1-58:58
Καὶ Μαρκίωνα δὲ τὸν ἀπὸ Πόντου,ἁς προέφημεν, προεβάλλοντο οἱ φαῦλοι δαίμονες, ὃς ἀρνεῖσθαι μὲν τὸν ποιητὴν τῶν οὐρανίων καὶ γηΐνων ἁπάντων θεὸν καὶ τὸν προκηρυχθέντα διὰ τῶν προφητῶν Χριστὸν υἱὸν αὐτοῦ καὶ νῦν διδάσκει, ἄλλον δέ τινα καταγγέλλει παρὰ τὸν δημιουργὸν τῶν πάντων θεὸν καὶ ὁμοίως ἕτερον υἱόν· ᾧ πολλοὶ πεισθέντες ὁς μόνῳ τἀληθῆ ἐπισταμένῳ ἡμῶν καταγελῶσιν, ἀπόδειξιν μηδεμίαν περὶ ὧν λέγουσιν ἔχοντες, ἀλλὰ ἀλόγως ὡς ὑπὸ λύκου ἄρνες συνηρπασμένοι βορὰ τῶν ἀθέων δογμάτων καὶ δαιμόνων γίνονται. Οὐ γὰρ ἄλλο τι ἀγωνίζονται οἱ λεγόμενοι δαίμονες, ἢ ἀπάγειν τοὺς ἀνθρώπους ἀπὸ τοῦ ποιήσαντος θεοῦ καὶ τοῦ πρωτογόνου αὐτοῦ Χριστοῦ· καὶ τοὺς μὲν τῆς γῆς μὴ ἐπαίρεσθαι δυναμένους τοῖς γηΐνοις καὶ χειροποιήτοις προσήλωσαν καὶ προσηλοῦσι, τοὺς δὲ ἐπὶ θεωρίαν θείων ὁρμῶντας ὑπεκκρούοντες, ἢν μὴ λογισμὸν σώφρονα καὶ καθαρὸν καὶ ἀπαθῆ βίον ἔχωσιν, εἰς ἀσέβειαν ἐμβάλλουσιν
惡鬼魔又如我們先前所說,推出了本都的馬吉安;他直到如今還教導人否認那位是諸天和全地萬物之創造主的神,並否認眾先知所預言的基督是神的兒子,反倒宣傳在那造萬物的造化主之外另有一位神,照樣另有一位子。許多人被他說服,以為惟有他知道真理,便譏笑我們,雖然他們對所說的並無任何證據,反倒像羊羔被狼擄去一般,毫無理性地成了無神教義和鬼魔的食物。因為那些所謂鬼魔所竭力爭取的,無非是要把人從那造他們的神和他的長子基督那裡引開;那些不能從地上自拔的人,它們已經、並且仍把他們釘牢在屬地的、人手所造的事物上;那些奮力向屬神之事的默想前進的人,它們就絆倒他們,這些人若沒有清醒、純潔、無私慾的思想和生活,它們就把他們推入不敬虔之中。
And the wicked demons also put forward Marcion of Pontus, as we said before, who even now teaches men to deny that God is the maker of all things in heaven and on earth, and to deny that the Christ foretold by the prophets is his Son, and proclaims some other god besides the Demiurge who made all things, and likewise another son. Many, persuaded by him as though he alone knew the truth, mock at us, though they have no proof of the things they say, but, like lambs snatched away by a wolf, become irrationally the food of godless doctrines and demons. For those called demons strive after nothing else than to draw men away from God who made them and from his firstborn Christ; and those who cannot lift themselves up from the earth they have nailed and do nail to earthly things and things made with hands, while those who press on toward the contemplation of divine things they trip up, and unless these have a sober and pure and dispassionate reasoning and life, they cast them into impiety.