν δαιμόνων ὄφις καλεῖται καὶ σατανᾶς καὶ διάβολος, ὡς καὶ ἐκ τῶν ἡμετέρων συγγραμμάτων ἐρευνήσαντες μαθεῖν δύνασθε· ὃν εἰς τὸ πῦρ πεμφθήσεσθαι μετὰ τῆς αὐτοῦ στρατιᾶς καὶ τῶν ἑπομένων ἀνθρώπων κολασθησομένους τὸν ἀπέραντον αἰῶνα, προεμήνυσεν ὁ Χριστός. Καὶ γὰρ ἡ ἐπιμονὴ τοῦ μηδέπω τοῦτο πρᾶξαι τὸν θεὸν διὰ τὸ ἀνθρώπινον γένος γεγένηται· προγινώσκει γάρ τινας ἐκ μετανοίας σωθήσεσθαι μέλλοντας καί τινας μηδέπω ἴσως γεννηθέντας. Καὶ τὴν ἀρχὴν νοερὸν καὶ δυνάμενον αἱρεῖσθαι τἀληθῆ καὶ εὗ πράττειν τὸ γένος τὸ ἀνθρώπινον πεποίηκεν, ὥστ ἀναπολόγητον εἶναι τοῖς πᾶσιν ἀνθρώποις παρὰ τῷ θεῷ· λογικοὶ γὰρ καὶ θεωρητικοὶ γεγένηνται. Εἰ δέ τις ἀπιστεῖ μέλειν τούτων τῷ θεῷ, ἢ μὴ εἶναι αὐτὸν διὰ τέχνης ὁμολογήσει, ἢ ὄντα χαίρειν κακίᾳ φήσει ἢ λίθῳ ἐοικότα μένειν, καὶ μηδὲν εἶναι ἀρετὴν μηδὲ κακίαν, δόξῃ δὲ μόνον τοὺς ἀνθρώπους ἢ ἀγαθὰ ἢ κακὰ ταῦτα ἡγεῖσθαι, ἥπερ μεγίστη ἀσέβεια καὶ ἀδικία ἐστί
因為在我們中間,那些惡鬼的首領被稱為蛇、撒但、魔鬼,這你們從我們自己的著作中查考便可得知;基督預言,他連同他的軍隊與跟從他的人,都要被丟入火中,在那無盡的世代受刑。至於神為何延遲、尚未行這事,乃是為著人類的緣故;因為祂預先知道有些人將要因悔改得救,而有些人或許還未出生。祂起初造人類,是有智能、能揀選真理、能行善的,以致眾人在神面前都無可推諉;因為他們是被造成有理性、能思考的。但若有人不信神顧念這些事,他便要麼藉某種詭辯否認神的存在,要麼縱然承認神存在,卻說神喜悅邪惡、或說神像石頭一般靜止不動,又說根本沒有德與惡這回事,乃是人單憑看法把這些事算為善或惡——這乃是最大的不敬虔與不義。
For among us the ruler of the wicked demons is called the serpent and Satan and the devil, as you can learn by searching from our own writings; and Christ foretold that he, with his host and the men who follow him, would be sent into the fire, to be punished for the boundless age. And the reason God delays in not yet doing this is for the sake of the human race; for he foreknows that some are going to be saved by repentance, and some, perhaps, are not yet even born. And in the beginning he made the human race intelligent and able to choose the truth and to do well, so that all men are without excuse before God; for they have been made rational and capable of reflection. But if anyone disbelieves that God cares for these things, he will either, by some craft, deny that he exists, or, granting that he exists, will say that he delights in wickedness, or that he remains like a stone, and that there is no such thing as virtue or vice, but only by opinion do men reckon these things to be either good or evil—which is the greatest impiety and injustice.