📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 詩篇

詩篇 第 4 章

希臘文原文.9 節.部分字詞可點開查義

← 第 3 章第 5 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
4:0
εἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ Δαυιδ
4:1
ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου θεὸς τῆς δικαιοσύνης μου ἐν θλίψει ἐπλάτυνάς μοι οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου
4:2
υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος διάψαλμα
4:3
καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν
4:4
ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε λέγετε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε διάψαλμα
4:5
θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον
4:6
πολλοὶ λέγουσιν τίς δείξει ἡμῖν τὰ ἀγαθά ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου κύριε
4:7
ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν
4:8
ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω ὅτι σύ κύριε κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με
← 第 3 章第 5 章 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150