📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 詩篇

詩篇 第 84 章

希臘文原文.13 節.部分字詞可點開查義

← 第 83 章第 85 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(希伯來文舊約、武加大譯本、吉茲文聖經)
84:0
εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορε ψαλμός
84:1
ὡς ἀγαπητὰ τὰ σκηνώματά σου κύριε τῶν δυνάμεων
84:2
ἐπιποθεῖ καὶ ἐκλείπει ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου καρδία μου καὶ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα
84:3
καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ οὗ θήσει τὰ νοσσία αὐτῆς τὰ θυσιαστήριά σου κύριε τῶν δυνάμεων βασιλεύς μου καὶ θεός μου
84:4
μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε διάψαλμα
84:5
μακάριος ἀνήρ οὗ ἐστιν ἀντίλημψις αὐτοῦ παρὰ σοῦ κύριε ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο
84:6
ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον ὃν ἔθετο καὶ γὰρ εὐλογίας δώσει νομοθετῶν
84:7
πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται θεὸς τῶν θεῶν ἐν Σιων
84:8
κύριε θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι θεὸς Ιακωβ διάψαλμα
84:9
ὑπερασπιστὰ ἡμῶν ἰδέ θεός καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου
84:10
ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν
84:11
ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ κύριος θεός χάριν καὶ δόξαν δώσει κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ
84:12
κύριε τῶν δυνάμεων μακάριος ἄνθρωπος ἐλπίζων ἐπὶ σέ
← 第 83 章第 85 章 →
123456789101112131415161718192021222324252627282930313233343536373839404142434445464748495051525354555657585960616263646566676869707172737475767778798081828384858687888990919293949596979899100101102103104105106107108109110111112113114115116117118119120121122123124125126127128129130131132133134135136137138139140141142143144145146147148149150