📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

七十士譯本 › 詩篇

詩篇 第 67 章

希臘文原文.8 節.部分字詞可點開查義

📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
67:0
εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς ᾠδῆς
67:1
θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ’ ἡμᾶς διάψαλμα
67:2
τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου
67:3
ἐξομολογησάσθωσάν σοι λαοί θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες
67:4
εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις διάψαλμα
67:5
ἐξομολογησάσθωσάν σοι λαοί θεός ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες
67:6
γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς εὐλογήσαι ἡμᾶς θεὸς θεὸς ἡμῶν
67:7
εὐλογήσαι ἡμᾶς θεός καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150