1-63:63
Ἰουδαῖοι δὲ πάντες καὶ νῦν διδάσκουσι τὸν ἀνωνόμαστον θεὸν λελαληκέναι τῷ Μωυσεῖ. Ὁθεν τὸ προφητικὸν πνεῦμα διὰ Ἡσαΐου τοῦ προμεμηνυμένου προφήτου ἐλέγχον αὐτούς, ὡς προεγράψαμεν, εἶπεν· Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνῆκε. Καὶ Ἰησοῦς δὲ ὁ Χριστός, ότι οὐκ ἔγνωσαν Ἰουδαῖοι, τί πατὴρ καὶ τί υἱός, ὁμοίως ἐλέγχων αὐτοὺς καὶ αὐτὸς εἶπεν· Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν ἀποκαλύψῃ ὁ υἱός.Ὁ λόγος δὲ τοῦ θεοῦ ἐστιν ὁ υἱὸς αὐτοῦ, ὡς προέφημεν. Καὶ ἄγγελος δὲ καλεῖται καὶ ἀπόστολος· αὐτὸς γὰρ ἀπαγγέλλει, ὅσα δεῖ γνωσθῆναι, καὶ ἀποστέλλεται μηνύσων, ὅσα ἀγγέλλεται, ὡς καὶ αὐτὸςἱ κύριος ἡμῶν εἶπεν·Ὁ ἐμοῦ ἀκούων ἀκούει τοῦ ἀποστείλαντός με. Καὶ ἐκ τῶν τοῦ Μωϋσέως δὲ συγγραμμάτων φανερὸν τοῦτο γενήσεται. Λέλεκται δὲ ἐν αὐτοῖς οὕτως· Καὶ ἐλάλησε Μωϋσεῖ ἄγγελος θεοῦ ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου καὶ εἶπεν· Ἐγώ εἰμι ὁ ὤν, θεὸς Ἀβραάμ, θεὸς Ἰσαάκ, θεὸς Ἰακώβ, ὁ θεὸς τῶν πατέρων σου. Κάτελθε εἰς Αἰγυπτον καὶ ἐξάγαγε τὸν λαόν μου. Τὰδ ἑπόμενα ἐξ ἐκείνων βουλόμενοι μαθεῖν δύνασθε· οὐ γὰρ δυνατὸν ἐν τούτοις ἀναγράψαι πάντα. Ἀλλ εἰς ἀπόδειξιν γεγόνασιν οἵδε οἱ λόγοι, ότι υἱὸς θεοῦ καὶ ἀπόστολος Ιησοῦς ὁ Χριστός ἐστι, πρότερον λόγος ὤν, καὶ ἐν ἰδέᾳ πυρὶς ποτὲ φανείς, ποτὲ δὲ καὶ ἐν εἰκόνι ἀσωμάτῳ· νῦν δὲ διὰ θελήματος θεοῦ ὑπὲρ τοῦ ἀνθρωπείου γένους ἄνθρωπος γενόμενος ὑπέμεινε καὶ παθεῖν, ὅσα αὐτὸν ἐνήργησαν οἱ δαίμονες διατεθῆναι ὑπὸ τῶν ἀνοήτων Ἰουδαίων. Οἵτινες ἔχοντες ῥητῶς εἰρημένον ἐν τοῖς Μωϋσέως συντάγμασι· Καὶ ἐλάλησεν ἄγγελος τοῦ θεοῦ τῷ Μωϋσεῖ ἐν πυρὶ φλογὸς ἐν βάτῳ καὶ εἶπεν· Ἐγώ εἰμι ὁ ὤν,ἱ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ, τὸν τῶν όλων πατέρα καὶ δημιουργὸν τὸν ταῦτα εἰπόντα λέγουσιν εἶναι. Ὅθεν καὶ τὸ προφητικὸν πνεῦμα ἐλέγχον αὐτοὺς εἶπεν· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε. Καὶ πάλιν ὁ Ἰησοῦς, ὡς ἐδηλώσαμεν, παρ αὐτοῖς ἂν εἶπεν· Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μἰ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂνἱ υἱὸς ἀποκαλύψῃ. Ἰουδαῖοι οὖν ἡγησάμενοι ἀεὶ τὸν πατέρα τᾶν ὅλων λελαληκέναι τῷ Μωϋσεῖ, τοῦ λαλήσαντος αὐτῷ ὄντος υἱοῦ τοῦ θεοῦ, ὃς καὶ ἄγγελος καὶ ἀπόστολος κέκληται, δικαίως ἐλέγχονται καὶ διὰ τοῦ προφητικοῦ πνεύματος καὶ δι αὐτοῦ τοῦ Χριστοῦ, ὡς οὔτε τὸν πατέρα οὔτε τὸν υἱὸν ἔγνωσαν. Οἱ γὰρ τὸν υἱὸν πατέρα φάσκοντες εἶναι ἐλέγχονται μήτε τὸν πατέρα ἐπιστάμενοι, μηθ ότι ἐστὶν υἱὸς τῷ πατρὶ τῶν ὅλων γινώσκοντες· ὃς λόγος καὶ πρωτότοκος ὢν τοῦ θεοῦ καὶ θεὶς ὑπάρχει. Καὶ πρότερον διὰ τῆς τοῦ πυρὸς μορφῆς καὶ εἰκόνος ἀσωμάτου τῷ Μωϋσεῖ καὶ τοῖς ἑτέροις προφήταις ἐφάνη· νῦνδ ἐν χρόνοις τῆς ὑμετέρας ἀρχῆς, ὡς προείπομεν, διὰ παρθένου ἄνθρωπος γενόμενος κατὰ τὴν τοῦ πατρὸς βουλὴν ὑπὲρ σωτηρίας τῶν πιστευόντων αὐτῷ καὶ ἐξουθενηθῆναι καὶ παθεῖν ὑπέμενεν, ἵνα ἀποθανὼν καὶ ἀναστὰς νικήσῃ τὸν θάνατον. Τὶ δὲ εἰρημένον ἐκ βάτου τῷ Μωϋσεῖ· Ἐγώ εἰμι ὁ ὤν, ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακὼβ καὶ ὁ θεὸς τῶν πατέρων σου, σημαντικὸν τοῦ καὶ ἀποθανόντας ἐκείνους μένειν καὶ εἶναι αὐτοῦ τοῦ Χριστοῦ ἀνθρώπους· καὶ γὰρ πρῶτοι τῶν πάντων ἀνθρώπων ἐκεῖνοι περὶ θεοῦ ζήτησιν ἠσχολήθησαν, Ἀβραὰμ μὲν πατὴρ ὢν τοῦ Ἰσαάκ, Ἰσαὰκ δὲ τοῦ Ἰακώβ, ὡς καὶ Μωϋσῆς ἀνέγραψε
所有的猶太人直到如今仍教導說,是那不可名狀的神向摩西說話。因此那預言的靈藉著上文所說的先知以賽亞責備他們,如我們先前所寫的,說:「牛認識主人,驢認識主人的槽,以色列卻不認識我,我的民卻不留意。」耶穌基督也是這樣,因為猶太人不知道甚麼是父、甚麼是子,照樣責備他們,親自說:「除了子,沒有人認識父;除了父,以及子所願意指示的人,沒有人認識子。」如我們先前所說的,神的道就是祂的兒子。祂也被稱為使者與使徒;因為祂親自宣告一切當知道的事,又被差遣去傳達所宣告的事,正如我們的主自己所說:「聽從我的,就是聽從那差我來者。」這事從摩西的著作中也必顯明。因為其中這樣記著:「神的使者在荊棘的火焰中向摩西說話,說:我是自有永有者,是亞伯拉罕的神、以撒的神、雅各的神,是你列祖的神。你下埃及去,將我的百姓領出來。」此後接續的事,你們若願意可以學到;因為在本書中不可能盡寫一切。但這些話是為了證明耶穌基督乃是神的兒子與使徒,祂從前是道,有時以火的形像顯現,有時以無形之像顯現;但如今照神的旨意,為人類成為人,並忍受了愚昧的猶太人在鬼魔的唆使下所加給祂的一切苦難。這些猶太人雖然在摩西的著作中明明有這話:「神的使者在荊棘的火焰中向摩西說話,說:我是自有永有者,是亞伯拉罕的神、以撒的神、雅各的神」,卻說,說這話的乃是萬有之父與創造主。因此那預言的靈責備他們,說:「以色列卻不認識我,我的民卻不留意。」如我們所指明的,耶穌也在他們中間說過:「除了子,沒有人認識父;除了父,以及子所願意指示的人,沒有人認識子。」所以猶太人既一向以為是萬有之父向摩西說話,其實向他說話的乃是神的兒子,就是那被稱為使者與使徒的,他們便理當被那預言的靈與基督自己定罪,因他們既不認識父,也不認識子。因為那些聲稱子就是父的人,被定罪為既不認識父,也不知道萬有之父有一位兒子;這位兒子既是神的道、是神的長子,也就是神。祂從前以火的形狀與無形之像向摩西和其他先知顯現;但如今,在你們執政的時候,如我們先前所說,照父的旨意藉童女成為人,為那信祂之人的得救,甘願受藐視、受苦,為要藉著死而復活勝過死亡。至於從荊棘中對摩西所說的話:「我是自有永有者,是亞伯拉罕的神、以撒的神、雅各的神,是你列祖的神」,這話表明那些人即使死後仍然存留,且屬於基督自己;因為他們是萬人中最先致力於尋求神的,亞伯拉罕是以撒的父親,以撒是雅各的父親,正如摩西所記載的。
And all the Jews even now teach that it was the unnameable God who spoke to Moses. Wherefore the prophetic Spirit, rebuking them through Isaiah the prophet foretold above, said, as we wrote before, "The ox knows its owner, and the ass its master's crib; but Israel has not known me, and my people has not understood me." And Jesus the Christ also, because the Jews did not know what the Father is and what the Son is, likewise rebuking them, himself said, "No one has known the Father except the Son, nor the Son except the Father and those to whom the Son shall reveal him." Now the Word of God is his Son, as we said before. And he is also called Angel and Apostle; for he himself announces whatever must be known, and is sent to declare whatever is announced, as our Lord himself also said, "He who hears me hears him who sent me." And from the writings of Moses also this will be made plain. For it is said in them thus: "And the Angel of God spoke to Moses in a flame of fire out of the bush, and said, I am He who is, the God of Abraham, the God of Isaac, the God of Jacob, the God of your fathers. Go down into Egypt and bring forth my people." The things that follow from those you can learn if you wish; for it is not possible to write down everything in this work. But these words were spoken for proof that Jesus the Christ is the Son of God and Apostle, being formerly the Word, and appearing sometimes in the form of fire, and sometimes in an incorporeal image; but now, by the will of God, having become man for the human race, he endured to suffer also whatever the demons brought about that he should suffer at the hands of the senseless Jews. These, though they have it expressly stated in the writings of Moses, "And the Angel of God spoke to Moses in a fire of flame in a bush, and said, I am He who is, the God of Abraham and the God of Isaac and the God of Jacob," say that it was the Father of all and Creator who spoke these things. Wherefore the prophetic Spirit, rebuking them, said, "But Israel has not known me, and my people has not understood me." And again Jesus, as we showed, while among them said, "No one has known the Father except the Son, nor the Son except the Father and those to whom the Son shall reveal him." The Jews, therefore, having always supposed that it was the Father of all who spoke to Moses, when in fact it was the Son of God who spoke to him, who is called both Angel and Apostle, are justly convicted both by the prophetic Spirit and by Christ himself, as having known neither the Father nor the Son. For those who affirm that the Son is the Father are convicted of neither knowing the Father, nor of perceiving that the Father of all has a Son; who, being the Word and Firstborn of God, is also God. And formerly he appeared to Moses and to the other prophets in the form of fire and in an incorporeal image; but now, in the times of your dominion, as we said before, having become man through a virgin according to the will of the Father, for the salvation of those who believe in him, he submitted to be despised and to suffer, that by dying and rising again he might conquer death. And what was said to Moses out of the bush, "I am He who is, the God of Abraham and the God of Isaac and the God of Jacob and the God of your fathers," is significant of the fact that these men, even after death, remain and belong to Christ himself; for these were the first of all men to occupy themselves with the search for God—Abraham being the father of Isaac, and Isaac the father of Jacob, as Moses also wrote.