📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 詩篇

詩篇 第 85 章

希臘文原文.14 節.部分字詞可點開查義

← 第 84 章第 86 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
85:0
εἰς τὸ τέλος τοῖς υἱοῖς Κορε ψαλμός
85:1
εὐδόκησας κύριε τὴν γῆν σου ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ιακωβ
85:2
ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν διάψαλμα
85:3
κατέπαυσας πᾶσαν τὴν ὀργήν σου ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου
85:4
ἐπίστρεψον ἡμᾶς θεὸς τῶν σωτηρίων ἡμῶν καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ’ ἡμῶν
85:5
μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν
85:6
θεός σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς καὶ λαός σου εὐφρανθήσεται ἐπὶ σοί
85:7
δεῖξον ἡμῖν κύριε τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν
85:8
ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος θεός ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν
85:9
πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν
85:10
ἔλεος καὶ ἀλήθεια συνήντησαν δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν
85:11
ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν
85:12
καὶ γὰρ κύριος δώσει χρηστότητα καὶ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς
85:13
δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ
← 第 84 章第 86 章 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150