1-33:33
Καὶ πάλιν ὡς αὐτολεξεὶ διὰ παρθένου μὲν τεχθησόμενος διὰ τοῦ Ἡσαΐου προεφητεύθη, ἀκούσατε. Ἐλέχθη δὲ οὕτως· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ ἐροῦσιν ἐπὶ τᾷ ὀνόματι αὐτοῦ Μεθ ἡμῶν ὁ θεός.Ἃ γὰρ ἦν ἄπιστα καὶ ἀδύνατα νομιζόμενα παρὰ τοῖς ἀνθρώποις γενήσεσθαι, ταῦτα ὁ θεὸς προεμήνυσε διὰ τοῦ προφητικοῦ πνεύματος μέλλειν γίνεσθαι, ἵνα ὅταν γένηται μὴ ἀπιστηθῇ, ἀλλ ἐκ τοῦ προειρῆσθαι πιστευθῇ. Ὅπως δὲ μή τινες, μὴ νοήσαντες τὴν δεδηλωμένην προφητείαν, ἐγκαλέσωσιν ἡμῖν ἅπερ ἐνεκαλέσαμεν τοῖς ποιηταῖς, εἰποῦσιν ἀφροδισίων χάριν ἐληλυθέναι ἐπὶ γυναῖκας τὸν Δία, διασαφῆσαι τοὺς λόγους πειρασόμεθα. Τὸ οὖν Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει σημαίνει οὐ συνουσιασθεῖσαν τὴν παρθένον συλλαβεῖν· εἰ γὰρ ἐσυνουσιάσθη ὑπὸ ὁτουοῦν, οὐκ ἔτι ἦν παρθένος· ἀλλὰ δύναμις θεοῦ ἐπελθοῦσα τῇ παρθένῳ ἐπεσκίασεν αὐτήν, καὶ κυοφορῆσαι παρθένον οὖσαν πεποίηκε. Καὶ ὁ ἀποσταλεὶς δὲ πρὸς αὐτὴν τὴν παρθένον κατ ἐκεῖνο τοῦ καιροῦ ἄγγελος θεοῦ εὐηγγελίσατο αὐτὴν εἰπών· Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ ἐκ πνεύματος ἁγίου καὶ τέξῃ υἱόν, καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, ὡς οἱ ἀπομνημονεύσαντες πάντα τὰ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐδίδαξαν, οἷς ἐπιστεύσαμεν, ἐπειδὴ καὶ διὰ Ἡσαΐου τοῦ προδεδηλωμένου τὸ προφητικὸν πνεῦμα τοῦτον γεννησόμενον, ὡς προεμηνύομεν, ἔφη. Τὸ πνεῦμα οὖν καὶ. τὴν δύναμιν τὴν παρὰ τοῦ θεοῦ οὐδὲν ἄλλο νοῆσαι θέμις ἢ τὸν λόγον, ὃς καὶ πρωτότοκος τῷ θεῷ ἐστι, Μωϋσῆς ὁ προδεδηλωμένος προφήτης ἐμήνυσε· καὶ τοῦτο ἐλθὸν ἐπὶ τὴν παρθένον καὶ ἐπισκιάσαν οὐ διὰ συνουσίας ἀλλὰ διὰ δυνάμεως ἐγκύμονα κατέστησε. Τὸ δὲ Ἰησοῦς, ὄνομα τῇ ἑβραΐδι φωνῇ, σωτὴρ τῇ ἑλληνίδι διαλέκτῳ δηλοῖ. Ὅθεν καὶ ὁ ἄγγελος πρὸς τὴν παρθένον εἶπε· Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Ὅτι δὲ οὐδενὶ ἄλλῳ θεοφοροῦνται οἱ προφητεύοντες εἰ μὴ λόγῳ θείῳ, καὶ ὑμεῖς, ὡς ὑπολαμβάνω, φήσετε
再者,請聽他如何藉以賽亞用明白的話預言他要由童女所生。經上這樣說:「看哪,童女必懷孕生子,人要稱他的名為『神與我們同在』。」因為那些在人看來被認為難信、不可能成就的事,神藉預言之靈預先顯明必要發生,好叫這些事成就時,不致被人不信,反倒因預先被說出而被人相信。然而,恐怕有人不明白所宣告的預言,就用我們指責詩人的話來指責我們——詩人說宙斯為了情慾的緣故臨到婦女——所以我們要設法把這些話講明。「看哪,童女必懷孕」這話,意思是這童女未經交合而懷孕;因為她若與任何人交合,就不再是童女了;乃是神的能力臨到這童女,蔭庇了她,使她在仍為童女時懷了孕。那時奉差遣到這童女那裡的神的使者,向她報佳音說:「看哪,你要從聖靈懷孕生子,他要稱為至高者的兒子,你要給他起名叫耶穌,因他要將自己的百姓從罪惡裡救出來」——這正如那些記述我們救主耶穌基督一切事蹟的人所教導的,我們也信了他們,因為前面所提的預言之靈藉以賽亞說過,他要這樣降生,正如我們先前所宣告的。至於那從神而來的靈和能力,除了理解為道之外,再無別的可解,這道也是神的長子,如前面所提的先知摩西所表明的;這道臨到童女、蔭庇了她,不是藉交合,乃是藉能力使她懷了孕。「耶穌」這名,在希伯來語中,按希臘語就是「救主」的意思。所以使者也對童女說:「你要給他起名叫耶穌,因他要將自己的百姓從罪惡裡救出來。」至於那些說預言的人,除了神聖的道之外,並無別的能感動他們,我想你們也會承認。
And again, hear how it was foretold in express words through Isaiah that he should be born of a virgin. It was said thus: "Behold, the virgin shall conceive in the womb and shall bear a son, and they shall say of his name, God with us." For the things that were thought incredible and impossible to come to pass among men, these God foreshowed through the prophetic Spirit would happen, so that when they happened they might not be disbelieved, but be believed because of their having been foretold. But lest some, failing to understand the prophecy declared, should bring against us the charge we brought against the poets, who said that Zeus came upon women for the sake of sexual pleasure, we shall try to make the words plain. The words "Behold, the virgin shall conceive in the womb" signify that the virgin conceived without intercourse; for if she had had intercourse with anyone, she would no longer be a virgin; but the power of God, coming upon the virgin, overshadowed her, and caused her to conceive while still a virgin. And the angel of God who was sent to this same virgin at that time announced good news to her, saying: "Behold, you shall conceive in the womb by the Holy Spirit and shall bear a son, and he shall be called the Son of the Most High, and you shall call his name Jesus; for he shall save his people from their sins" — as those who recorded all things concerning our Savior Jesus Christ taught, whom we have believed, since the prophetic Spirit through Isaiah, mentioned above, said that he would be born in this way, as we declared beforehand. Now the Spirit and the power that is from God it is not right to understand as anything other than the Word, who is also the firstborn to God, as Moses the aforementioned prophet declared; and this, coming upon the virgin and overshadowing her, made her pregnant not by intercourse but by power. And the name Jesus, in the Hebrew tongue, means "Savior" in the Greek language. Hence the angel also said to the virgin: "And you shall call his name Jesus, for he shall save his people from their sins." And that those who prophesy are inspired by nothing other than the divine Word, you too, I suppose, will agree.