3-104:1
Καὶ τὸ Εἰς χοῦν θανάτου κατήγαγές με, ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με· ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον, ὡς προεῖπον, προαγγελία ἦν διὰ ποίου θανάτου καταδικάζειν αὐτὸν ἔμελλεν ἡ συναγωγὴ τῶν πονηρευομένων, οὕς καὶ κύνας καλεῖ, καὶ κυνηγοὺς μηνύων, ὅτι αὐτοὶ οἱ κυνηγήσαντες καὶ συνήχθησαν οἱ ἀγωνιζόμενοι ἐπὶ τῷ καταδικάσασθαι αὐτόν· ὅπερ καὶ ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ γέγραπται γενόμενον
「你把我安置在死地的塵土中;因為許多狗圍著我,惡人的會眾困住我;他們扎了我的手、我的腳,數點我的一切骨頭;他們瞪著眼看我;他們彼此分了我的外衣,又為我的裡衣拈鬮」這話——如我先前所說,是預言惡人的會眾將以何種死刑定祂的罪;祂也稱他們為狗,表明他們是獵人,因為那些追捕祂的人聚集起來,作為力求定祂罪的人——這事也記在祂使徒的記錄裡,已經應驗了。
And the saying 'You have brought me down to the dust of death; for many dogs have encircled me, the assembly of the wicked have beset me round; they pierced my hands and my feet, they counted all my bones; they themselves looked and stared upon me; they divided my garments among themselves, and upon my clothing they cast lots'—as I said before, was a foretelling of by what kind of death the assembly of the wicked was about to condemn Him; whom He also calls dogs, signifying them as hunters, in that those who hunted Him were gathered together as those who contend for His condemnation—which is also written in the memoirs of His apostles as having come to pass.
3-104:2
Καὶ ὅτι μετὰ τὸ σταυρωθῆναι αὐτὸν ἐμέρισαν ἑαυτοῖς οἱ σταυρώσαντες αὐτὸν τὰ ἱμάτια αὐτοῦ, ἐδήλωσα
至於祂被釘十字架之後,釘祂的人彼此分了祂的衣服,我已經顯明了。
And that after His crucifixion those who crucified Him divided His garments among themselves, I have shown.