1-32:32
Μωϋσῆς μὲν οὖν, πρῶτος τῶν προφητῶν γενόμενος, εἶπεν αὐτολεξεὶ οὕτως· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, πλύνων ἐν αἵματι σταφυλῆς τὴν στολὴν αὐτοῦ. Ὑμέτερον οὖν ἐστιν ἀκριβῶς ἐξετάσαι καὶ μαθεῖν, μέχρι τίνος ἥν ἄρχων καὶ βασιλεὺς ἐν Ἰουδαίοις ἴδιος αὐτῶν· μέχρι τῆς φανερώσεως Ἰησοῦ Χριστοῦ, τοῦ ἡμετέρου διδασκάλου καὶ τῶν ἀγνοουμένων προφητειῶν ἐξηγητοῦ, ὡς προεῤῥέθη ὑπὸ τοῦ θείου ἁγίου προφητικοῦ πνεύματος διὰ τοῦ Μωϋσέως μὴ ἐκλείψειν ἄρχοντα ἀπὸ Ἰουδαίων, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται τὸ βασίλειον. Ἰούδας γὰρ προπάτωρ Ἰουδαίων, ἀφ οὗ καὶ τὸ Ἰουδαῖοι καλεῖσθαι ἐσχήκασι· καὶ ὑμεῖς μετὰ τὴν γενομένην αὐτοῦ φανέρωσιν καὶ Ἰουδαίων ἐβαλισεύσατε καὶ τῆς ἐκείνων πάσης γῆς ἐκρατήσατε. Τὸ δὲ Αὐτὸς ἔσται προσδοκία ἐθνῶν μηνυτικὸν ἦν, ὅτι ἐκ πάντων τῶν ἐθνῶν προσδοκήσουσιν αὐτὸν πάλιν παραγενησόμενον, ὅπερ ὄψει ὑμῖν πάρεστιν ἰδεῖν καὶ ἔργῳ πεισθῆναι· ἐκ πάντων γὰρ γενῶν ἀνθρώπων προσδοκῶσι τὸν ἐν Ἰουδαίᾳ σταυρωθέντα, μεθ ὃν εὐθὺς δοριάλωτος ὑμῖν ἡ γῆ Ἰουδαίων παρεδόθη. Τὸ δὲ Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ πλύνων τὴν στολὴν αὐτοῦ ἐν αἵματι σταφυλῆς σύμβολον δηλωτικὸν ἦν τῶν γενησομένων τῷ Χριστῷ καὶ τῶν ὑπ αὐτοῦ πραχθησομένων. Πῶλος γάρ τις ὄνου εἱστήκει ἔν τινι εἰσόδῳ κώμης πρὸς ἄμπελον δεδεμένος, ὃν ἐκέλευσεν ἀγαγεῖν αὐτῷ τότε τοὺς γνωρίμους αὐτοῦ, καὶ ἀχθέντος ἐπιβὰς ἐκάθισε καὶ εἰσελήλυθεν εἰς τὰ Ἱεροσόλυμα, ἔνθα τὸ μέγιστον ἱερὸν ἦν Ἰουδαίων, ὃ ὑφ ὑμῶν ὕστερον κατεστράφη· καὶ μετὰ ταῦτα ἐσταυρώθη, ὅπως τὸ λεῖπον τῆς προφητείας συντελεσθῇ. Τὸ γὰρ Πλύνων τὴν στολὴν αὐτοῦ ἔν αἵματι σταφυλῆς προαγγελτικὸν ἦν τοῦ πάθους, οὗ πάσχειν ἔμελλε δι αἵματος καθαίρων τοὺς πιστεύοντας αὐτῷ.Ἡ γὰρ κεκλημένη ὑπὸ τοῦ θείου πνεύματος διὰ τοῦ προφήτου στολὴ οἱ πιστεύοντες αὐτῷ εἰσιν ἄνθρωποι, ἐν οἷς οἰκεῖ τὸ παρὰ τοῦ θεοῦ σπέρμα, ὁ λόγος. Τὸ δὲ εἰρημένον αἷμα τῆς σταφυλῆς σημναντικὸν τοῦ ἔχειν μὲν αἷμα τὸν φανησόμενον, ἀλλ οὐκ ἐξ ἀνθρωπείου σπέρματος ἀλλ ἐκ θείας δυνάμεως.Ἡ δὲ πρώτη δύναμις μετὰ τὸν πατέρα πάντων καὶ δεσπότην θεὸν καὶ υἱὸς ὁ λόγος ἐστίν· ὃς τίνα τρόπον σαρκοποιηθεὶς ἄνθρωπος γέγονεν, ἐν τοῖς ἑξῆς ἐροῦμεν. Ὃν τρόπον γὰρ τὸ τῆς ἀμπέλου αἷμα οὐκ ἄνθρωπος πεποίηκεν ἀλλ ὁ θεός, οὕτως καὶ τοῦτο ἐμηνύετο οὐκ ἐξ ἀνθρωπείου σπέρματος γενήσεσθαι τὸ αἷμα ἀλλ ἐκ δυνάμεως θεοῦ, ὡς προέφημεν. Καὶ Ἡσαΐας δέ, ἄλλος προφήτης, τὰ αὐτὰ δι ἄλλων ῥήσεων προφητεύων οὕτως εἶπεν· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἄνθος ἀναβήσεται ἀπὸ τῆς ῥίζης Ἰεσσαί· καὶ ἐπὶ τὸν βραχίονα αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Ἄστρον δὲ φωτεινὸν ἀνέτειλε, καὶ ἄνθος ἀνέβη ἀπὸ τῆς ῥίζης Ἰεσσαί, οὗτος ὁ Χριστός. Διὰ γὰρ παρθένου τῆς ἀπὸ τοῦ σπέρματος Ἰακώβ, τοῦ γενομένου πατρὸς Ἰούδα, τοῦ δεδηλωμένου Ἰουδαίων πατρός, διὰ δυνάμεως θεοῦ ἀπεκυήθη· καὶ Ἰεσσαὶ προπάτωρ μὲν κατὰ τὸ λόγιον γεγένηται, τοῦ δὲ Ἰακὼβ καὶ τοῦ Ἰούδα κατὰ γένους διαδοχὴν υἱὸς ὑπῆρχεν
摩西既是眾先知中的第一位,便逐字這樣說:「圭必不離猶大,杖必不離他兩腳之間,直等細羅來到;他必為萬民所盼望,他把驢駒拴在葡萄樹上,在葡萄汁中洗他的衣袍。」所以你們當仔細查考、明白:猶太人中屬他們自己的掌權者和君王存到何時——就是存到耶穌基督顯現的時候。他是我們的教師,是那些未被人明白之預言的講解者,正如神聖而至聖的預言之靈藉摩西所預先說的:掌權者必不離猶大人,直等到那位有國度為他存留的來到。猶大原是猶太人的先祖,他們稱為猶太人也是從他而來;而你們在他顯現成就之後,既轄管了猶太人,又奪取了他們全地。至於「他必為萬民所盼望」這話,乃是表明:萬民都要盼望他再次降臨——這事如今你們可以親眼看見、憑事實確信;因為各族人都在仰望那位在猶太地被釘十字架的;緊接在他之後,猶太人的地便作為戰利品交給了你們。而「把驢駒拴在葡萄樹上、在葡萄汁中洗他的衣袍」這話,乃是預先表明將要臨到基督的事和他將要作的事的記號。原來有一匹驢駒拴在某村莊入口的葡萄樹上,他那時吩咐他的門徒把牠牽來;牽來後,他就騎上坐下,進了耶路撒冷,那裡曾有猶太人最大的殿,後來被你們所毀;此後他被釘十字架,為要應驗那預言所剩的部分。因為「在葡萄汁中洗他的衣袍」這話,乃是預告他將要受的苦難,就是要藉著血潔淨那些信他的人。神聖之靈藉先知所稱的衣袍,就是那些信他的人,神所賜的種子——道——就住在他們裡面。而所說的「葡萄汁」,乃是表明那將要顯現的固然有血,卻不是出於人的種,而是出於神的能力。在萬有之父和主宰之神以後的第一能力,就是子,也就是道;他如何取了肉身成為人,我們要在以下述說。正如葡萄的血不是人所造,乃是神所造,照樣這也表明:那血不是要從人的種而生,乃是從神的能力,正如我們先前所說。先知以賽亞也用別的話預言同樣的事,他這樣說:「有星要出於雅各,有花要從耶西的根長出;萬民都要仰望他的膀臂。」果然有明亮的星升起,有花從耶西的根長出,這就是基督。因為他是藉著一位出於雅各後裔的童女——雅各是猶大之父,猶大是上文所說猶太人之父——靠神的能力被生下來的;按那神諭,耶西是他的先祖,而按血統的相承,他是雅各和猶大的後裔。
Moses, then, who was the first of the prophets, spoke in these very words: "There shall not fail a ruler from Judah, nor a leader from his loins, until he come for whom it is reserved; and he shall be the expectation of the nations, binding his colt to the vine, washing his robe in the blood of the grape." It is therefore yours to inquire carefully and learn up to what time there was a ruler and king of the Jews who was their own — namely, up to the manifestation of Jesus Christ, our teacher and the expounder of the prophecies not understood, as it was foretold by the divine holy prophetic Spirit through Moses that a ruler would not fail from among the Jews until he should come for whom the kingdom is reserved. For Judah was the forefather of the Jews, from whom they have also received the name of being called Jews; and you, after his manifestation came to pass, both ruled over the Jews and gained mastery over all their land. Now the words "He shall be the expectation of the nations" signified that out of all the nations they would expect him to come again — which you can now see with your own eyes and be convinced of by the fact; for out of all the races of mankind they look for him who was crucified in Judea, immediately after whom the land of the Jews was handed over to you as spoil of war. And the words "binding his colt to the vine and washing his robe in the blood of the grape" were a symbol declaring beforehand the things that were to happen to Christ and the things to be done by him. For a colt of an ass stood tethered to a vine at the entrance of a certain village, which he then commanded his acquaintances to bring to him; and when it was brought, he mounted and sat upon it and entered into Jerusalem, where stood the greatest temple of the Jews, which was afterward destroyed by you; and after this he was crucified, that the rest of the prophecy might be fulfilled. For the words "washing his robe in the blood of the grape" foretold the passion which he was about to suffer, cleansing by his blood those who believe in him. For what the divine Spirit through the prophet calls the robe is the men who believe in him, in whom dwells the seed from God, the Word. And the "blood of the grape" that is mentioned signified that he who was to appear would indeed have blood, yet not from human seed but from divine power. And the first power after God the Father and Master of all, even the Son, is the Word; in what manner he became man by taking flesh we shall tell in what follows. For just as the blood of the vine is not made by man but by God, so too this signified that the blood would come not from human seed but from the power of God, as we said before. And Isaiah too, another prophet, prophesying the same things in other words, spoke thus: "A star shall rise out of Jacob, and a flower shall spring up from the root of Jesse; and in his arm shall the nations hope." And a shining star did rise, and a flower did spring up from the root of Jesse — this is Christ. For through a virgin descended from the seed of Jacob, who was the father of Judah, the declared father of the Jews, he was brought forth by the power of God; and Jesse was his forefather according to the oracle, while according to the succession of lineage he was a son of Jacob and of Judah.