📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 游斯丁護教辭與對話

游斯丁護教辭與對話 第 3-56 章

希臘文原文.23 節.部分字詞可點開查義

← 第 3-55 章第 3-57 章 →
3-56:1
Μωσῆς οὖν, μακάριος καὶ πιστὸς θεράπων θεοῦ, μηνύων ὅτι ὀφθεὶς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ θεὸς σὺν τοῖς ἅμα αὐτῷ ἐπὶ τὴν Σοδόμων κρίσιν πεμφθεῖσι δύο ἀγγέλοις ὑπὸ ἄλλου, τοῦ ἐν τοῖς ὑπερουρανίοις ἀεὶ μένοντος καὶ οὐδενὶ ὀφθέντος ὁμιλήσαντος δι ἑαυτοῦ ποτε, ὃν ποιητὴν τῶν ὅλων καὶ πατέρα νοοῦμεν
於是摩西,這位蒙福而忠信的神的僕人,指明那位在幔利橡樹那裡向亞伯拉罕顯現的乃是神,連同那兩位與祂一同被差派去施行所多瑪審判的天使——是由另一位差遣的,就是那位永遠停留在諸天之上、從未親自向任何人顯現或與人交談的那一位,我們認祂為萬有的創造者和父——
Moses then, the blessed and faithful servant of God, indicating that He who appeared to Abraham by the oak of Mamre was God, together with the two angels who were sent with Him for the judgment of Sodom—sent by another, namely Him who ever remains in the regions above the heavens and was never seen by anyone nor conversed with anyone through Himself, whom we conceive of as the Maker of all and the Father...
3-56:2
Οὕτω γάρ φησιν· Ὤφθη δὲ αὐτῷ θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῇ θύρᾳ τῆς σκηνῆς μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες ε(??)τήκεισαν ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν συνέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· καὶ τὰ λοιπὰ μέχρι τοῦ· Ὤρθρισε δὲ Ἀβραὰμ τὸ πρωῒ εἰς τόν τόπον οὖ εἰστήκει ἔναντι κυρίου, καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας καὶ ἐπὶ πρόσωπον τῆς γῆς τῆς περιχώρου, καὶ εἶδε, καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς ὡσεὶ ἀτμὶς καμίνου. Καὶ παυσάμενος λοιπὸν τοὺ λέγειν, ἐπυθόμην αὐτῶν εἰ ἐνενοήκεισαν τὰ εἰρημένα
因為他這樣說:「正午亞伯拉罕坐在帳棚門口,神在幔利橡樹那裡向他顯現。他舉目觀看,見有三個人站在他對面。他一看見,就從帳棚門口跑去迎接他們,俯伏在地,說」——如此繼續,直到:「亞伯拉罕清早起來,到了他從前站在耶和華面前的地方,向所多瑪和蛾摩拉的方向、並向那一帶平原之地觀看,他觀看,見有煙從地上升起,如同窯爐的煙氣。」我說完之後,就問他們是否明白所說的話。
For he says thus: "And God appeared to him by the oak of Mamre, as he sat at the door of his tent at noon. And lifting up his eyes he looked, and behold, three men stood over against him. And seeing them, he ran to meet them from the door of his tent, and bowed himself to the ground, and said"—and so on, down to: "And Abraham rose early in the morning to the place where he had stood before the Lord, and looked toward the face of Sodom and Gomorrah and toward the face of the surrounding land, and looked, and behold, a flame went up from the earth like the smoke of a furnace." And when I had ceased speaking, I asked them whether they had understood what had been said.
3-56:3
Οἱ δὲ ἔφασαν νενοηκέναι μέν, μηδὲν δὲ ἔχειν εἰς ἀπόδειξιν τοὺς λελεγμένους λόγους ὅτι θεὸς κύριος ἄλλος τίς ἐστιν λέλεκται ὑπὸ τοῦ ἁγίου πνεύματος παρὰ τὸν ποιητὴν τῶν ὅλων
他們說他們確實明白了,但所說的這些話並沒有提供任何證據,能證明有另一位神或主,或聖靈曾提到在萬有的創造者之外另有一位。
And they said that they had indeed understood, but that the words spoken provided no proof that there is any other God or Lord, or that any other was spoken of by the Holy Spirit, besides the Maker of all.
3-56:4
Κἀγὼ πάλιν·Ἃ λέγω πειράσομαι ὑμᾶς πεῖσαι, νοήσαντας τὰς γραφάς, ὅτι ἐστὶ καὶ λέγεται θεὸς καὶ κύριος ἕτερος ὑπὸ τὸν ποιητὴν τῶν ὅλων, ὃς καὶ ἄγγελος καλεῖται, διὰ τὸ ἀγγέλλειν τοῖς ἀνθρώποις ὅσαπερ βούλεται αὐτοῖς ἀγγεῖλαι τῶν ὅλων ποιητής, ὑπὲρ ὃν ἄλλος θεὸς οὐκ ἔστι. Καὶ ἀνιστορῶν πάλιν τὰ προλεχθέντα ἐπυθόμην τοῦ Τρύφωνος· Δοκεῖ σοι ὀφθῆναι ὑπὸ τὴν δρῦν τὴν Μαμβρῆ θεὸς τῷ Ἀβραάμ, ὡς λόγος λέγει; Κἀκεῖνος· Μάλιστα
我又說:「我所說的事,等你們明白了聖經,我就要設法使你們確信——就是說,確有並且確實被提到一位神和主,是在萬有的創造者之外、並在祂之下的,這位也被稱為使者(天使),因為祂把那位萬有的創造者——在祂之上再無別神的那一位——所願意向人宣告的一切,宣告給人。」我又把先前所說的重述一遍,問特來弗說:「照經上所說,你看神是否曾在幔利橡樹下向亞伯拉罕顯現?」他說:「的確如此。」
And I again said: "The things I say I will try to convince you of, when you have understood the Scriptures—namely that there is, and is spoken of, a God and Lord other than, and under, the Maker of all, who is also called an angel, because He announces to men whatever the Maker of all, above whom there is no other God, wishes to announce to them." And going over again the things previously stated, I asked Trypho: "Does it seem to you that God appeared to Abraham under the oak of Mamre, as the word says?" And he said: "Most certainly."
3-56:5
Καὶ εἷς, ἔφην, ἐκείνων ἦν τῶν τριῶν, οὓς ἄνδρας ἑωρᾶσθαι τῷ Ἀβραὰμ τὸ ἅγιον προφητικὸν πνεῦμα λέγει; Κἀκεῖνος· Οὔ· ἀλλὰ ὦπτο μὲν αὐτῷ θεὸς πρὸ τῆς τῶν τριῶν ὀπτασίας· εἶτα οἱ τρεῖς ἐκεῖνοι, οὓς ἄνδρας λόγος ὀνομάζει, ἄγγελοι ἦσαν, δύο μὲν αὐτῶν πεμφθέντες ἐπὶ τὴν Σοδόμων ἀπώλειαν, εἷς δὲ εὐαγγελιζόμενος τῇ Σάρρᾳ ὅτι τέκνον ἔξει, ἐφ ἐπέπεμπτο, καὶ ἀπαρτίσας ἀπήλλακτο
我說:「那麼,祂是聖潔的預言之靈所說被亞伯拉罕看見如同人的那三位之一嗎?」他說:「不是;倒不如說,神在那三位顯現之前已向他顯現了;然後那三位,就是聖言稱為人的,乃是天使——其中兩位被差去毀滅所多瑪,一位向撒拉報好信息,說她要有一個孩子,他正是為此被差來的;他既完成了,就離去了。」
"And was He," I said, "one of those three whom the holy prophetic Spirit says were seen as men by Abraham?" And he said: "No; rather, God appeared to him before the vision of the three; then those three, whom the word names men, were angels—two of them sent for the destruction of Sodom, and one announcing the good news to Sarah that she would have a child, for which purpose he had been sent; and having accomplished it, he departed."
3-56:6
Πῶς οὖν, εἶπον, εἷς τῶν τριῶν γενόμενος ἐν τῇ σκηνῇ, καὶ εἰπών· Εἰς ὥρας ἀνακάμψω πρός σε, καὶ τῇ Σάρρᾳ υἱὸς γενήσεται, φαίνεται ἐπανελθὼν γενομένου τῇ Σάρρᾳ υἱοῦ, καὶ θεὸν αὐτὸν ὄντα προφητικὸς λόγος κἀκεῖ σημαίνει; Ἵνα δὲ φανερὸν ὑμῖν γένηται λέγω, ἀκούσατε τῶν ὑπὸ Μωσέως διαρρήδην εἰρημένων
我說:「那麼,這三位中在帳棚裡的那一位,就是那位曾說『到了時候我必回到你這裡,撒拉必生一個兒子』的那一位,怎麼又在撒拉生了兒子之後再次出現,而那預言的話在那裡也指明祂是神呢?但為要使我所說的對你們變得清楚,請聽摩西明明所說的話。」
"How then," I said, "does the one of the three who was in the tent, the very one who said, 'In due season I will return to you, and Sarah shall have a son,' appear to have come back after a son was born to Sarah, and the prophetic word there too indicates that He is God? But in order that what I say may become plain to you, listen to the things expressly spoken by Moses."
3-56:7
Ἔστι δὲ ταῦτα· Ἰδοῦσα δὲ Σάρρα τὸν υἱὸν Ἄγαρ, τῆς παιδίσκης τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἀβραάμ., παίζοντα μετὰ Ἰσαάκ, τοῦ υἱοῦ αὐτῆς, εἶπε τῷ Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ κληρονομήσει υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Ἀβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. Εἶπε δὲ θεὸς τῷ Ἀβραάμ· Μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα ὅσα ἂν εἴπῃ σοι Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα
這話是這樣的:「撒拉看見埃及使女夏甲給亞伯拉罕所生的兒子,與她的兒子以撒一同玩耍,就對亞伯拉罕說:『把這使女和她的兒子趕出去;因為這使女的兒子不可與我的兒子以撒一同承受產業。』亞伯拉罕因他兒子的緣故,覺得這話甚難。神對亞伯拉罕說:『你不必因這童子和這使女而覺得為難;凡撒拉對你所說的,你都要聽從她的話,因為從以撒生的,才要稱為你的後裔。』」
And these are they: "But Sarah, seeing the son of Hagar the Egyptian maidservant, who was born to Abraham, playing with Isaac her son, said to Abraham: 'Cast out this maidservant and her son; for the son of this maidservant shall not inherit together with my son Isaac.' But the matter seemed very hard in the sight of Abraham concerning his son. And God said to Abraham: 'Let it not be hard in your sight concerning the child and concerning the maidservant; in all that Sarah says to you, listen to her voice, for in Isaac shall your seed be called.'"
3-56:8
Νενοήκατε οὖν ὅτι εἰπὼν τότε ὑπὸ τὴν δρῦν ἐπαναστρέψαι, ὡς προηπίστατο ἀναγκαῖον εἶναι τῷ Ἀβραὰμ συμβουλεῦσαι ἅπερ ἐβούλετο αὐτὸν Σάρρα, ἐπανελήλυθεν, ὡς γέγραπται, καὶ θεός ἐστιν, ὡς οἱ λόγοι σημαίνουσιν οὕτως εἰρημένοι· Εἶπε δὲ θεὸς τῷ Ἀβραάμ· Μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης; ἐπυνθανόμην
我問道:「那麼你們是否明白:那位在橡樹下說祂要回來的——因為祂預先知道有必要勸亞伯拉罕去做撒拉所要求他的事——果然回來了,正如經上所記,並且祂是神,正如所說的這些話所指明的:『神對亞伯拉罕說,你不必因這童子和這使女而覺得為難』?」
"Have you then understood," I asked, "that the one who then said under the oak that He would return, since He foreknew it would be necessary to advise Abraham to do what Sarah wished of him, came back, as it is written, and is God, as the words so spoken indicate: 'And God said to Abraham, Let it not be hard in your sight concerning the child and concerning the maidservant'?"
3-56:9
Καὶ Τρύφων ἔφη· Μάλιστα· οὐκ ἐκ τούτου δὲ ἀπέδειξας ὅτι ἄλλος ἐστὶν θεὸς παρὰ τοῦτον τὸν ὀφθέντα τῷ Ἀβραάμ., ὅς καὶ τοῖς ἄλλοις πατριάρχαις καὶ προφήταις ὦπτο, ἀλλ ἡμᾶς ἀπέδειξας οὐκ ὀρθῶς νενοηκότας ὅτι οἱ τρεῖς, οἱ ἐν τῇ σκηνῇ παρὰ τῷ Ἀβαὰμ γενόμενοι, ὅλοι ἄγγελοι ἦσαν
特來弗說:「的確如此;然而你並沒有藉此證明:在這位向亞伯拉罕顯現、也向其他族長和先知顯現的神之外,另有一位神;你只是證明了:我們把那三位在帳棚裡與亞伯拉罕同在的都當作天使,這個理解並不正確。」
And Trypho said: "Most certainly; yet by this you have not proven that there is another God besides this one who appeared to Abraham, and who also appeared to the other patriarchs and prophets; but you have proven that we did not rightly understand that the three who were in the tent with Abraham were all angels."
3-56:10
Καὶ πάλιν ἐγώ· Εἰ οὖν καὶ ἀπὸ τῶν γραφῶν μὴ εἶχον ἀποδεῖξαι ὑμῖν ὅτι εἶς τῶν τριῶν ἐκείνων καὶ θεός ἐστι καὶ ἄγγελος καλεῖται, ἐκ τοῦ ἀγγέλλειν, ὡς προέφην, οἷσπερ βούλεται τὰ παρ αὐτοῦ τῶν ὅλων ποιητὴς θεός, τὸν ἐπὶ τῆς γῆς ἐν ἰδέᾳ ἀνδρὸς ὁμοίως τοῖς σὺν αὐτῷ παραγενομένοις δυσὶν ἀγγέλοις φαινόμενον τῷ Ἀβραάμ., τοῦτου τὸν καὶ πρὸ ποιήσεως κόσμου ὄντα θεόν, τοῦτον νοεῖν ὑμᾶς εὔλογον ἦν, ὅπερ τὸ πᾶν ἔθνος ὑμῶν νοεῖ. Καὶ πάνυ, ἔφη· οὕτως γὰρ καὶ μέχρι τοῦ δεῦρο εἴχομεν
我又說:「即使我無法從聖經向你們證明:那三位中有一位既是神、又被稱為使者(因祂如我先前所說,把那位身為萬有創造者之神所要傳的,宣告給祂所願意的人);那位在地上以人的形像、像那兩位與祂同來的天使一樣向亞伯拉罕顯現的那一位——你們合理應當認祂為神,就是那位甚至在創世以前就存在的神,正如你們全民族所認的那樣。」他說:「的確如此;因為我們直到如今都是這樣持守的。」
And again I said: "Even if I were unable from the Scriptures to prove to you that one of those three is both God and is called an angel, from His announcing—as I said before—to whomever He wills the things from Him who is God the Maker of all; the one who appeared to Abraham on earth in the form of a man, like the two angels who came with Him—it would be reasonable for you to conceive of this one, who was God even before the creation of the world, just as your whole nation conceives of Him." "And quite so," he said; "for thus we have held even down to this present time."
3-56:11
Κἀγώ πάλιν εἶπον· Ἐπὶ τὰς γραφάς ἐπανελθὼν πειράσομαι πεῖσαι ὑμᾶς ὅτι οὗτος τε τῷ Ἀβραὰμ καὶ τῷ Ἰακὼβ καὶ τῷ Μωσεῖ ὦφθαι λεγόμενος καὶ γεγραμμένος θεὸς ἒτερός ἐστι τοῦ τὰ πάντα ποιήσαντος θεοῦ, ἀριθμῷ λέγω ἀλλὰ οὐ γνώμῃ· οὐδὲν γὰρ φημι αὐτὸν πεπραχέναι ποτὲ ὡμιληκέναι ἅπερ αὐτὸν τὸν κόσμον πονήσας, ὑπὲρ ὅν ἄλλος οὐκ ἔστι θεός, βεβούληται καὶ πρᾶξαι καὶ ὁμιλῆσαι
我又說:「再回到聖經,我要設法使你們確信:這位被說、被記載曾以神的身分向亞伯拉罕、向雅各、向摩西顯現的那一位,是與創造萬有的神不同的另一位——我是就數目而言,而非就意志(旨意)而言;因為我說,祂從未做過或談論過任何事,惟獨做並說那位創造世界、在其之上再無別神者所願意祂去做和去說的。」
And again I said: "Returning to the Scriptures, I will try to convince you that this one who is said and written to have appeared to Abraham and to Jacob and to Moses as God, is another than the God who made all things—I mean in number, but not in will (or judgment); for I say that He never did anything, or conversed about anything, except what the Maker of the world, above whom there is no other God, willed Him both to do and to speak."
3-56:12
Καὶ Τρύφων· Ὅτι οὖν καὶ ἔστιν ἀπόδειξον ἤδη, ἵνα καὶ τούτῳ συνθώμεθα· οὐ γὰρ παρὰ γνώμην τοῦ ποιητοῦ τῶν ὅλων φάσκειν τι πεποιηκέναι αὐτὸν λελαληκέναι λέγειν σε ὑπολαμβάνομεν. Κἀγὼ εἶπον·Ἡ γραφὴ οὖν προλελεγμένη παρ ἐμοῦ τοῦτο φανερὸν ὑμῖν ποιήσει. Ἔστι δὲ ταῦτα·Ο ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Καὶ κύριος ἔβρεξεν ἐπὶ Σόδομα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον
特來弗說:「那麼現在就證明祂也存在,好讓我們對這點也表示同意;因為我們並不認為你是說,祂說了、做了或講了任何違背萬有創造者旨意的事。」我說:「我先前所引的那段經文必使你們明白這事。經文是這樣的:『日頭升到地上,羅得到了瑣珥。當時耶和華將硫磺與火,從天上耶和華那裡降與所多瑪,把這些城和全平原都傾覆了。』」
And Trypho said: "Then prove now that He also exists, so that we may agree to this too; for we do not suppose you to be saying that He says or did or spoke anything contrary to the will of the Maker of all." And I said: "The Scripture already cited by me will make this plain to you. And it is this: 'The sun went forth upon the earth, and Lot entered into Zoar. And the Lord rained upon Sodom brimstone and fire from the Lord out of heaven, and overthrew these cities and all the surrounding region.'"
3-56:13
Καὶ τέταρτος τῶν σὺν Τρύφωνι παραμεινάντων ἔφη· Ὅν οὖν λόγος διὰ Μωσέως τῶν δύο ἀγγέλων κατελθόντων εἰς Σόδομα καὶ κόριον ἔνα ὠνόμασε, παρὰ τοῦτον καὶ τὸν θεὸν αὐτὸν τὸν ὀφθέντα τῷ Ἀβραὰμ λέγειν ἀνάγκη
那留在特來弗身邊的四人中的第四位說:「那麼必須說:除了藉摩西所傳的話中提到那兩位下到所多瑪、其中一位被稱為『主』的天使之外,還有這位向亞伯拉罕顯現的神自己,與那一位並存。」
And the fourth of those who had remained with Trypho said: "It must then be said that, besides the two angels whom the word through Moses named as having come down to Sodom and called 'Lord' (one of them), there is also this God Himself who appeared to Abraham, alongside that one."
3-56:14
Οὐ διὰ τοῦτο, ἔφην, μόνον, ὅπερ ἦν, ἐκ παντὸς τρόπου ὁμολογεῖν ἔδει ὅτι καὶ παρὰ τὸν νοούμενον ποιητὴν τῶν ὅλων ἄλλος τις κυριολογεῖται ὑπὸ τοῦ ἁγίου πνεύματος· οὐ μόνον δὲ διὰ Μωσέως, ἀλλὰ καὶ διὰ Δαυΐδ. Καὶ γὰρ καὶ δι ἐκείνου εἴρηται· Λέγει κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, ὡς προείρηκα. Καὶ πάλιν ἐν ἄλλοις λόγοις·Ὁ θρόνος σου, θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε, θεός, θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
我說:「不僅因為這個緣故——雖然事實的確如此——就必須無論如何都承認:在那位被認為是萬有創造者之外,聖靈還稱另一位為『主』——而且不僅藉著摩西,也藉著大衛。因為藉著他也說:『耶和華對我主說,你坐在我的右邊,等我使你的仇敵作你的腳凳』,正如我先前所提的。又在別的話裡說:『神啊,你的寶座是永永遠遠的;你國的權杖是正直的權杖。你喜愛公義,恨惡不法;所以神,就是你的神,用喜樂的油膏你,使你超過你的同伴。』」
"Not only for this reason," I said, "as was the case, must it by all means be confessed that, besides the one conceived of as the Maker of all, another is named 'Lord' by the Holy Spirit—and not only through Moses, but also through David. For through him too it is said: 'The Lord said to my Lord, Sit at My right hand, until I make Your enemies the footstool of Your feet,' as I have already mentioned. And again in other words: 'Your throne, O God, is forever and ever; a scepter of uprightness is the scepter of Your kingdom. You have loved righteousness and hated lawlessness; therefore God, Your God, has anointed You with the oil of gladness above Your fellows.'"
3-56:15
Εἰ οὖν καὶ ἄλλον τινὰ θεολογεῖν καὶ κυριολογεῖν τὸ πνεῦμα τὸ ἄγιόν φατε ὑμεῖς παρὰ τὸν πατέρα τῶν ὅλων καὶ τὸν Χριστὸν αὐτοῦ, ἀποκρίνασθέ μοι, ἐμοῦ ἀποδεῖξαι ὑμῖν ὑπισχνουμένου ἀπ αὐτῶν τῶν γραφῶν ὅτι οὐχ εἶς τῶν δύο ἀγγέλων τῶν κατελθόντων εἰς Σόδομά ἐστιν ὅν ἔφη γραφὴ κύριον, ἀλλ ἐκεῖνον τὸν σὺν αὐτοῖς καὶ θεὸν λεγόμενον ὀφθέντα τῷ Ἀβραάμ
「那麼,如果你們說:在萬有之父和祂的基督之外,聖靈還論到並稱另一位為『主』,那就回答我——因為我願意從那些經文本身向你們證明:經上稱為『主』的,並不是那下到所多瑪的兩位天使之一,而是那位與他們同在、也被稱為神、曾向亞伯拉罕顯現的那一位。」
"If, then, you say that the Holy Spirit speaks of and names as 'Lord' yet another besides the Father of all and His Christ, answer me—since I undertake to prove to you from those very Scriptures that He whom the Scripture called 'Lord' is not one of the two angels who came down to Sodom, but that One who was with them and who is also called God, the one who appeared to Abraham."
3-56:16
Καὶ Τρύφων· Ἀποδείκνυε· καὶ γάρ. ὡς ὁρᾷς, τε ἡμέρα προκόπτει, καὶ ἡμεῖς πρὸς τὰς οὕτως ἐπικινδύνους ἀποκρίσεις οὐκ ἐσμὲν ἕτοιμοι, ἐπειδὴ οὐδενὸς οὐδέποτε ταῦτα ἐρευνῶντος ζητοῦντος ἀποδεικνύντος ἀκηκόαμεν. Καὶ σοῦ λέγοντος οὐκ ἠνειχόμεθα, εἰ μὴ πάντα ἐπὶ τὰς γραφάς ἀνῆγες· ἐξ αὐτῶν γὰρ τὰς ἀποδείξεις ποιεῖσθαι σπουδάζεις, καὶ μηδένα ὑπὲρ τὸν ποιητὴν τῶν ὅλων εἶναι θεὸν ἀποφαίνῃ
特來弗說:「請證明吧;因為你看,天色漸晚,而我們對這樣危險的回答還沒有準備好,因為我們從未聽過有人探究、查問或證明這些事。若不是你把一切都歸回到聖經上,我們也不會忍受你這樣說;因為你熱切地要從聖經中作出你的證明,並且你宣稱在萬有的創造者之上再無別神。」
And Trypho said: "Prove it; for, as you see, the day is advancing, and we are not ready for such perilous answers, since we have never heard anyone investigating or inquiring into or proving these things. Nor would we have endured you speaking, had you not referred everything back to the Scriptures; for you are eager to make your proofs from them, and you declare that there is no God above the Maker of all."
3-56:17
Κἀγώ· Ἐπίστασθε οὖν, ἔφην, ὅτι γραφὴ λέγει· Καὶ εἶπε κύριος πρὸς Ἀβραάμ· Τί ὅτι ἐγέλασε Σάρρα λέγουσα· Ἆρά γε ἀληθῶς τέξομαι; Ἐγὼ δὲ γεγήρακα. Μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ ῥῆμα; Εἰς τὸν καιρὸν τοῦτον ἀναστρέφω πρός σε εἰς ὥρας, καὶ τῇ Σάρρᾳ υἱὸς ἔσται. Καὶ μετὰ μικρόν· Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόρρας· Ἀβραὰμ δὲ συνεπορεύετο μετ αὐτῶν, συμπροπέμπων αὐτούς. δὲ κύριος εἶπεν· Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μουἃ ἐγὼ ποιῶ
我說:「那麼你知道經上說:『耶和華對亞伯拉罕說,撒拉為甚麼笑,說:我真的能生育嗎?我已經老了。在耶和華豈有難成的事嗎?到了時候我必回到你這裡,撒拉必生一個兒子。』過了一會兒又說:『那些人從那裡起身,俯視所多瑪和蛾摩拉的方向;亞伯拉罕與他們同行,送他們一程。耶和華說:我所要做的事,豈可向我的僕人亞伯拉罕隱瞞呢?』」
And I said: "You know, then, that the Scripture says: 'And the Lord said to Abraham, Why is it that Sarah laughed, saying, Shall I really bear a child? But I have grown old. Is anything impossible with God? At this season I will return to you in due time, and Sarah shall have a son.' And a little later: 'And the men, rising up from there, looked down toward the face of Sodom and Gomorrah; and Abraham went along with them, escorting them. And the Lord said: I will not hide from Abraham My servant the things I am about to do.'"
3-56:18
Καὶ μετ ὀλίγον πάλιν οὕτως φησίν· Εἶπε κύριος· Κραυγὴ Σοδόμων καὶ Γομόρρας πεπλήθυνται, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἴνα γνῶ. Καὶ ἀποστρέψαντες οἱ ἄνδρες ἐκεῖθεν ἦλθον εἰς Σόδομα. Ἀβραὰμ δὲ ἦν ἑστηκὼς ἔναντι κυρίου, καὶ ἐγγίσας Ἀβραὰμ εἶπεν· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς; καὶ τὰ ἐξῆς· οὐ γὰρ γράφειν πάλιν τὰ αὐτά, τῶν πάντων προγεγραμμένων, δοκεῖ μοι, ἀλλ ἐκεῖνα, δι ὧν καὶ τὴν ἀπόδειξιν τῷ Τρύφωνι καὶ τοῖς σὺν αὐτῷ πεποίημαι, λέγειν ἀναγκαῖον
稍後又這樣說:「耶和華說:所多瑪和蛾摩拉的呼聲甚大,他們的罪惡極其嚴重。我現在要下去,察看他們所行的,是否全像那達到我這裡的呼聲一樣;若是不然,我也要知道。那些人從那裡轉身,往所多瑪去。亞伯拉罕仍站在耶和華面前,亞伯拉罕近前來說:你豈要將義人與惡人一同剿滅嗎?」——以及接下來的話。因為我覺得沒有必要再把同樣的話寫一遍,既然這些先前都已寫過,但有必要陳述那些我用來向特來弗和與他同在之人作證的話。
And a little later again it says thus: "The Lord said: The outcry of Sodom and Gomorrah has multiplied, and their sins are exceedingly great. I will go down therefore and see whether they are doing altogether according to the outcry of theirs that comes to Me; and if not, that I may know. And the men, turning away from there, came to Sodom. But Abraham was standing before the Lord, and Abraham, drawing near, said: Will You destroy the righteous with the wicked?"—and what follows. For it does not seem to me necessary to write the same things again, since they have all been written before, but it is necessary to state those by which I have made my proof to Trypho and those with him.
3-56:19
Τότε οὖν ἦλθον ἐπὶ τὰ ἐξῆς, ἐν οἷς λέλεκται ταῦτα· Ἀπῆλθε δὲ κύριος, ὡς ἐπαύσατο λέγων τῷ Ἀβραάμ, καὶ ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ. Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἐσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων· καὶ τὰ ἑξῆς ὁμοίως μέχρι τοῦ· Ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας ἐπίασαν τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου προσέκλεισαν· καὶ τὰ ἑπόμενα μέχρι τοῦ· Καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν θυγατέρων αὐτοῦ. ἐν τῷ φείσασθαι κύριον αὐτοῦ
於是我接到下文,其中說了這些話:「耶和華對亞伯拉罕說完了話,就離去,回到祂自己的地方。傍晚,那兩位天使來到所多瑪;羅得正坐在所多瑪的城門口」——以及同樣的下文,直到:「那些人伸手把羅得拉進屋裡,向著他們自己,並把房門關上」——以及接下來的話,直到:「那兩位天使因耶和華憐恤羅得,就拉著他的手,和他妻子的手,並他兩個女兒的手。」
Then I came to what follows, in which these things are said: "And the Lord departed, when He had ceased speaking to Abraham, and He went away to His own place. And the two angels came to Sodom in the evening; and Lot was sitting by the gate of Sodom"—and what follows likewise, down to: "And the men, stretching out their hands, pulled Lot toward themselves into the house, and shut the door of the house"—and what comes after, down to: "And the angels laid hold of his hand and the hand of his wife and the hands of his daughters, the Lord sparing him."
3-56:20
Καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω, καὶ εἶπον· Σῶζε, σῶζε τὴν σεαυτοῦ ψυχήν. Μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὅρος σώζου, μήποτε συμπαραληφθῇς. Εἶπε δὲ Δὼτ πρὸς αὐτούς· Δέομαι, κύριε, ἐπειδὴ εὗρεν παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ποιεῖς ἐπ ἐμὲ τοῦ ζῆν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δύναμαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω
「他們把羅得一家領到外面之後,就說:逃命吧,逃命吧。不可回頭看,也不可在全平原任何地方站住;要逃到山上,免得你也被剿滅。羅得對他們說:我主啊,求你不要這樣;既然你僕人在你眼前蒙了憐憫,你又向我大施你的義,存活我的性命——只是我不能逃到山上,恐怕這災禍臨到我,我便死了。』
"And it came to pass, when they had brought them outside, that they said: Save, save your own life. Do not look behind you, nor stand anywhere in all the surrounding region; flee to the mountain, lest you too be swept away. But Lot said to them: I beg you, Lord, since your servant has found mercy before you, and you have magnified your righteousness, which you show toward me in keeping my soul alive—but I cannot escape to the mountain, lest the evils overtake me and I die."
3-56:21
Ἰδοὺ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν ἐστιν ἐκεῖ μικρά· ἐκεῖ σωθήσομαι, ὡς μικρά ἐστι, καὶ ζήσεται ψυχή μου. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἦς ἐλάλησας. Σπεῦσον τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως Σηγώρ. ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Καὶ κύριος ἔβρεξεν εἰς Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον
「『看哪,這座城近,容易逃到那裡,又是小的;我要逃到那裡得救——因為它是小的——我的性命就可以存活。』祂對他說:『看哪,在這事上我也顧念你,不傾覆你所說的那城。你要趕快逃到那裡得救;因為你還沒有到那裡,我就不能做甚麼。』因此那城名叫瑣珥。日頭升到地上,羅得到了瑣珥。當時耶和華將硫磺與火,從天上耶和華那裡降與所多瑪和蛾摩拉,把這些城和全平原都傾覆了。」
"'Behold now, this city is near enough to flee to there, and it is small; there I shall be saved—for it is small—and my soul shall live.' And He said to him: 'Behold, I have respected your person also in this matter, that I will not overthrow the city concerning which you have spoken. Hasten to be saved there; for I shall not be able to do anything until you enter there.' Therefore he called the name of that city Zoar. The sun went forth upon the earth, and Lot entered into Zoar. And the Lord rained upon Sodom and Gomorrah brimstone and fire from the Lord out of heaven, and overthrew these cities and all the surrounding region."
3-56:22
Καὶ πάλιν παυσάμενος ἐπέφερον· Καὶ νῦν οὐ νενοήκατε, φίλοι, ὅτι εἶς τῶν τριῶν, καὶ θεὸς καὶ κύριος τῷ ἐν τοῖς οὐρανοῖς ὑπηρετῶν, κύριος τῶν δύο ἀγγέλων; Προσελθόντων γὰρ αὐτῶν εἰς Σόδομα, αὐτὸς ὑπολειφθεὶς προσωμίλει τῷ Ἀβραὰμ τὰ ἀναγεγραμμένα ὑπὸ Μωσέως· οὗ καὶ αὐτοῦ ἀπελθόντος μετὰ τὰς ὁμιλίας, Ἀβραὰμ ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ
我又停頓之後繼續說:「朋友們,現在你們是否明白:那三位中的一位,就是那位既是神又是主、並服事那位在諸天之上者的,乃是這兩位天使的主呢?因為當他們往所多瑪去時,祂自己留下來,與亞伯拉罕談論摩西所記載的事;在祂談完話也離去之後,亞伯拉罕就回到自己的地方。」
And again, having paused, I went on: "And now have you not understood, friends, that the one of the three, who is both God and Lord and who ministers to Him who is in the heavens, is Lord of the two angels? For when they had gone toward Sodom, He Himself, remaining behind, conversed with Abraham about the things written by Moses; and after He too had departed following the conversation, Abraham returned to his own place."
3-56:23
Οὗ ἐλθόντος, οὐκέτι δύο ἄγγελοι ὁμιλοῦσι τῷ Λὼτ ἀλλ αὐτός, ὡς λόγος δηλοῖ, καὶ κύριός ἐστι, παρὰ κυρίου τοῦ ἐν τῷ οὐρανῷ τουτέστι τοῦ ποιητοῦ τῶν ὅλων, λαβὼν τὸ ταῦτα ἐπενεγκεῖν Σοδόμοις καὶ Γομόρροις ἅπερ λόγος καταριθμεῖ, οὕτως εἰπών· Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ κυρίου ἐκ τοῦ οὐρανοῦ
「而當祂來到時,不再是兩位天使與羅得交談,而是祂自己,正如聖言所顯明,祂也是主,從那位在天上的主——也就是萬有的創造者——領受了把聖言所列舉的這些事降在所多瑪和蛾摩拉的任務,祂這樣說:『耶和華將硫磺與火,從天上耶和華那裡降與所多瑪和蛾摩拉。』」
"And when He had come, no longer do two angels converse with Lot, but He Himself, as the word shows, who is also Lord, having received from the Lord who is in heaven—that is, from the Maker of all—the commission to bring upon Sodom and Gomorrah these things which the word enumerates, saying thus: 'The Lord rained upon Sodom and Gomorrah brimstone and fire from the Lord out of heaven.'"
← 第 3-55 章第 3-57 章 →
1-11-21-31-41-51-61-71-81-91-101-111-121-131-141-151-161-171-181-191-201-211-221-231-241-251-261-271-281-291-301-311-321-331-341-351-361-371-381-391-401-411-421-431-441-451-461-471-481-491-501-511-521-531-541-551-561-571-581-591-601-611-621-631-641-651-661-671-682-12-22-32-42-52-62-72-82-92-102-112-122-132-142-153-13-23-33-43-53-63-73-83-93-103-113-123-133-143-153-163-173-183-193-203-213-223-233-243-253-263-273-283-293-303-313-323-333-343-353-363-373-383-393-403-413-423-433-443-453-463-473-483-493-503-513-523-533-543-553-563-573-583-593-603-613-623-633-643-653-663-673-683-693-703-713-723-733-743-753-763-773-783-793-803-813-823-833-843-853-863-873-883-893-903-913-923-933-943-953-963-973-983-993-1003-1013-1023-1033-1043-1053-1063-1073-1083-1093-1103-1113-1123-1133-1143-1153-1163-1173-1183-1193-1203-1213-1223-1233-1243-1253-1263-1273-1283-1293-1303-1313-1323-1333-1343-1353-1363-1373-1383-1393-1403-1413-142